Sollte hier eine Anzeige erscheinen, deren Anliegen dem unseren entgegensteht, benachrichtigen Sie uns bitte unter Angabe der URL dieser Anzeige, damit diese Werbung nicht mehr erscheint.
Lesen Sie vorher bitte unsere Erläuterungen auf der Seite Warum Werbung und wie sie funktioniert.


 


Ökumenisches Heiligenlexikon

Acta Sanctorum der Bollandisten
Band März III

Anhang März III


[Appendix]

AD ACTA GRÆCA TOMI TERTII.

Exhibituris reliqua huius mensis autographa Græca, vnicum restat officium, gratitudinis titulo debitum ei, per quem ad hæc prælo apparanda plurimum nos adiutos fateamur necesse est. Fuit hic ad Sanctorum XLII Martyrum Passionem, VI die Martij datam, in titulo Annotationum Græcarum nominatus nobis Hugo Bollius, Liranæ Carthusiæ Sacerdos Professus; qui in Brugensi Societatis Iesu gymnasio Rhetorices auditor, quem istic, vna cum principiis Græcæ linguæ hauserat eiusdem penitus perdiscendæ amorem, non satis habuit in sacro illo secessu fouere porro atque excolere, nisi ipsum conuerteret in sui olim magistri obsequium, ipsique Sanctorum Actis prosequendis intento rependeret fructum disciplinæ acceptæ; idque animo tanto tamque propenso, ac si scientiam illam non gratis traditam accepisset, sed commodatam dumtaxat crederet & a se multiplici cum fœnore repetendam. Itaque rogatus, dum in Zeelhemensi Carthusia prope Diestemium hospes degeret, relegere ecgrapha non admodum curiose accurateque descripta, interpunctionumque & accentuum ac spirituum notas vel deficientes supplere vel corrigere perperam designatas, quo nobis, eadem antequam ad typothetas mitterentur postremum recognituris, minus temporis laborisque esset insumendum; non tantum fecit quod rogabatur, sed etiam quæcumque sic scripta erant, vt propter characterum vel exilitatem vel deformitatem, ab hominibus, vltra nudas littcras nihil Græce doctis, legi distincte nequiuissent, ea omnia sua ipse manu transcripserit grandi claroque charactere, & in his quædam molis sane maximæ, vt sunt S. Nicephori Patriarchæ Constantinopolitani ad diē XIII, & S. Basilij Iunioris ad XXVI Acta prolixa. Addidit singulis sic a se recensitis cōmentarium accuratum, de cunctis quæ vel textui Græco ad auctoris mentem restituendo, vel Latinæ versioni ad eamdem propius adducendæ, vel dubiis obscurisque vocabulis illustrandis videbantur posse subseruire. Ex his autem ad pauciora & magis obseruatu digna contractis, nec non ex posterioribus obseruationibus nostris, Annotationes illæ coaluerunt, quas post singula Acta dedimus, daturique sumus deinceps, tuo, Lector, commodo & honori eius, qui suum hic nomen pro religiosa modestia reticeri maluisset, nisi iudicium affectumque suo quondam magistro etiam in hoc subiectum voluisset; cum iste censeret, Carthusiano Ordini per Laurentium Surium tam præclare de Sanctorum Vitis Latine edendis olim merito etiam deberi, vt quid in Græcis præstiterit ac porro præstare velit non ignoraretur: præsertim cum hac quoque ratione ipsis in eo Ordine Superioribus posset constare, quam vtiliter noster ille Φιλέλλην vacuas ab officio diuino horas impenderit Græcæ linguæ perdiscendæ: quod tum etiam constabit magis, cum in Aprili Maioque & aliis deinceps mensibus proferentur pulcherrima ac prolixissima Sanctorum variorum Acta, eius vnius opera Latine vel iam nunc reddita vel deinceps reddenda. Dignus proinde cuius studia, non laboriosa minus quam fastidiosa, sed ad Dei Sanctorumque gloriam plurimum profectura, ipsi modis omnibus velint fouere ac promouere.

ΕΞΗΓΗΣΙΣ ΗΤΟΙ ΜΑΡΤΥΡΙΟΝ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ
τῶν
ἀναιρεθέντων ὑπὸ τῶν βαρβάρων ἤγουν Σαρακήνων ἐν τῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἁγίου Πατρὸς ἡμῶν Σάβα
ex Codice Membraneo MS. Petri Seguierij Cancellarij Franciæ.

Ioannes, Martyr, monachus in Laura S. Sabæ prope Hierosolymam (S.)
Sergius, Martyr, monachus in Laura S. Sabæ prope Hierosolymam (S.)
Patricius, Martyr, monachus in Laura S. Sabæ prope Hierosolymam (S.)
Cosmas, Martyr, monachus in Laura S. Sabæ prope Hierosolymam (S.)
Anastasius, Martyr, monachus in Laura S. Sabæ prope Hierosolymam (S.)
Theoctistus, Martyr, monachus in Laura S. Sabæ prope Hierosolymam (S.)
Alii XIV, Martyres, monachi in Laura S. Sabæ prope Hierosolymam (SS.)

EX MS.

PROLOGVS.

[1] Αξιόν ἐστι τοὺς μηδεπῶς τῆς τῶν ἁμαρτημάτων ἰλυὸς ἑαυτοὺς προκαθάραντας, ἀλλ᾽ ἔτι τοῖς πάθεσιν τὸν νοῦν κεκρατημένους, [Excusat quod peccator & indoctus,] σιγὴν ἀδιαλείπτως ἀσκεῖν καὶ κρυφίοις στεναγμοῖς τὸν ἐμβατεύοντα καρδίας καὶ νεφροὺς Χριστὸν ἱκετεύειν, τῆς συνεχούσης δουλίας ἐλευθερίαν χαρίσασθαι, καὶ μὴ ἐπιδιδόναι προπετῶς ἑαυτους λόγων συγγραφαῖς, εἰς ἐπίκοον ἐκκλησίας καὶ ἱερᾶς ὁμηγύρεως ὀφιλούσαις ἀναγινώσκεσθαι· δεδοικότας μάλιστα τὴν διὰ τοῦ Προφήτου πρὸς τοὺς τοιούτους θείαν ἐπιτίμησιν, φάσκουσαν, Τῷ δὲ ἁμαρτωλῷ εἶπεν Θεὸς, Ἵνα τί σὺ ἐκδιήγει τὰ δικαιώματά μου; καὶ τὰ ἐξῆς. Ἐι δὲ πρὸς τούτοις τύχοι τις ἀμαθίᾳ συντετραμμένος καὶ τῆς ἐν λόγοις παιδεύσεως ἄμοιρος, πόσον οὐκ ὀφλήσει τὸν γελῶτα τῆς θρασύτητος ἅμα καὶ τῆς ἀνοίας, κατ᾽ ἄμφω συγγνώμης ἁπάσης ὑπάρχων ἐστερημένος.

[2] [Hegumeni sui Basilij mandato,] Ἀλλὰ τί δράσω; τούτων μὲν ἁπάντων χρηματίζων ἀνάπλεως καὶ ἐν ἀδύτοις σιωπῆς κρύπτειν καὶ καθείργειν ἐμαυτὸν προθυμούμενος· ἱεροῦ δὲ Ποιμένος ἐπιτάγματι κελευόμενος, καὶ τούτῳ οἴα μάστιγι πνευματικῇ τὴν καρδίαν βαλλόμενος, καὶ τῆς παρακοῆς τὸν κίνδυνον χαλεπὸν καὶ δυσφόρητον ὄντα φοβούμενος. Ἄμεινον οὖν καὶ λυσιτελέστερον τὸ χρῆμα τῆς εὐπειθείας ἡγούμενος, ἐμαυτὸν τῇ πατρικῇ κελεύσει ἐκδίδομαι, ταῖς τούτου προσευχαῖς θαῤῥῶντε καὶ δυνάμενος, καὶ τὴν ἄνωθεν τοῦ πνεύματος χάριν ἐν ἀνοίξει τοῦ στώματος ἐπισπώμενος, ὑπόμνημα καὶ διήγημα σύντομον, πανάριστος οὑτοσὶ Ποιμὴν Βασίλειος ἐκθέσθαι τῇ ἐμῇ βραχυλογίᾳ προσέταξε, τῆς τῶν ἁλιτηρίων βαρβάρων εἰς ἡμετέραν καὶ τὴν τοῦ ἁγίου Πατρὸς ἡμῶν Σάβαλαῦραν ἐπιδρομῆς, [hanc historiam scribat.] καὶ τῆς τῶν ἀυτόθι μακαρίων καὶ ἀειμνήστων Πατέρων γενομένης ὑπ᾽ ἀυτῶν ἀναιρέσεως ἐν τοῖς καθ᾽ ἡμᾶς Χρόνοις (ἧς ἀυτόπτης καὶ θεάτης γέγονα εἷς ὢν τῶν τὸν εὐαγῆ ταύτην λαῦραν, εἰ καὶ ἀνάξιος, οἰκούντων, καὶ ἐν τῇ ὀλεθρίᾳ ἐφόδῳ καὶ προσβολῇ εὑρεθέντων τῷ τηνικαῦτα) ἵνα μὴ τηλικὰύτη ἀρετὴ καὶ κατὰ Χριστὸν ἀνδρεία καὶ γενναιότης τοιούτων ἀνδρείων τῆς ἀληθείας ἀθλητῶν ἀμαυρωθείη, τῷ χρόνῳ παραῤῥυεῖσα καὶ σιωπῇ καλυφθεῖσα καὶ λήθης ἀκλεοῦς βυθοῖς παραπεμφθεῖσα, δυναμένη πολλοὺς εἰς αρετὴν ἀλεῖψαι, καὶ εἰς προθυμίαν ὑπομονῆς διεγεῖραι καὶ μίμησιν.

[3] [Bellis ciuilibus Saracenorum] Ἐν ἔτει ἀπὸ μὲν κτίσεως κόσμου ἑξακισχιλιοστῷ διακοσιοστῷ ὀγδοηκοστῷ ὀγδόῳ κατὰ τὴν ἐκκλησιαστικὴν ἀκριβεστάτην ψηφοφορίαν, ἀπὸ δὲ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑπτακοσιοστοῦ ὀγδοηκοστοῦ ὀγδόου, Ἰνδικτιῶνος πέμπτης· ἱεραρχοῦντος τῆς τῶν Ἱεροσολύμων Ἐκκλησίας καὶ ἱεραρχίας τοῦ μακαριωτάτου Ἠλία τοῦ Πατριάρχου, ἡγεμονεύοντος δὲ τῆς τούτης μεγίστης λαύρας τοῦ ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, τοῦ ἀοιδίμου τε καὶ θεόφρονος· κατ᾽ ἐνέργειαν τοῦ ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐνεργοῦντος μισανθρώπου, μᾶλλον δὲ τοῦ ἀπ᾽ ἀρχῆς ἀνθρωποκτόνου, ἀρχικάκου τε καὶ χαιρεκάκου δαίμονος, συνεκροτήθη ἐν τῇ τῶν Παλαιστινῶν χώρᾳ μέγας ἐμφύλιος πόλεμος τῶν Σαρακηνίκων φυλῶν· ἐξ ἀρχῆς μὲν εὐτελεῖς τὰς ἀφορμὰς ἐσχηκὼς, τῆς ἔριδος δὲ καὶ παμπονηροῦ φιλονεικίας πρὸς βραχὺ κατὰ μικρὸν ἐν αὐτοῖς (ὡς δουλοπαθέσι καὶ τῆς ἁμαρτίας ὑποσπόνδοις καὶ ὑποχειρίοις) ἀυξανομένης καὶ ὁπλιζομένης, καὶ οἶκον οἴκῳ συναπτούσης, καὶ συγγενείᾳ συγγένειαν προστιθείσης, καὶ πατριᾷ πατριὰν ἐπαθροισούσης, καὶ συγκινούσης τοὺς ἀεὶ εἰς στάσιν ἑτοίμους καὶ φόνον πνέοντας, εἰς τὰς γενικωτάτας παρ᾽ αὐτοῖς φυλὰς τὴν διχοστασίαν καὶ διχόνοιαν ἐκορύφωσεν, λέγω, δὲ τοὺς τῶν Ἄγαρ καὶ Ἰσμαὴλ ἀπογόνους καὶ τοὺς ἐκ τοῦ παλαιοῦ Ἰεκτὰν τὸ γένος κατάγοντας.

[4] [vastatur Palæstina,] Διχῇ τοίνυν στρατόπεδα συστησάμενοι, ἐν ἀμφοτέροις τοῦ τῆς κακίας εὑρετοῦ ὁμοίως στρατοπεδαρχοῦντος καὶ καθηγημονεύοντος, ὁπόσας μὲν ἀταξίας καὶ ἀθεμιστίας ἐποίησαν, ὁπόσας δὲ a πραίδας καὶ πραγμάτων ἁρπαγὰς ἤργάσαντο, πόσας δὲ αἱματεκχυσίας καὶ ἀνδροκτασίας ἀδίκους ἔδρασαν, πόσα τε χωρία, τοὺς οἰκήτορας λεηλαθήσαντες καὶ φυγαδεύσαντες καὶ τὰ ἔνοντα πραιδεύσαντες καὶ εὑρεθέντας φονεύσαντες καὶ πυρὶ παραδόντες, ἔρημα καταλελοίπασιν, οὔτε τῆς ἐμῆς δυνάμεως οὔ τε τοῦ παρόντος καιροῦ καὶ τῆς ἐν χερσὶν ὑποθέσεως κατὰ μέρος διηγήσασθαι. Διαφόρους γὰρ πυλυανθρώπους πόλεις ἠρήμωσαν· καὶ γὰρ Ἐλευθερόπολιν παντελῶς ἀεὶ ἀοίκητον ἔθηκαν, πᾶσαν ἐκπορθήσαντες· ἀλλὰ καὶ Ἀσκάλωνα καὶ Γάζαν καὶ Σαρεφαίαν καὶ ἑτέρας πόλεις δεινῶς εἱλκύσαντο· κατὰ δὲ τὰς λεωφόρους λῃσταρχίας καὶ συστροφὰς ἐφεδρεύειν κατατάξαντες, τοὺς παροδεύοντας γυμνοὺς καὶ ἀνείμονας πάντα ἁφῃρημένους, πλήγας δὲ καὶ τραύματα φοροῦντας, ἀπέλυον, χάριν ὁμολογοῦντας ὅτι τοῦ θανάτου τὴν πεῖραν διέφυγον.

[5] Ἀφορμῆς δὲ λαβόμενοι οἱ τῆς πονηρίας ἀνάμεστοι, οὐκ ἀλλήλους μᾶλλον ἠμείνοντο καὶ ποινὰς εἰςεπράττοντο καὶ τὰς οἰκείας ἐξεδίκουν ἀπ᾽ ἀλλήλων ἀδικίας ἐπηρείας· ἀλλ᾽ ἕκαστος λοιπὸν τοῦ ἁρπάζειν τι τῶν αὐτῳ μὴ προσηκόντων ἐφρόντιζε, καὶ ἐξ ἀλλοτρίων χρημάτων καὶ πραγμάτων πλοῦτον ἑαυτῷ ἀθροίζειν καὶ περιποιεῖσθαι ἔσπευδε καὶ ἐπεάγετο. Εἰ δέ που τις αὐτῶν ἔτυχε μῆνιν πρός τινα μάλιστα τῶν Χριστιανῶν κεκτημένος, ὡς εὐκαιρίας δραξάμενος, εὐθὺς αὐτὸν τῆς ζωῆς βιαίως ἀπαλλάττειν καὶ τὰ ὑπάρχοντα αὐτοῦ σφετερίζεσθαι ἠγωνίσατο. Ταύτης οὖν τῆς ἀκαστασίας κρατούσης καὶ δίκην φλογὸς ἀφανιστικῆς πάντα κατανεμομένης, πολλοὶ τῶν ἐν ἄγροις καὶ κώμαις οἰκούντων, παντὰ τὰ ἑαυτῶν ἀφέντες καὶ δεύτερα τῆς ἰδίας θέμενοι σωτηρίας, εἰς τὰς πολυάνδρους ὡς εἰς φυγαδευτηρίους κατέφυγον πόλεις.

[6] Λοιποὶ δὲ οἱ τῶν ἀστέων οἰκήτορες, καὶ μάλιστα τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλεως, [ipsaq; Hierosolyma periclitatur:] τῶν ἰδίων ἕκαστος ἀμελήσαντες ἔργων καὶ ἐγχειρήσεων, τάφρους περὶ τὴν πόλιν ὤρυττον, καὶ τέιχη ἀνοικοδομεῖν ἐπειρῶντο, καὶ πύλας ἐφήμοζον, νύκτωρτε καὶ μετ᾽ ἡμέραν φύλακας καὶ σκοποὺς ἔθεντο, τὰς ἀθρόας καὶ ἀπροόπτους ἐφόδους τῶν λῃστρικῶν ὑφορώμενοι συναγμάτων, φόβῳ πολλῷ συνεχόμενοι καὶ πόρθησιν δεινὴν ἐνδεχόμενοι. Οὐχ ὑπολέλειπτο γὰρ τοῖς ἐρημικοῖς ἄνθραξι καὶ ἀνημέροις καὶ ὀρεσιτρόφοις θηρίοις ἐκείνοις (φημὶ δὴ τῇ τοῦ Ἰεκτὰν φυλῇ) εἰς πᾶσαν τῆς ὀρεινῆς τὴν περίχωρον, χωρίον οὐδὲτίπος ἀνεπίβατος. Ἤδη δὲ ἠπείλουν καὶ τῆς ἁγίας ἐπιβαίνειν πόλεως, καὶ ταύτην ληΐσασθαι, καὶ τοῦ οἰκείου φωσάτου ὀχύρωμα καταστέσασθαι· καὶ ποιεῖν ἐπειράθησαν, πανδημεὶ ταύτης καταστρατεύσαντες καὶ ὁμοθυμαδῶν καθορμήσαντες. Καὶ δὴ ἂν τὰ τῆς προαιρέσεως ἐξετέλεσαν, εἰ μὴ θεία τις δύναμις τοῖς τῆς πόλεως φύλαξι, καίπερ ὀλιγοστοῖς οὖσιν, εἰς ἀντιπαράταξιν αὐτῶν προαπαντήσας συμμαχήσασα, τοὺς μιαροὺς παραδόξως ἥττησε καὶ καταισχυμένους ἀπέστρεψεν καὶ τῆς ἐλπίδος παρέσφηλε, τῶν σεβασμίων τόπων καὶ τῆς Χριστοῦ Ἀναστάσεως μάλιστα φροντίσασα, καὶ τῶν αὐτόθι οἰκούντων πιστῶν ἀνδρῶντε καὶ γυναικῶν καὶ ἀσκητηρίων προνοησαμένη.

[7] [Spoliatur S Charitonis Laura] Μετ᾽ ἔπειτα δὲ εἰς τὰ περὶ τὴν λαῦραν τὴν παλαιὰν τοῦ ἀγίου Πατρὸς ἡμῶν Χαριτῶνος μέρη ἐπισυναχθέντες, καὶ δίκην ἀκρίδος καὶ θεηλάτου ὀργῆς πάσας τὰς κύκλῳ κώμας καταναλώσαντες (τι γὰρ ἤρκει τῆ παμφάγῳ ἀυτῶν γνώμῃ, καὶ χιλιάδων ὄντων τῷ πλήθει) ὕστερον καὶ ἀυτὴν ἐπραῖδευσαν τὴν εὐαγῆ λαῦραν, τὴν Παλαιάν φημι, μηδὲν τοῖς ἐκεῖσε Πατράσι καταλιπόντες τὸ σύνολον, ἀλλὰ καὶ πάνδεινα κακὰ εἰς ἀυτοὺς διαπραξάμενοι, καὶ πολλοὺς ἀυτῶν πολυειδέσι περιβαλλόντες βασάνοις (ἐπὶ ἡμέρας γὰρ ἱκανὰς ἐν ἀυτῇ οἱ λυμεῶνες διετρίψαν) ἠπεῖλαν δὲ μετὰ ὀργῆς, καὶ τοὺς ὀδόντας ὡς ἄγριοι σύες ἠκόνων, καὶ ὡς λέοντες ἕβρυχον κατὰ τῆς ἡμετέρας λαύρας, καὶ ἀυτὸν καταπιεῖν ὀρεγόμενοι. Οὐδὲν γὰρ ἐν πάσῃ καθ᾽ ἡμᾶς περιχώρῳ ἀπόρθητον αυτοῖς μεμένηκεν, ἅυτη μόνη λαῦρα τοῦ ἁγίου Πατρὸς ἠμῶν Σάβα, ὡς ράξ ἐν ἀμπελῶνι μετὰ τρύγητον· ἣν Χρὶστὸς Θεὸς, τὸν κραταιὰν ὑπεκτείνας παλάμην, παραδόξως ἐφύλαττεν, εἰς ἔνδειξιν τῆς πανταδυνάμου αὐτοῦ καὶ ἀνικήτου δυνάμεως καὶ τῆς περὶ αὐτὸν ἐπιμελοῦς προνοίας καὶ ἀγαπήσεως.

[8] [S. Sabæ lauram protegente Deo,] Τίς γὰρ Ἀδελφοὶ, οὐκ ἐθαύμασε καὶ ἐξεπλάγη τὴν τοῦ Θεοῦ σκέπην καὶ προμήθειαν, ἀνορῶν τῶν θεοστυγῶν ἐκείνων τὸ ὀλέθριον ἄθροισμα μὴ μακρὰν ἡμῶν διακείμενον, ὁρμῶντε καὶ ἀπειλοῦν ἡμῖν τὸν ἀπώλειαν, ἀοράτῳ δέ τινι καὶ θείᾳ ἰσχύἳ ὠθούμενον καὶ τῆς πρὸς ἡμᾶς ἐπελεύσεως κολυόμενον; Καὶ τὸ παράδοξον, ὅτι τινὲς ἐχθροὶ τοῦ Χριστοῦ καὶ τῆς λαύρας, ἔκπαλαι γέιτονες ταύτης ὄντες, καὶ κατακυριεῦσαι αὐτῆς καὶ τῶν αὐτῆς ἔκπαλαι διψῶντες καὶ ἐπαπειλούμενοι, καὶ τοιαύτην καιροφυλακτοῦντες περίστασιν, καὶ στάσιν καὶ φύρσιν ἐπιτηροῦντες καὶ ἐνδεχόμενοι, καθ᾽ ἣν ἀδείας καὶ ἀφοβίας παρὰ τῆς ἐξουσίας ἐδράσοιντο, ἔρημον παντελῶς καὶ ἀνοίκητον τεθεῖναι τὴν λαῦραν ἀπηγγέλλοντο.

[9] [quidquid machinarentur vicini] Οὗτοι τοῖνυν, ἐν τῷ μεγάλῳ ἐκείνῳ φωσάτῳ ὄντες ἐπίσημοι καὶ πρωτεύοντες, καθ᾽ ἡμῶν ἀεὶ παροθρύνειν καὶ παροξύνειν τὸ πλῆθος οὐκ ἐπαύοντο, ἄγειν ἀυτοὺς ἐφ᾽ ἡμᾶς ἐπισπεύδοντες. Καὶ οὐδὲ οὕτως ἀυτοῖς τὰ τῆς κακῆς καταθυμίως ἐξέβαινε προαιρέσεως, τοῦ Θεοῦ τῆς τοῦ παμμάκαρος ἡμῶν Πατρὸς καὶ γνησίου αὐτοῦ θεράποντος Σάβα εὐχῆς τὴν τοῦ αὐτοῦ ποίμνην τειχίζοντος, καὶ τὴν τῶν ἐναντίων βουλὴν, ὡς πάλαι τοῦ Ἀχιτοφὴλ, διασχεδάζοντος, καὶ τὴν ἡμῶν φυλακὴν θαυματουργοῦντος ὡς βούλεται ἀμέλει. Ἐν μιᾷ γὰρ τὸ ἀντίθεον σύναγμα οἱ προῤῥηθέντες ἡμῶν δυσμενεῖς ἐπισυρόμενοι, ἐπὶ τὴν λαῦραν ἡμῶν θυμὸν πνέοντες, ἐχώρουν (ὡς ὕστερόν τινες ἀυτῶν διηγήσαντο) οὐχ ἁπλῶς πραιδεύειν ἀυτὴν, ἀλλὰ καὶ παντελεῖ ἐρημῶσει ἐξαφανίσαι προθυμούμενοι. Ἀλλὰ θεία δίκη, καὶ ἡμῶν ἐρημούντων καὶ ἀγνοούντων, ἀυτοῖς προσαπήντησε, τοὺς ἀυτῶν ἀντιπάλους κατ᾽ ἀυτῶν ἐκστρατεύσασα. Ἀισθόμενοι γὰρ οἱ τὴν πόλιν τηρεῖν τεταγμένοι στρατιῶται τὴν τούτων κίνησίν τε καὶ ὁρμησιν (καὶ γὰρ εἶχον κατασκόπους τὰ κατ᾽ ἀυτοὺς ἀκριβῶς μακρόθεν σκοποῦντας καὶ μηνύοντας) δόξαντες ὅτι τῇ πόλει ἐπελθεῖν ἐπισκέψαντο, [ab inimicis iuxta Bethleem cæsi,] προαπήνθησαν ἀυτοῖς ἐν τοῖς κατὰ τὴν ἁγίαν Βεθλεὴμ μέρεσι, καὶ συμβαλόντος πολέμου, πολλοὺς ἀυτῶν ἀνεῖλον, καὶ κατὰ τὴν ἔρημον φεύγοντας ἀπέκτεινον· καὶ ὅυτως ἀντίθεος ἀυτῶν ἀνετράπη σκέψις καὶ βούλευσις.

[10] Ἄλλοτε μῆνος καὶ πλῆθος βαρβάρων παγκάκιστον, ὑπὸ τοῦ διαβόλου καὶ τῶν τῆς λαύρας ἐχθρῶν προβιβασθὲν, [& alias mutuas cædes versi.] συνεφώνησεν ὀρθρῆσαι καθ᾽ ἡμῶν καὶ τὴν λαῦραν ληΐσασθαι. Ἀλλὰ ταύτης ὑπέρμαχος Κύριος τὴν ἀυτῶν πονηρὰν συμφωνίαν διέλυσεν, ὡς πάλαι τῶν ἐπὶ τοῦ Ἑβὲρ πυργοποιύντων τὸν σύμπνοιαν. Ἑυρένθες γὰρ ἔν τινι κόμῃ κεράμους ἱκανοὺς οἴνου μεστοὺς, ὑπὸ φρυγάνοις κεκρυμμένους, ἀπλήστως καὶ ἀμέτρως τοῦ ἀκράτου ἐμφορηθέντες, ἀλλήλους πολεμεῖν ὑπὸ τῆς μέθης ἐτράπησαν· καὶ οὕτως ἀυτῶν βουλὴ διασκορπίσθη καὶ ἄθροισις.

[11] Τούτων οὖν οὕτως τελουμένων (καὶ γὰρ διεκράτησεν τοιαύτη ἀδιαφάνεια καὶ ἀταξία ἐπὶ μῆνας ἱκανοὺς) φόβου καὶ ἀπογνώσεως ἐπικειμένης, [Viuunt interim in metu Lauritæ,] καὶ τῶν ὁδῶν τῆς ἁγίας πόλεως πανταχόθεν σχεδὸν μὴ διοδευομένων, ἐν ποίῳ φόβῳ καὶ τρόμῳ καὶ ἀγωνίᾳ καὶ θλίψει καὶ προσδοκίᾳ δεινῶν καὶ κινδύνων χαλεπῶν καὶ ἀφορήτων οἴεστε ἡμᾶς τὸν τοσοῦτον καιρὸν, ἀγαπητοὶ, διάγειν· τῶν χρεῶν ἡμῶν μετὰ στηρώσεως ἐκ τῆς ἁγίας πόλεως φερομένων καὶ κατὰ τὸν ὁδὸν πλειστάκις ἁρπαζομένων; Διήγομεν δὲ καὶ τὰ πολλὰ ἐπ᾽ ἀκρορείας τινὸς συνηγμένοι, συγκαιόμενοι τῷ καύσωνι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, τὸν αἰφνίδιον τῶν δυσσεβῶν ὁρμὴν καὶ ἔφοδον προσδεχόμενοι. Μήκοθεν δέ πού τινας σκοπευτὰς ἐφ᾽ ὕπερθεν ἐξοχῆς ὅρους καὶ περιοπῆς καταστήσαντες, διά τινος σημείου τὸν τῶν βαρβάρων παρουσίαν, εἰ θεαθείη, καταμηνύειν ἡμῖν παρηγγέλαμεν καθ᾽ ἡμέραν, καὶ μυριάκις, πρὸ τοὺ ἑνὸς φυσικοῦ θανάτου, τῷ φοβῳ καὶ τῇ τῶν αἰκισμῶν ἐλπίδι προαποθνήσκοντες, καὶ μάλιστα τὴν ἔχθραν καὶ δυσμένειαν τῶν προῤῥηθέντων δεινῶς ὑποπτεύοντες.

[12] [& iugiter in speculis degunt,] Πωσάκις πληθύος ἀυτῶν ἐπὶ Ἀραβίας καὶ ἀλλοχόθεν ἐπὶ τὸ μέγα ἀυτῶν φώσατον δι᾽ ἡμῶν παρερχομένης (καὶ γὰρ διαφόρως τοῦτο πεπόνθαμεν, κατὰ συστροφὰς συναγομένων ἀυτῶν πανταχόθεν εἰς ἕνα χῶρον) εἶτα τῆς τούτων παρουσίας μηνυομένης ὑπὸ τῶν σκοπευτήρων, καὶ ὡς ἐφ᾽ ἡμᾶς καὶ δι᾽ ἡμᾶς παραγενέσθαι ὑπονοουμένης, κρουσμάτων τε καὶ σημαιτήρων τούτου ἕνεκα γινομένων, πρὸς τὸ συναχθῆναι πάντας τοὺς Πατέρας ἐν τοῖς ἑαυτῶν κελλίοις ὅντας διεσπαρμένους, ὡς θανάτου παρουσίας μηνυτικὰ τοῦ ξύλου τὰ κρούσματα ἠκροώμεθα; Πολλῷ δὲ πλέον θέα τῶν βαρβάρων καθοπλισμένων καὶ ἱππέων, πολλάκις προβάδην προσιόντων καὶ ἐγγοζόντων, ἐθορύβει καὶ ἐξετάραττεν καὶ τῷ φόβῳ διέλυεν· οἵτινες, βρωμάτων τῶν ἡμετέρων κορεννύμενοι καὶ ἐφοδιαζόμενοι, φονικῶς καὶ λῃστρικῶς περιέβλεπον, τὸν ἐνυπάρχουσαν ἀυτοῖς πρὸς ἡμᾶς πονηρὰν διάθεσιν διὰ τοῦ βλέμματος ὑποφαίνοντες· τοῦ Θεοῦ δὲ ταῖς τοῦ ἁγίου Πατρὸς ἡμῶν Σάβα προσευχαῖς ἀυτοὺς ἀποτρέποντος, ἐπορεύοντο.

CAP. II

[13] Ἐν τούτοις χρόνου πολλοῦ διιππεύσαντος, ἐν ἀγωνίᾳ μὲν ἀμετρήτῃ οἱ Πατέρες διῆγον καὶ φόβῳ συνέχοντο, [certi locum non deserere] εὐχαῖς δὲ καὶ δεήσεσι νυκτὸς καὶ ἡμέρας τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐδέοντο, τὸ συμφέρον ταῖς αὐτῶν ψυχαῖς καὶ εὐάρεστον ἀυτοῖς διαπράξασθαι. Οὐδεὶς μέντοιγε παρ᾽ ἀυτῶν μετέστη τοῦ ἰδίου ἀσκητηρίου, οὐδὲ τὸν λαῦραν κατέλειπε, καίπερ ἀδείας οὔσης ἀυτοῖς ἀναχωρῆσαι καὶ διασωθῆναι εἰς τὰς πολεις, εἴπερ ἐβούλοντο· ἀλλ᾽ ὥσπερ ἐξ αρχῆς τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ καταλείποντες, ὅλους ἑαυτοὺς τῷ Χριστῷ ἀναθέμενοι, αὐτῷ ἠκολούθησαν, καὶ τὸν σταυρὸν ἄραντες καὶ ἑαυτοὺς τῷ κοσμῳ νεκρώσαντες εἰς ταύτην τὸν ἔρημον ὁδηγήθησαν· οὕτως καρτερεῖν καὶ παραμένειν καὶ φέρειν πάντα πειρασμὸν καὶ κίνδυνον ἐπαρχόμενον ἀυτοῖς διεγνώκεισαν, τοῦτο ἀλλήλοις παραινοῦντες καὶ ἀδελφικῶς ἐγκελευόμενοι, ὡς εἰ μὲν θελήσοι Χριστὶς (ᾧ ἐνυμφέσθημεν, καὶ δι᾽ ὃν ταύτην οἰκοῦμεν τὸν ἔρημον, τὴν πατρίδα ἕκαστος ἑαυτοῦ καταλείψαντες) σῶσαι ἡμᾶς ἐκ χειρὸς ἀνόμου καὶ βαρβαρικῆς, δύναται, πάντα ῥαδίως δυνάμενος· εἰ δὲ κελεύει παραδοῦναι ἡμᾶς ταῖς ἐκείνων χερσὶν, καὶ προθανεῖν, πάντως, ὡς ἐπιστάμενος τοῦτο κρεῖττον ὂν καὶ ὑψηλότερον, παραχωρήσειεν.

[14] [ne inconstantes viderentur,] Δεξώμεθα οὖν τὰ παρὰ τοῦ Θεοῦ ὡς συμφέροντα, καὶ μὴ φοβῳ βαρβάρων ἀλιτηρίων ἐπὶ τοὺς κοσμικοὺς θορύβους παλινοστήσωμεν, δειλίας πάθος ἔσχατον νοσειν πᾶσιν ὑπόνοιαν παρεσχόμενοι. Ἐκελεύσθη μὲν γὰρ παρὰ τοῦ Δεσπότου καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, μὴ φοβέσθαι ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὸν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Ὡραῖον μὲν ἰδεῖν ἀπὸ τοῦ κόσμου ἀναχωροῦντας καὶ τῷ Χριστῷ ἀκολουθοῦντας εἰς τὰς ἐρήμους πορεύεσθαι· αἰσχρὸν δὲ καὶ δυσειδὲς καὶ ἐπονείδιστον, τοὺς ἅπαξ ἀποξενωθέντας τοῦ κόσμου καὶ χρόνους οὐκ ὀλίγους ταῖς ἐρήμοις ἐναυλισθέντας, ἐπὶ τὸν κόσμον χωρεῖν καὶ παλινδρομῆσαι διὰ φόβον ἀνθρώπινον, Μὴ καταγελάσῃ ἡμῖν κοινὸς ἐχθρὸς, ὁρῶν ἡμᾶς παρὰ τῶν ὑπασπιστῶν αὐτοῦ ἐκδειματωθέντας καὶ ἐπὶ τὰς πόλεις φεύγοντάς τε καὶ τρέχοντας, πολλάκις παρ᾽ ἡμῶν ἡττηθεὶς καὶ φυγαδευθεὶς, καὶ ὡς κύων διωχθεὶς ἀναιδέστατος, τῇ συμμαχίᾳ Χριστοῦ παντάνακτος.

[15] Οὐκ ἔχομεν πόλεις τειχήρεις καὶ πεπυργωμένας αἷς φρουρηθείημεν· ἀλλ᾽ ἔχομεν ἀκατάλυτον τεῖχος Χριστὸν, [cum Deum habeant defensorem,] ᾧ συννεχῶς μελῳδεῖν παρὰ τοῦ Δαβὶδ μεμαθήκαμεν, Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς καὶ τόπον ὀχυρὸν τοῦ σῶσαί με. Οὐκ ἔχομέν b ἀλυσιδωτὸν θώρακα καὶ χαλκὴν περικεφαλαίαν καὶ βυρσίνην ἀσπίδα, οἷς τὰ βέλη τῶν ὑπεραντίων διακρουσώμεθα· ἀλλ᾽ ἔχομεν τὸν πανοπλίαν τοῦ πνεύματος, ἀγάπης καὶ ἐλπίδος θώρακα, καὶ θυρεὸν πίστεως, καὶ σωτήριον περικεφαλαίαν, οἷς περιφραχθείημεν. Οὐκ ἔχομεν φάλαγγα στρατιωτικὴν ἡμῶν προπολεμῆσαι· ἀλλὰ παρεμβαλεῖ Ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτῶν καὶ ῥύσεται αὐτοὺς· ἡμῖν γὰρ καὶ τὸ ζῇν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος· οὐδὲ γὰρ φιλοζωΐας ἕνεκεν ἐν ταύτῃ τῇ ἐρήμῳ ἠυλίσθημεν. Τίνος χάριν ἐν τῇ ἀοικήτῳ ταύτῃ οἰκεῖν προαιρούμεθα; οὐκ ἔυδηλον, ὅτι διὰ Χριστόν; Ἐὰν οὖν ἐν αὐτῇ ἀναιρεθῶμεν, διὰ Χριστὸν ἀναιρούμεθα, δι᾽ ὃν αὐτὴν οἰκεῖν ᾐρεθησάμεθα. c Τί δὲ τοῦ διὰ Χριστὸν ἀποθανεῖν ἡδύτερον μακαριώτερον τοῦ διὰ τὴν πρὸς ἡμᾶς ἀποθανόντος ἀγάπην;

[16] [& si fugiāt penitus euertenda sit laura,] Τοιούτους λόγους ἀλλήλοις οἱ Πατέρες παρακαλέσαντες καὶ παραθαρσύναντες, εἰλικρινῶς ἑαυτῶν τὰς ψυχὰς καὶ τὰ σώματα τῷ Χριστῷ ἀναθέμενοι, τῇ λαύρᾳ παρέμενον. Ἀλλὰ καὶ ἕτερος λογισμὸς, εὐσεβὴς καὶ θεάρεστος, προςκαρτερεῖν ἑαυτοὺς ἀμετακινήτως ἀνέπειθεν. Εἴδεισαν γὰρ ὡς οὐδὲν τοῖς ἀδίκως εὐφραίνουσιν ἀυτοῖς γείτοσιν ἐρασμιώτερον πέφυκε τοῦ ἐρεμῶσαι καὶ καταστρέψαι τὴν λαῦραν καὶ ταύτην ἰδεῖν ἀπὸ μοναχῶν ἀοίκητον. Εἰ γὰρ ᾔσθοντο, κᾄν πρὸς ὀλίγον, ἀνακεχωρηκότων τὸν μοναχῶν, οὐδὲν ἂν μελλήσαντες προὔργου παντὸς τήν τε ἐκκλησίαν κατέκαιον καὶ τὰ κέλλια κατέλυον καὶ ἠδάφιζον, καὶ ἀοίκητον εἰς τὸ παντελὲς τὸν τόπον τοῦ λοιποῦ ποιῆσαι ἐσπούδασον· ὅπερ ἵνα μὴ γένηται, γενναίως οἱ γενναῖοι προσεκαρτέρουν τε καὶ προσέμενον, οὐχ ὡς κάλαμοι παντὶ ἀνέμῳ περιφερόμενοι, ἀλλ᾽ ὡς πύργοι ἐπὶ πέτρας ἀῥῥαγοῦς τεθεμελιομένοι, οἱ καὶ χειμάῤῥων πειρασμῶν ἐπιῤῥεόντων καὶ πνευμάτων πονηρῶν καταιγίδος προβαλλούσης καὶ προσρηγνυμένης, ἀκλινεῖς καὶ ἀσάλωτοι μεμενήκασι· οὐχ ὑπὲρ λίθων καὶ ξύλων ἁπλῶς προκινδυνεύοντες, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, τοῦ ἐν τῷ τόπῳ τούτῳ ἔκπαλαι καὶ νῦν δοξαζομένου, εἰλικρινῶς τε καὶ εὐαγῶς ἐναρεστουμένου καὶ λατρευομένου ἐν πνεύματι καὶ ἀληθείᾳ.

[17] [quæ tam multis salutem attulit.] Τίς γὰρ οὐκ οἶδεν ὅτι οὐ τοσοῦτον οἱ λιμένες, τοὺς ἐν τῷ πελάγει κινδυνεύοντας ὑποδεχόμενοι, σώζουσιν· ὅσον ἅυτη περιφανὴς καὶ θεόδμητος λαῦρα, τοὺς ἐν τῇ βιωτικῇ θαλάσσῃ νοετῶς ναυαγοῦντας ἐγκολπουμένη, τοῦ ψυχικοῦ ῥύεται θανάτου, καὶ ζωγρεῖ λοιπὸν πρὸς ζωὴν, τῷ Χριστῷ αὐτοὺς δι᾽ ἐναρέτου βίου καὶ πολιτείας ἀκριβοῦς παριστῶσα καὶ παραπέμπουσα. Τῆς οὖν τῶν ψυχῶν ζωτηρίας, τῶν ἐν αὐτῇ νῦν σωζομένων καὶ τῶν ὁσημέραι καὶ εἰς ἀεὶ τῷ Θεῷ σωθησομένων, οἱ γεννάδαι προκινδυνεύειν δίκαιον καὶ ἐποφειλόμενον ὑπάρχειν κεκρίκασιν· ὑπὲρ ἧς ψυχων σωτηρίας καὶ αὐτὸς Χριστὸς, ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ἀποθανεῖν εἵλετο· οὗ κατ᾽ ἴχνος ἑπόμενοι οἱ Χριστοῦ μιμηταὶ καὶ θεράποντες, καὶ αὐτοὶ, ἀντὶ τῆς προκειμένης αὐτοῖς διὰ τῆς φυγῆς τῶν κινδύνων ἀπαλλαγῆς, πᾶν ὅτι οὖν δεινον ἐπαρχόμενον παθεῖν καὶ ὑπομεῖναι προσῄρηνται.

[18] [Ita animatos Deus probandos permisit diabolo.] στεῤῥοῦ καὶ ὑψηλοῦ καὶ περιεσκεμμένου καὶ θεοσόφου φρονήματος! ᾦ λογισμοῦ ευσεβοῦς καὶ θεοθιλοῦς καὶ Χριστόφρονος! Πῶς ὑμᾶς ἀξίως ὑμνίσω, Πατέρες πανόλβιοι, τούστε διὰ Κριστὸν ἀναιρεθέντας καὶ πρὸς αὐτὸν διὰ θανάτου προβεβηκότας, τούστε ἔτι ζῶντας ἐν σαρκὶ, τῇ δὲ προαιρέσει καὶ προθυμίᾳ μαρτυρίσαντας; οὓς ἰδὼν τὰς κινήσεις τῶν καρδιῶν θεόμενος καὶ τῶν προαιρέσεων ἐξεταστὴς Κύριος, τοιαύτην διάθεσιν κεκτημένους θεάρεστον, καὶ τῆς προθέσεως ἀποδεξάμενος καὶ ἐπαινέσας, καὶ τοῖς ἄθλοις αὐτοῖς καὶ τῇ πείρᾳ τῶν αἰκισμῶν, ἐστεφάνωσεν.

[19] Ἐπειδὴ γὰρ ἱκανῶς αὐτοὺς χειρὶ κρυφαίᾳ καὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ παντεπόπτης Χριστὸς ἐπὶ πλεῖστον ἀπημάντους καὶ ἀσινεῖς ἐν μέσοις κινδύνοις παρ᾽ ἐλπίδος ἐφύλαξεν (ὥστε πάντας ἐκπλαγῆναι τὸν τοσαύτην παράδοξον τοῦ Θεοῦ σκέπην τε καὶ ἀντίληψιν) ἵνα μὴ καὶ περὶ τούτων εἴπῃ ἐχθρὸς ὅπερ καὶ περὶ τοῦ δικαίου Ἰὼβ εἰπεῖν τετόλμηκε. Μὴ δωρεάν, φησι, Ἰὼβ σέβεται τὸν Θεόν; οὐ σὺ περιέφραξας τὰ ἔσω αὐτοῦ καὶ τὰ ἔξω; ἀλλ᾽ ἀποστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει καὶ τῶν σαρκῶν καὶ ὀστέων αὐτοῦ, εἰ μὴ εἰς πρόσωπόν σε εὐλογήσει· τάχα δέ που καὶ περὶ τούτων τὰ ἀυτὰ πειραγὴς εἴρηκεν, ἐπεὶ καὶ τὸν Πέτρον ἐξῃτήσατο. Ἵνα οὖν πάσης προφάσεως ἀφορμὴν τῷ ἐχθρῷ Χριστὸς περιέλῃ, καὶ ἔργῳ διδάξῃ τοὺς αὐτοῦ ἀθλητὰς ἐν τοῖς δεινοῖς ἀηττήτους καὶ νικηφόρους, δέδωκεν αὐτῷ ἐξουσίαν, καθὼς βούλεται γυμνάσαι τοὺς ἀσκητάς.

[20] Ὅδε ταύτην περιχαρῶς δεδεγμένος τὴν αἴτησιν, δρομαίως τοὺς ἑαυτοῦ ὑπασπιστὰς καὶ θεράποντας ἐπιζήτει, [a quo collecti e dispersione barbari] δι᾽ ὧν καὶ πρώην τὰ ἀνείκαστα, καθὼς προείρηται, δέδρακε· ἀυτοὺς δὲ εὗρεν διασπαρέντας, καὶ γὰρ ἀυτοὺς φόβος ἐξουσιαστικῆς περουσίας μηνυθείσης ἐσκόρπησεν. Ὅμοι συμμωρίαν τινὰ κακίστην εὑρὼν εὐαρίθμητον, καὶ διὰ τῶν ἔχθρᾳ προκατειλημένων καὶ μῖσος ἄδικον πρὸς τὸν λαῦραν ἡμῶν ἐπανῃρμένων γειτόνων, ὧν προεμνήσθημεν, ἄλλοθεν ἄλλον συναγωγὼν, καὶ συλλεξάμενος θεομάχον σύστημα τὸν ἑξηκοστὸν ἀριθμὸν ὑπερβάινων, τόξοις καθωπλισμένον ἡμῖν περιέστησε. Τούτων οὖν μήκοθεν ἐρχομένων τινὲς τῶν Ἀδελφῶν αἰσθόμενοι, διὰ κραυγῶν καὶ σιμαντήρων τὸν τούτων ἐδήλωσαν ἄφιξιν.

[21] Ἡμεῖς δὲ καίπερ ἐλπίσαντες ἀπηλλάχθαι τῶν δεινῶν (καὶ γὰρ προακηκόαμεν τὸν τῶν βαρβαρικῶν συναγμάτων σκορπισμὸν καὶ διάλυσιν) ἐρημεῖν λοιπὸν τῇ ἁγιᾳ Τεσσαρακοστῇ προσδοκήσαντες (ἐπεὶ δὲ καὶ παρεκβᾶσα ἐτύγχανεν) ὅμως τῶν κατὰ καιρὸν κρουσμάτων καὶ κραυγῶν τὸν κτύπον ἐνηχηθέντες, [accedunt ad lauram:] δρομαῖοι ἐπὶ τὸν συνήθη λόφον κατεπὴχθημεν. Τρισκαιδεκάτη ἦν τοῦ Μαρτίου μηνὸς ἡμέρα, δευτέρα d περὶ τὴν τοῦ ἡλίου ἀνατολήν. Τούτους δὲ μακρόθεν ἐρχομένους ἑωρακότες καὶ πρὸς πόλεμον ἠυτρεπισμένους ἐπεγνωκότες (καὶ γὰρ ξίφος καὶ τόξα ἐκτεταμμένα ἐπετείνοντο) λοιπὸν, πρὸ τοῦ προςπελάσαι αὐτοὺς, τῷ φόβῳ διελύθημεν. Ἐις δύο δὲ τάξεις ἑαυτοὺς οἱ φόνιοι καταμερίσαντες, κατὰ μέσους ἡμᾶς περιβαλεῖν διεσκέπτοντο. Προσεγγίσασι δέ τινες τῶν Πατέρων τολμήσαντες προσαπήντησαν, παρακλητικοῖς αὐτοῖς τιθασσεύειν λόγοις πειρώμενοι. Τοιούτοις δὲ πρὸς αὐτοὺς ἐκέχρηντο ῥήμασιν.

[22] [eis mitigādis progressos obuiam] Τί ἐν τοιούτω, ᾦ οὗτοι, ἡμῖν προσεληλύθατε σχήματι, ὡς πρὸς πολεμίους τινὰς, καὶ τὰ μέγιστα προηδικηκότας, καὶ χείριστα διαπραξαμένους, καὶ μεγάλως ὑμᾶς λωβησαμένουστε καὶ κακώσαντας, καὶ εἰς ἀντιπαράταξιν ὑμῶν ἑαυτοὺς ἑτοιμάσαντας; Ἡμεῖς, ἄνδρες, εἰρηνικοί ἐσμεν πρὸς ἅπαντας· οὔτε γὰρ ὑμᾶς οὔτε ἑτέρους ἐλυπήσαμεν ἐβλάψαμεν πώποτε· καὶ τοσοῦτον ἔριδος καὶ μάχης ἀπεχόμεθα, ὅτι καὶ τὰ ἑαυτῶν καὶ πάντα τὸν κόσμον καταλελοίπαμεν, καὶ εἰς ταύτην, ὡς ὁρᾶτε, κατοικοῦμεν τὴν ἔρημον, ἵνα παντὸς θορύβου βιωτικοῦ καὶ ταραχῆς καὶ ἀντιλογίας καὶ φύρσεως μακρὰν γενόμενοι, δυνηθῶμεν ἀπερισπάστως κλαῦσαι τὰς ἁμαρτίας ἡμῶν καὶ τῷ Θεῷ εὐαρεστῆσαι. Οὐ μόνον δὲ ὑμᾶς οὐδὲν παρεβλάψαμεν, ἀλλὰ καὶ εὐεργετεῖν οὐ διελείπομεν κατὰ δύναμιν. Τοὺς γὰρ ἐξ ὑμῶν δι᾽ ἡμῶν παρερχομένους ξενοδοχεῖν καὶ τρέφειν καὶ διαναπαύειν οὐκ ἐπαυσάμεθα. Μὴ οὖν ἀντ᾽ ἀγαθῶν πονηροῖς ἡμᾶς ἀνταμείψησθε, καίγε ὀφείλοντες συγκροτεῖν ὅση δύναμις, δι᾽ ἅσπερ εἰς ὑμᾶς ἀεὶ εὐποιΐας ἐπιδειξάμεθα. Ἀλλὰ καὶ νῦν πρόθυμοί ἐσμεν βρώμασι τοῖς παρ᾽ ἡμῖν εὐπορουμένοις e ἀφθόνως ὑμᾶς δεξιώσασθαι καὶ συνήθως διαναπαῦσαι.

[23] [pecuniam poscunt,] Οἱ δὲ, Οὐ βρωμάτων ἀλλὰ χρημάτων ἕνεκεν ἐνταῦθα παραγεγόναμεν, μεθ᾽ ὕβρεων καὶ ἀπειλῶν, ἀπεκρίναντο· ἓν οὖν τῶν ἀμφοτέρων ὑμῖν πρόκειται, χρήματα ἡμῖν παρασχεῖν, πλῆθος ὀνομάσαντες, διαχειρισθῆναι τοῖς βέλεσι. Πρὸς οὓς αὖθις οἱ ἡμέτεροι ἀπεκρίθησαν· Πιστεύσετε, ᾧ ἄνδρες, πιστεύσετε ὅτι ταπεινοί ἐσμεν καὶ πτωχοὶ καὶ πανάποροι, οὔτε ἄρτου εἰς κόρον ἀεὶ εὐποροῦντες καὶ ἐμπιπλόμενοι· ἀλλ· οὐδὲ ἀμφίων καὶ ἱματίων κεκτήμεθα περιουσίαν καὶ πολυτέλειαν. [& hac nogata] Εἰ δὲ χρυσοῦ ποσότητα λέγετε, οὐδὲ κατὰ ὄναρ ἐφαντάσθημεν πώποτε· μόνοις γὰρ τοῖς ἀναγγαίοις, καὶ τούτοις ἐνδεῶς, αὐταρκούμενοι, μετὰ στενώσεως ἐνθάδε τὸ ζῇν διανύομεν. Οἵδε, ὥσπερ τὰ μέγιστα ὑβρισμένοι, ὀργῇ ἐξαφθέντες, τὰ βέλη λοιπὸν ἀφειδῶς ἐπαφίεσαν, νηφάσι χειμερινοῖς ἁμιλλώμενα, καὶ οὐ πρότερον ἔληξαν πρὶν αὐτῶν τὰς φαρέτρας ἐκένωσαν. Τῶν μέν τοι Πατέρων ἐπλήγησαν ἔγγυς τῶν τριάκοντα, οἱ πλεῖστοι μὲν καιρίως, οἱ δὲ καὶ ἐπιπολαίως.

[24] [telorū imbrem effudunt in monachos:] Τινὰ οὖν μέτριον τῆς μανίας κόρον λαβόντες οἱ τῆς πονηρίας ἀκόρεστοι, ἐπὶ τὰς κέλλας ἐχώρουν, τὰς μὲν θύρας μεγάλοις κατακλῶντες λίθοις τὰ δὲ ἔνδον ἁρπάζοντες ἀποκείμενα. Ἡμεῖς δὲ, τούτων ἐν τούτοις ἀσχολουμένων, τῶν πληγέντων Ἀδελφῶν ἐφροντίζομεν· οὓς βαρυμένους καὶ στένοντας ἀνελόμενοι εἰς τὸ πλησιάζον κελλίον ἐισηγάγωμεν, καὶ τὰ ἐμπεπηγότα βέλη ἀνεσπῶμεν, οὐχ ἧττον αὐτῶν τῷ βέλει τῆς ἀθυμίας καὶ συμπαθείας τάς καρδίας πεπληγμένας ἔχοντες, ὁρῶντες αὐτοὺς πεφυρμένους τοῖς αἵμασι κατὰ διαφόρους τόπους τοῦ σώματος, καθ᾽ οὓς καὶ τὰς τρώσεις ἐδέξαντο. Οἱ μὲν γὰρ ἐν τοῖς στέρνοις, οἱ δὲ ἐν τοῖς μεταφρένοις, οἱ δὲ τῷ προσώπῳ τὰ βέλη ἔφερον ἐμπεπασμένα· ἦσαν δὲ οἱ καὶ λίθοις τὰς κεφαλὰς τραυματισθέντες, [quorū vulneratos ad 30 curat Thomas,] τὰς ὄψεις εἶχον μεμολυσμένας τοῖς αἵμασι· πάντας δὲ ρἷγος καὶ τρόμος καὶ ὀδόντων βρυχμὸς καὶ θανάτου συνεῖχεν ὠχρίασις. Οὓς ἀνακλίνας πανάριστος ἰατρὸς καὶ εὐλαβέστατος Ἀββᾶς Θωμᾶς, μετὰ ταῦτα τῆς παλαιᾶς χειροτονηθεὶς λαύρας Ἡγούμενος, τῆς προσηκούσης ἐπιμελείας ἠξίου.

[25] Οἱ δὲ ὄντως ἐρημικοὶ ἄνθρακες καὶ λυμαντήριοι καὶ θηριότροποι βάρβαροι, [interim dū illi cellas oomburūt,] ὡς οὐδὲν αὐταρκὲς τῇ πονηρᾷ αὐτῶν γνώμῃ ποιήσαντες (καίπερ πλείστους τόγε ἐπ᾽ ἀυτοὺς ἀνελόντες καὶ τὰ ἐνόντα πραιδεύσαντες) πυρίκαυστα θεῖναι τὰ κελλία μανικῶς ἐνεχείρησαν. Θάμνους γὰρ τὰ λεγόμενα μανούθια ἐν ἑκάστῳ ἑυρίσκοντες (εἰώθασι γὰρ οἱ Πατέρες ἀυτὰ συνάγειν καὶ ἀποτίθεσθαι) ἑτοίμως λοιπὸν δι᾽ ἀυτῶν τὰ οἰκήματα ἐνεπύριζον. Ἡμεῖς τὰς φλόγας εἰς ὕψος αἰρουμένας, καὶ τοὺς καπνοὺς εἰς αἰθέρα βλέποντες ἀναπεμπομένους τὰς καρδίας ἐπυρπολούμεθα, καὶ ὀδύνῃ ἀφάτῳ καὶ σκοτώσει καὶ ἀπορίᾳ δεινῶς ἐκρατούμεθα, [idem de ecclesia facturi] ὡς τῆς λαύρας ἀπεγνωκότες (ἤδη γὰρ τὸν ἐκκλησίαν πυρίφλεκτον καταλιπεῖν ἐβουλεύοντο) μόνον δὲ εἰς οὐρανὸν τὸ ὄμμα ἀνατείναντες ἐκεῖθεν τὴν βοήθειαν πεμφθῆναι ἡμῖν ἐδεόμεθα, τὰς τοῦ ἀγίου Πατρὸς ἡμῶν Σάβα πρεσβείας ἐπικαλούμενοι.

[26] [nisi suspicio aduentātis subsidij eo dissipasset.] δὲ τῶν καταπονουμένων ἀντιλήπτωρ Θεὸς, ἐγγὺς πᾶσιν ἐπικαλουμένοις ἀυτὸν ἐν ἀληθεία, ἠυδόκησεν μήκοθέν τινας ὀλίγους φανῆναι· οὓς ἰδόντες οἱ ἄνομοι ἐκεῖνοι καὶ εἰς ἡμετέραν ἀυτοὺς ὑποπτεύσαντες ἥκειν ἐπικουρίαν τε καὶ βοήθειαν, δείσαντες δὲ μὴ καὶ ἑτέρους προσεπελεύσεσθαι, τοῦ Θεοῦ ἀυτοὺς ἀποσοβήσαντος, τὰ σκύλα βαστάσαντες, ἀνεχώρησαν. Ἀλλ᾽ οὐδὲ ἀναχωρησάντων ἐκείνων, [quorum reditum metuentes Patres] ἡμῶν φόβος ἐλώφησεν· ἐδεδῄειμεν γὰρ τὴν ἀυτῶν ἐπανέλευσιν. Μέχρι δὲ τῆς τοῦ ἡλίου δύσεως καὶ τῆς τοῦ φωτὸς ἐκλείψεως ἀμετακίνητοι διετελέσαμεν, τῇ δὲ κᾀκεῖδε τὸ ὄμμα περιπέμποντες, ὡς τὴν τούτων ἐπάνοδον ὑφωρώμενοι.

CAP. III

[27] Κᾀπὶ τὸν ἄυριον δὲ πρωΐθεν ἕως ἐσπέρας βαθείας, ἐν τῷ αὐτῷ συναγόμενοι τόπῳ, [totam hebdomadem collecti manent;] λειτὰς καὶ προσευχὰς πανημέριοι ἐπετελοῦμεν, τῷ αὐτῳ δέει κρατούμενοι. Ὣςάυτως δὲ καὶ πᾶσαν ἐκείνην τὸν ἐβδομάδα ποιεῖν οὐκ ἐπαυσάμεθα· ὁμοῦ δὲ πάντες συνηθροιζόμεθα, τοῦτο μὲν παράκλησιν καὶ παραμυθίαν ἱκανὴν ἐξ ἀλλήλων καρπούμενοι· εἴτε γὰρ ζῇν εἴτ᾽ οὖν ἀποθνήσκειν σὺν ἀλλήλοις ἠυχόμεθα· τοῦτο δὲ καὶ τὰς βασάνους ἐγκλίνοντες, ἃς τοῖς καταμόνας εὑρισκομένοις ἐπέφερον, ὡς καὶ ἐν λαύρᾳ τῇ παλαιᾷ πεποιήκασι, τινὰς πυρὶ διαφλέξαντες καὶ ἑτέρας βασάνων ἰδέας ἐπινοήσαντες.

[28] Ἐν τούτοις ἐκείνην τὸν ἑβδομάδα διελθόντων ἡμῶν, ὀψὲ σαββάθῳ, περὶ δευτέραν τῆς νυκτὸς ὥραν, [deinde intelligunt ex Palæo-lauritis redire barbaros] ἐν τῇ ἐκκλησίᾳ τὴν συνήθη τῆς Κυριακῆς ἀγρυπνίαν ἐπιτελούντων, ἰδοὺ δύο μοναχοὶ, ἐυλαβεῖς καὶ στεῤῥόφρονες, δρομαῖοι καὶ ἠπειγμένοι καὶ ἱδρῶτι περιῤῥεόμενοι παρεγένοντο, οὓς οἱ τῆς παλαιᾶς λαύρας τίμιοι Πατέρες, τὸν τῆς ἀγάπης τηροῦντες νόμον καὶ φιλαδελφικῆς συμπαθείας πυρσῷ συγκινουμενοι, πρὸς ἡμᾶς ἀπεστέλκασι, ταῦτα ἀπαγγέλλοντες Ὅτι, φησὶν, οἱ πρὸ ἓξ ἡμερῶν ἐπιῤῥίψαντες ὑμῖν ἀσεβεῖς καὶ παμμίαροι, πᾶσαν ταύτην τὴν ἑβδομάδα συνλῃστὰς καὶ συναποστάτας ἐπισυνάγοντες, καὶ εἰς πλῆθος μέγα γενόμενοι, ταύτῃ τῇ νυκτὶ ἐπιπεσεῖν ὑμῖν καὶ τὴν λαῦραν ἐρημῶσαι φρυάττονται, [extrema minitantes] ἀπειλοῦσι δὲ πᾶν ὅτι δεινὸν καὶ πᾶν χαλεπὸν εἰς ὑμᾶς διαπράξασθαι, θυμοῦ καὶ ὀργῆς πεφυκότες μεστοὶ· τοῦτο γὰρ παρά τινων συμφυλητῶν αὐτῶν, γειτνιαζόντων ἡμῖν, μαθεῖν ἠδυνήθημεν. Ἤδη δὲ καὶ τὰς πρὸς ὑμᾶς πορείας ἐκ τῶν καθ᾽ ἡμᾶς μερῶν δύνοντος τοῦ ἡλίου ἀπήρξαντο, καὶ ἡμεῖς ἔμφοβοι καὶ ἐναγώνιοι ἀφηκόμεθα τρέχοντες, καὶ f ἑαυτοὺς παρεβουλεύσαμεθα, τὸν αὐτῶν κατὰ τὸν ὁδὸν δειλιῶντες ἀπάντησιν. Ἔι τι οὖν πάρεστιν ὑμῖν ποιεῖν, ἐν τάχει ποιήσατε.

[29] [sic consternatis] Ἡμεῖς δὲ ταύτην τὴν ὀδυνηρὰν ἀγγελίαν ἀκούσαντες, ρομφαίαν ὥσπερ ἕκαστος ἐν τῇ καρδίᾳ δεξάμενος, καὶ τῇ ἀπορίᾳ ἰλιγγιάσαντες, καὶ τῷ πάθει σκοτοδινήσαντες, τὰς δυνάμεις καὶ τοὺς ἁρμοὺς ἐξελύθημεν· θορύβου δὲ καὶ ταραχῆς πληρωθέντες, τινὰς μὲν ἐν τῇ ἐκκλησίᾳ ψάλλειν ἀφήκαμεν, οἱ πλείονες δὲ τὸ σύνηθες ἀκρωτήριον κατελάβομεν, κᾀκεῖσε μέχρις ὄρθρου διανυκτερεύοντες τῷ κρύει σχεδὸν ἐπηγνύμεθα· ἔνδοθεν μὲν τοῦ φόβου τὸ αἷμα συστέλλοντος, ἔξωθεν δὲ τοῦ ψυχους πάλιν αὐτὸ συνωθοῦντος καὶ συνελαύνοντος. Οὐ μὲν τοιγε τῆς ἐυχῆς ἠμελοῦμεν, εἰ καὶ τῆς ἐκκλησίας ἐντὸς οὐχ ὑπέρχομεν· μᾶλλον μὲν ὅλον τὸν νοῦν καὶ πάντας τοὺς λογισμοὺς καὶ πᾶσαν ἐνθύμησιν ἔξω ῥεμβομένην ἐπισυνάξαντες, ἀκραιφνέσι ἐυχαῖς καὶ ἀρεμβάστοις ἐντεύξεσι πρὸς τὸν δυνάμενον σώζειν ἐκ κινδύνων Θεὸν ἐκεχρήμεθα, ὡς εἰς τὴν ἔξοδον λοιπὸν τῆς παρούσης ζωῆς ἑαυτοὺς ἑτοιμάζοντες. Ἄλλος δὲ ἀλλαχοῦ ἐσκόπει καὶ ἐβλέπει, καὶ τὸ οὖς ἐπεῖχε προσεχῶς εἰς ἀκρόασιν, τὸ πόθεν αὐτοῦ ἐπιβαίνοντας ἴδοι καὶ ἄισθοιτο. Πολλάκις γοῦν καὶ τοῦ τυχόντος θέα καὶ κίνησις πάντας ἡμᾶς ἐξεθρόησε, τῶν ἀθέων νομισθεῖσα ἄφιξις.

[30] [nuntiatur ex monasterio S. Euthymij] Ἐν τοιαύτῃ συγχύσει διαγόντων ἡμῶν καὶ δέους ἐμπεπλησμένων καὶ ἀνίας καὶ φύρσεως, ἰδοὺ δύο τινὲς ἐσπευσμένως βαδίζοντες, προἳόντες ἐφαίνοντο. Ὡς δὲ πλησίον γεγόνασιν, μὲν εἷς γέρων ἑωρᾶτο μόναχος ὁλοπόλιος, τὸν δὲ ἕτερον διασωστὴν ὥσπερ τῆς ὁδοῦ καὶ ὁδηγὸν ἐφέρετο· ὃς τῷ δρόμῳ κεκμηκὼς καὶ τῷ πένθει συνεχόμενος, τὸν λόγον προσέφερεν τῷ συνεχεῖ διακοπτόμενον ἄσθματι, ἄναρθρον καὶ ἀτράνωτον· ἐπιστολήδιον δὲ τῇ χειρὶ προβαλλόμενος, ἐξ αὐτοῦ μαθεῖν ἠξιοῦ τῆς αὐτῶν παρουσίας τὸ αἴτιον. Τὴν οὖν ἐπιστολὴν ἀναπτύξαντες, καὶ διὰ τοῦ σεληναίου φέγγους ἀναγνῶναι δυνηθέντες, ἔγνωμεν αὐτὴν παρὰ τῶν Πατέρων τῆς ἐυαγοῦς μονῆς τοῦ σημειοφόρου Πατέρος ἡμῶν ἁγίου Εὐθυμίου, ἀγάπης δεσμῷ πνευματικῆς πρὸς ἡμᾶς γραφεῖσαν, περιέχουσαν τάδε· Γινώσκειν ὑμᾶς βουλόμεθα, Πατέρες, ὡς ἔγνωσται ἡμῖν παρὰ τῶν ἀκριβῶς εἰδότων, ὅτι συναγωγὴ πονηρευομένων, ἐκ τῶν κατὰ βοῤῥὰν μερῶν τῆς ἁγίας πόλεως ἐπὶ κακῷ συναθροισθεῖσα, σκέπτεται ταύτῃ τῇ νυκτὶ ἐπιῤῥίψαι ὑμῖν, καὶ τὴν λαῦραν πραιδεῦσαι καὶ ἐρημῶσαι· ἀλλ᾽ ἑαυτοὺς ἀσφαλίσασθε. Εὔξασθε ὑπὲρ ἡμῶν.

[31] Ταύτην κομισάμενοι τὴν ἐπιστολὴν, ἔγνωμεν ὅτι ἑτέρα κουσωδία ἐστὶν ἅυτη, [aliā quoque turbā aliunde venire,] καὶ ἄλλη περὶ ἧς οἱ Παλαιοι-λαυρῖται ἐδήλωσαν. Οἱ γὰρ τῆς ἡμετὲρας λαύρας καὶ τῆς ἑαυτῶν σωτηρίας ἐχθροὶ, οὓς προωνομάσαμεν, ὡς μὴ ἀρκεσθέντες μιᾷ πονηρῇ ὁμηγύρει, καὶ ἕτερον ἀνδροφόνων σύστημα καὶ σύστρεμμα συνεκρότησαν, ἵνα ἀμφοτέρους συνάψαντες, πανπληθεὶ ἡμῖν ἐπιῤῥίψωσιν. Ταῦτα διδαχθέντων ἡμῶν ἐδιπλασίσθη ἐφ᾽ ἡμᾶς φόβος καὶ δειλία, καὶ τὸ πένθος ἦν ἀφόρητον, καὶ κίνδυνος ἀδιάφυκτος. Μηδεμίαν δὲ ἐξ ἀνθρώπων ἀπὸ γῆς βοήθειαν εὑρεῖν ἐλπίζοντες, εἰς οὐρανοὺς τὰς χεῖρας καὶ τοὺς ὀφθαλμοὺς ἀνετείναμεν, καὶ τὸν ἐφορῶντα Θεὸν τὴν ἀνάγκην καὶ θλίψιν ἡμῶν μετὰ δακρύων καὶ στηναγμῶν ἀναγγέλλοντες ἱκετεύομεν.

[32] Ἔπιδε, λέγοντες, ἐπὶ τὴν ταπείνωσιν καὶ θαλαιπωρίαν ἡμῶν, Δέσποτα, [quare ad Deum spes precesque conuertunt.] καὶ μὴ ἀποστρέψῃς τὸ πρόςωπόν σου ἀπὸ τῶν δούλων σου. Οἶδας, Κύριε, ὅτι διὰ τὸ ὄνομά σου τὸ ἅγιον ἕκαστος ἡμῶν τὸν ἑαυτοῦ οἶκον καὶ τοὺς ἰδίους καὶ συγγενεῖς παρεάσας, εἰς ταύτην τὴν τραχεῖαν καὶ ἄνικμον καὶ ἀπαρηγόρητον ἐλέλυθεν ἔρημον, οὔ τινος ἐπιγείου κέρδους ἕνεκεν, ἀλλὰ ἵνα τῆς σῆς δόξης καὶ τῆς θέας τοῦ προςώπου σου μὴ ἐκπέσωμεν. Καὶ νῦν ἐλθὲ εἰς βοήθειαν ἡμῶν, ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστι βοηθῶν. Ἰδοῦ οἱ ἐχθροί σου, Κύριε ἤχησαν· ἰδοῦ οἱ μισοῦντές σε ᾖραν κεφαλὴν. εἶπον, Δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα τοῦ πνευματικοῦ Ισραὴλ ἐν ταύτῃ τῇ ἐρήμῳ ἔτι. Ἐπιστάμεθα καὶ πιστεύομεν ὅτι ἐὰν θέλῃς ἀορασίᾳ αὐτοὺς πατάξαι ὡς τοὺς Σύρους ἐπὶ Ἐλισσαίου, δι᾽ Ἀγγέλου ἐν μιᾷ ῥοπῇ θανατῶσαι ὡς τοὺς

deest folium

καὶ ἀφειδῶς ἔπληττον ἕκαστος τῷ μετὰ χειρὸς κατεχομένῳ ὅπλῳ, ξίφει ῥοπάλω, ῥάβδῳ τόξῳ· οἱ πολλοὶ δὲ λίθους μεγάλους καὶ χειροπληστεῖς ἀπὸ γῆς ἑλόμενοι καὶ ταῖς δυσὶ χερσὶν εἰς ὕψος αἴροντες; πάσῃ τῇ ἰσχύει αὐτῶν κατὰ τῶν Ἁγίων ἔβαλλον.

[33] [Barbari promiscue in Patres sæuiunt.] Ἀλλ᾽ οἴμοι! πῶς τῆς φρικτῆς καὶ ἐλεεινῆς ὥρας ἐκείνης τὴν ἀνάμνησιν ἀδάκρυτι ἐνέγκω; πῶς παραστῆσαι δυνήσομαι τῷ λόγῳ ἅπερ οἱ ὀφθαλμοὶ ἡμῶν ἑωράκασιν; Ου᾽ δὲ γὰρ εἰ δέκα μοι γλῶσσαι εἴην καὶ τοσαῦτά γε νῦν τὰ στόματα· ὡς ἀληθῶς γὰρ τῶν πραγμάτων λόγος κατὰ πολὺ ἐλάττων τε καὶ καταδεέστερος, καὶ οὔτε τὰ δι᾽ ἀκοῆς παραλαμβανόμενα φαντασθῆναι δύνανται, ὡς τὰ δι᾽ ὄψεως θεωρούμενα· δὲ πεῖρα καὶ αἴσθεσις ἀμφοτέρων χαλεπωτέρα. Οὐ δὲ γὰρ οὕτως δρυτόμοι τινὲς καὶ ξυλοκόποι πολυδένδρῳ ἐμπεσόντες ὕλῃ ἀφειδῶς αὐτὴν κατακόπτουσιν, ὡς δίωμοι οὗτοι καὶ θηριώδεις καὶ ἀπάνθρωποι βάρβαροι, καθ᾽ ἅπερ ἐν μακέλλῳ, τὰ σώματα τῶν Πατέρων ἀνηλεῶς καὶ ἀσυμπαθῶς ταῖς πληγαῖς ἔκοπτον· οὐχ ὥστε ἐκφοβῆσαι μετρίως ἀλγῆσαι, ἀλλ᾽ ἤδη λοιπὸν θανατῶσαι καὶ πικρᾷ τελευτῇ παραδοῦναι. Τοὺς μὲν γὰρ ξίφεσιν ἔπαιεν τὰ μετάφρενα, τῶν δὲ λίθοις μεγάλοις καὶ βαρέσι τὰς κεφαλὰς κατέθλων, τῶν δὲ τὰς κνήμας συνέτριβον, ἄλλων ξύλοις πέτραις τὰ πρόσωπα ἔτυπτον· καὶ οὐκ ἦν ἰδεῖν τινα μὴ τῷ λύθρῳ μεμολυσμένον, καὶ βεβαμμένον καὶ περιῤῥεόμενον αἵματι. Ὥσπερ δὲ λύκοι ἀγέλῃ προβάτων ἅμα ἠθροισμένῃ καὶ συνεχεῖ ἐμπεσόντες διασκορπίζουσι, οὕτως καὶ οὗτοι οἱ ἄγριοι καὶ ἀνήμεροι καὶ θηριότροποι τοῖς λογικοῖς καὶ πρᾴεσι τοῦ Χριστοῦ θρήμμασι ἐμπηδήσαντες, τὴν συνέχειαν αὐτῶν διέλυσαν.

CAP. IV

[34] Εἶτα ἱκανῶς ὡς ἐν χαλκείῳ τοὺς Ὁσίους σφυροκοπήσαντες, πάντας πανταχόθεν λίθων βολαῖς καὶ τραχέσι καὶ ἀπηγριωμέναις βωαῖς ἄνωθεν διὰ τοῦ χειμάῤῥου εἰς τὴν ἐκκλησίαν συνέλαυνον. [Ioānes Hogumeniarcha crudeliter raptatur] Τινὲς μὲν οὖν τῶν Ἀδελφῶν τὴν βίαν ταύτην καὶ ἀνάγκην παθόντες, ἑαυτοὺς περικρυβεῖν ἐπειρῶντο, ἐν σπηλαίοις καὶ σχίσμαις ὀρέων καὶ ῥαγάσιν ὑποδυόμενοι, ὀλίγον δὲ ὅμως λαθεῖν ἐδυνήθησαν. Τὸν οὖν Ἡγουμενιάρχην, τοι τὸν εἰς ὑποδοχὴν τεταγμένον τῶν εἰς τὸ Ἡγουμένιον καταλυόντων ξένων, Ἰωάννην τῷ ὀνόματι, εὐλαβῆ δὲ καὶ ἐπιεικῆ τῷ τρόπῳ, νέον δὲ τῇ ἡλικίᾳ, οἱ τοῦ διαβόλου δορυφόροι γνωρίσαντες, μυρίας πληγὰς καὶ λίθων βολὰς ἐπιθέντες καὶ νευροκοπήσαντες, ἡμιθανῆ πῶς ἀφέντες, οὐκ ἔτι διά τῶν οἰκείων ποδῶν εἰς τὴν ἐκκλησίαν ἐλαυνόμενον κατιέναι παρείασαν (ἢ μὴ ἰσχύοντα διὰ τὴν τῶν πληγῶν ἀνάγκην, πρὸς μείζονα κόλασιν) ἀλλ᾽ ἀπὸ τῶν ποδῶν σύροντες οἱ ἄσπλαχνοι καὶ ἀνηλεεῖς, διὰ πετρῶν καὶ τραχυτάτων λίθων ἄνωθεν ἐκ τοῦ ὄρους ἀκρωρείας ἕως τῆς ἐκκλησίας καθείλκυσαν (ὡς εἴ τις κτῆνος κτησιμαῖον ξύλον εὕροι ἀναίσθητον) πᾶσαν δὲ τὴν δερματίδα τοῦ νώτου καὶ τῶν ὀπισθίων μερῶν ἐκδείραντες (καὶ γὰρ οὐκ ὀλίγον ἦν τὸ τῆς ὁδοῦ μῆκός τε καὶ διάστημα, καὶ τοῦτο κάταντες) ὀλιγοπνέοντα ἐν τῇ αὐλῇ τῆς ἐκκλησίας κατεθηκαν· ὁς τῷ καπνῷ πάλιν βασανισθεὶς, τῷ Κριστῷ τὴν ψυχὴν παρέδωκε μετὰ τῶν ἄλλων Ὁσίων, περὶ ὧν σὺν Θεῷ ῥηθήσεται

[35] [Fugit Sergius] Ἦσαν οἱ τοῦ σοφοῦ τῆς κακίας μαθηταὶ καὶ τοῦ φρονίμου εἰς τὸ κακοποιῆσαι ὄφεως υἱοὶ καὶ ἐχιδνῶν γεννήματα, τινὰς ἐξ ἑαυτῶν ἐν ὑψηλοτέροις τόποις στήσαντες πρὸς τὸ σκοπεύειν εἴ τινα διαφεύγειν βουλόμενον θεάσοιντο, ἵνα ἐπίσχωσι καὶ κωλύσωσιν αὐτὸν καὶ εἰς τὸν λαῦραν καὶ ἐκκλησίαν ἄκοντα ἀποστρέφωσι. Τὶς τοίνυν Δαμασκηνὸς τῷ γένει, Σέργιος τὴν προσηγορίαν, ἰδὼν τοὺς Πατέρας ὑπὸ τῶν βαρβάρων βαρβαρικῶς μετὰ τοςαύτας πληγὰς εἰς τὸν ἐκκλησίαν ἐλαυνομένους καὶ συνωθυμένους (τοῦ βασανίσαι αὐτοὺς ἕνεκεν τοῦτο οἱ τριςάθλιοι καὶ κακεντρεχεῖς ἐπενόησαν καὶ ἐπετήδευσαν) ἐγνώριζε δὲ τόπον ἐν παραβύσῳ ἐν ᾧ τινα τῆς ἐκκλησίας ἱερατικῶν πραγμάτων κεκρυμμένα ἐτύγχανον· καὶ γὰρ μαθητὴνς ὑπῆρχε τοῦ καθοσιωμένου Ἡγουμένου. [ne vasa ecclesiæ cogatur prodere:] Φοβηθεὶς οὖν μή ποτε, ὡς ἄνθρωπος τὸν βίαν τῶν βασάνων μὴ φέρων, τὸν τόπον καταμηνύσῃ καὶ παρὰ τοῦτο κρίμασι ὑποπέσῃ, ὡς προςδοὺς τὰ ἅγια τοῖς κυσὶ καὶ τὰ τῷ Θεῷ προσενεχθέντα τοῖς τοῦ σατανᾶ παρασχων θεραπευσταῖς, ᾤετο δεῖν Μακάριος καὶ κρεῖττον φυγεῖν ὑπάρχειν, καὶ τὴν τοῦ τοιούτου κρίματος κερδῆσαι φυγὴν καὶ ἐκλύτρωσιν.

[36] [& quia deprehensus redire abnuit,] Τοῦτον τοιγαροὖν δρόμῳ ὑποχωροῦντα καὶ μακραν που τῆς λαύρας γενόμενον, οἱ ἐν τοῦτο τεταγμένοι φύλακες θεασάμενοι, καταβάντες συνέλαβον, καὶ δὴ ξίφεσι νύττοντες εἰς τὸν λαῦραν πάλιν ὑποστρέφειν ἠνάγκαζον. δὲ εὐθαρσεῖ καρδίᾳ καὶ ἀδειλάντῳ φρονήματι πρὸς αὐτοὺς ἀπεκρίνατο, Οὐχ ὑποστρέφω κελευόντων ὑμῶν, οὐ δὲ γὰρ δι᾽ εὐχῶν καὶ θεοσεβείας εἰς τὸν ἐκκλησίαν ἡμᾶς εἰσιέναι κελεύεται σήμερον. Οὗ τὸν ἀνδρέιαν καὶ ἔνστασιν καὶ αὐτοὶ οἱ βάρβαροι κατεπλάγησαν, πάλιν δ᾽ ἐμβριθῶς καὶ ἀναιδῶς καθυβρίζοντες καὶ λίθοις κόπτοντες, ἐπανιέναι προσέταττον. δὲ οὐ δ᾽ ὁλως αὐτῶν ἐπειθάρχει τῷ ἐπιτάγματι. Τοῦτον τοίνυν γυμνὸν ἐπανατείνοντες διεβεβαιοῦντο αὐτὸν καρατομήσειν, εἰ μὴ ἐπαναδράμῃ ἐπιτρεπόμενος. δὲ γενναῖος ἀθλητὴς τὴν ταύτην καρτερίαν ἐπιδεικνύμενος, κατ᾽ ἀνατολὰς αὐτὸν τρέψας καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὅμου τε τοῦ σώματος πρὸς τὸν ἐν οὐρανοῖς οἰκοῦντα Χριστὸν ἄρας, πρὸς αὐτοὺς ἀπεφθέγγετο· Ἐγὼ μὲν δι᾽ ὑμετέρας κελεύσεως τὸ τέως ἐκεῖσε οὐκ ἐπανέρχομαι· εἰ δέ μου τὴν κάραν ἀφελέσθαι, ὥς φατε, βούλεσθε, τοῦ Χριστοῦ παραχωροῦντος, οὐκ ἔστιν ὑμῖν οὐδὲν τὸ ἐμπόδιον. Ταῦτα δὲ λέγων καὶ τὸν αὐχῆνα ὑπέκλινε· τοῦτο δέ τις τῶν Ἀδελφῶν συνευρεθεὶς καὶ στραφεὶς ἐξηγήσατο.

[37] [primus amputato capite Martyr obit.] Ἀναπηδήσας δέ τις τῶν ἀποστατῶν, ζήλῳ καὶ θυμῷ βράσας καὶ τὸν διάβολον ἐγκυμονήσας, παρὰ τοῦ ἑαυτοῦ ἑταίρου τὸ ξίφος ἀποσπάσας, τοῦ Μακαρίου τὸν τράχηλον ἔπαισε· μὴ κορήσας δὲ τὴν ἰδίαν μανίαν, τὸν δευτέραν αὐτῷ πληγὴν καὶ τρίτην ἐπήγαγεν. Εἴς τινα δὲ χείμαῤῥον ὠθήσαντες, λίθους αὐτῷ μεγάλους ἐπέῤῥιψαν, ὥστε σχεδὸν ὅλον συνθλάσαι τοῦ Ὁσίου τὸ σκήνωμα. Οὕτως γενναίως κατὰ τῆς τοῦ Χριστοῦ μεθοδείας ἀγωνισάμενος, καὶ πρὸς τὴν ἁμαρτίαν ἀντικαταστὰς μέχρις ἅιματος, μηδὲν τῆς ἅκρας ἀρετῆς ὅλως ὑποχαλάσας τε καὶ ὑφέμενος διὰ δειλίας πάθος ἀγεννὲς καὶ οἰκτρότατον διὰ θανάτου φόβον παρόντα καὶ ἀπειλούμενον, εὐγενὴς ὄντως ἐκφανθεὶς καὶ θεοειδὴς τῇ ψυχῇ καὶ στεῤῥώτατος, πρῶτος τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδύσατο. Τούτου τὸ ἅγιον λείψανον μετὰ τὴν τῶν βαρβάρων ἀναχώρησιν ὅλον βεβαμμένον καὶ πεφοινιγμένον, μᾶλλον δὲ λελουμένον τοῖς αἵμασιν, ἐν θήκαις ἁγίαις ὁσίως ἐθήκαμεν, μετὰ τοῦ ἱεροῦ τῶν κατ᾽ αὐτὴν τὴν ἡμέραν ἀναιρεθέντων ὁσίων Πατέρων συνθήματος. Καὶ ταῦτα μὲν ὕστερον· ἡμεῖς δὲ ἐπὶ τὴν τοῦ λόγου συνέχειαν ἐπανέλθωμεν.

[38] [Dispositi ad fugam impediendam speculatores] Οἱ ποικίλοι τῇ κακίᾳ στασιασταὶ καὶ δεινοὶ καὶ παμπονηροὶ, προςπέμψαντες ἦσάν τινας αὐτῶν εἰς τὸ πέραν κατ᾽ ἀνατολὰς τοῦ χειμάῤῥου, ὅθεν τὰ δυτικὰ μέρη ὡς ἐνώπιον φαίνονται, ἵνα τοὺς φυγεῖν καὶ λαθεῖν καὶ κρυβῆναι εἰς ἄντρον καὶ ὀπὴν ὑποσκέπην πέτρας ἐθέλοντας, φωνῇ καὶ χειρὶ τοῖς ὁμοφρόσι διαδείξωσι καὶ μηνύσωσι. Καὶ οὕτως λοιπὸν οὐδεὶς τὴν θανατοφορον αὐτῶν σαγήνην καὶ περιφορὰν διαφυγεῖν ἐξειλῆσαι ἴσχυσε, πάντων πανταχοῦ ἀναζητουμένων καὶ καταμηνυομένων ὡς εἴρηται. Ἀλλ᾽ ἐνταῦθα τοῦ λόγου γενόμενος οὐ παραδράμω τὸν γενναῖον καὶ καρτερόφρονα καὶ ὄντως τῆς τελείας ἀγάπης τὸν τέλειον ὅρον ἐφθακότα καὶ τῷ ἔργῳ τελέσαντα· οὐδὲ γὰρ θέμις τὸν τοιοῦτον λόγῳ παραδραμεῖν ἀστηλίτευτον, ἀξιάγαστον ὡς ἀληθῶς ὄντα, καὶ Χριστοῦ μαθητὴν Χριστομίμητον

[39] Ἄντρῳ τινὶ στενοτάτῳ τινὲς τῶν Ἀδελφῶν προσέφυγον διωκόμενοι, [indicant aliquos in spelunca latentes,] ἐν κρυβῆναι καὶ λαθεῖν τοὺς λυμεῶνας καὶ βδεληροὺς προσεδόκησαν. Τούτους τις τῶν ἄντικρις κατ᾽ ἀνατολὰς σκοπευτήρων τὴν ὀπὴν ἐπειςερχομένους θεώμενος, φωνῇ μνγάλῃ δακτυλοδεικτῶν, ταῖς συναποστάταις τὸ ἄντρον ἐμήνυσεν. Ἐπιστὰς δέ τις ξιφήρης τῇ θύρᾳ καὶ εἰσόδῳ τῆς τοιαύτης ὀπῆς, μετὰ κραυγῆς σφοδρᾶς καὶ φοβερᾶς ἐπιπλήξεως τοὺς ἐνυπάρχοντας ἔνδον προσιέναι προσέταττεν, Οἱ δὲ Ἀδελφοὶ, ὡς φωραθέντες καὶ ἁλῶναι μέλλοντες καὶ πικραῖς παραδοθῆναι βασάνοις, τῷ φόβῳ ἐπέπτηξαν, ἦσαν δὲ g πέντε τὸν ἀριθμὸν, [horū vnus Patricius vltro prodiens] ὧν εἷς ἀξιομνημονευτος θαυμάσιόστε καὶ ἀξιέπαινος, Ἀδραινὸς τῷ γενει, τῇ δὲ προσηγορίᾳ Πατρικιὸς, τοὺς ἑταίρους ἑαυτοῦ καὶ σοναδέλφους ἰδὼν τῇ δειλίᾳ ἀσχάλλοντας, θείου ζήλου καὶ ἀγάπης καὶ φιλαδελφίας γενόμενος ἔμπλεως, θαρσαλέως ἀνώρμησεν, καὶ τοῖς σὺν αὐτῳ κεκρυμμένοις Ἀδελφοῖς προσωμίλησε· Θαρσεῖτε, Ἀδελφοὶ ἀγαπητοὶ καὶ ὁμόψυχοι, ἐγὼ τὸν ὑπὲρ ὑμῶν ἀναδέχομαι κίνδυνον καὶ θάνατον σήμερον· ἐγὼ ὑπὲρ τῆς ὑμετέρας λυτρώσεως ταῖς τῶν ἀνηλεημόνων βαρβάρων χερσὶν ἐμαυτὸν προθύμως ἐκδίδομι· ὑμεῖς δὲ h αὐτοῦ καθεξόμενοι, σιγήν μοι καὶ ἀφωνίαν ἀσκήσατε, καὶ τοῦ σπηλαίου ἀπροἳτοι διαμείνατε.

[40] Καὶ ταῦτα ψιθυρίσας ἐξέθορε καὶ πρὸς τὸν αἱμοπότην ἐξελέλυθε βάρβαρον, καὶ Ἄγωμεν, ἔφη, ὅπου κελεύεις. δὲ, Καὶ τοὺς λοιποὺς, εἶπεν, ἐξάγαγε, οἱ σύν σοι ἔνδον κεκρυμμένοι τυγχάνουσιν. [omnium periculum in se suscipit:] δὲ γενναῖος τοῦ Χριστοῦ στρατιώτης καὶ ἀριστεὺς ἀκατάπληκτος διισχυριζετο, καὶ λόγοις πλείστοις τὸν δήμιον ἐπληροφόρει καὶ ἔπειθεν, ὡς μονώτατος ὑπῆρχεν ἔνδον. Τούτοις τοῖς λόγοις τὸν ἀσεβῆ πείσας τῆς ἄγάπης καὶ φιλαδελφίας προασπιστὴς καὶ ὑπέρμαχος, ἐπὶ τὴν ἐκκλησίαν ἐλαμβανεν αὐτὸν, ἐκείνῳ τῆς ὁδοῦ προηγούμενος προθυμώτατα. γενναίας καὶ θεοφόρου ψυχῆς! ἀγάπης ἐνθέου καὶ εἰλικρινοῦς, αὐτὸν τὸν ἀκρότατον καὶ ἀκραιφνέστατον τῆς τελειότητος ὅρον, τὸν ὑπὸ τοῦ κοινοῦ Σωτῆρος τελεσθέντα καὶ θεσμοτεθηθέντα, σφραγισάσης! Ἐν τούτῳ γάρ, φησι, γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· τὸ δὲ μέτρον τῆς ἀγάπης ὁπόσον ἐστὶν ἐγνώρησεν ἐπαγαγὼν, Αὕτη γάρ ἐστι τελεία ἀγάπη, ἵνα τις τῆν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ· ὅπερ ἔργῳ ποιήσας πανάριστος οὗτος καὶ ἀξιύμνητος Πατρίκιος φαίνεται.

[41] [cuius laudabitis caritas] Μακάριος ὄντως ὑπάρχεις, τρισόλβιε, ὅτι πληρωτὴν τῆς καινῆς τοῦ Χριστοῦ ἐντολῆς ἀνέλλειπος ἔχρημάτησας. Ἰδοῦ γάρ, φησι, ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· ὅτι κατ᾽ ἴχνος τῷ Δεσπότῃ Χριστῷ, ὡς δοῦλος εὐγνώμων καὶ εὐπειθὴς μαθητὴς, ἠκολούθησας· ὅτι σύμμορφος τῶν αὐτοῦ παθημάτων γενόμενος, εἰκότως κοινωνὸς καὶ συμμέτοχος τῆς αὐτοῦ δόξης καὶ τῆς ἐν οὐρανοῖς βασιλείας πέφηνας. Μέμνησο οὖν καὶ ἡμῶν τῶν ἐκ πόθου τὸν σὴν ἐυφημούντων ἀνδρίαν ἀοίδιμε. Σοῦ γὰρ τοῖς ἐγκωμίοις ἐμφιλοχωρεῖν ποθῶ μὲν καὶ γνησίως ἐφίεμαι· καὶ γὰρ μυρίων ἐπαίνων ἐπάξιος πέφυκας, εἰ καὶ τῶν παρ᾽ ἠμῶν ἀνώτερος καὶ ἀνενδεὴς εὐφημιῶν καὶ κρότων καθέστηκας. Ἀλλά με δῆμος ὅλος ἀναμένει Μαρτύρων, τὴν αὐτὴν ἐπιδεδειγμένων μαρτυρίαν τε καὶ στεῤῥότητα, [martyrio coronatur.] καὶ τὸν ἴσην πρόθεσιν, καὶ τῆς ἀγάπης τελείωσιν μέχρις ἐσχάτων ἐν βασάνοις ἀναπνοιῶν φυλαξάντων ἀλώβητον, ὡς δήποτεν λόγος ἀποδέξει φαινότατα, i δέδοικα δὲ μὴ ὄγκον ἐπιθήσω τῷ διηγήματι. Τούτου τοίνυν, ἀγαπητοὶ, τοῦ στερεμνίου νεανίου τὴν προαίρεσιν ἀθρήσας τελείαν Χριστὸς Θεὸς τῶν γνώσεων, καὶ ἐτάζων καρδίας καὶ νεφροὺς, τελείῳ τοῦ μαρτυρίου στεφάνῳ κοσμήσας κατέστεψεν· εἷς δὲ καὶ αὐτὸς ἡυρέθη τῶν βασάνῳ καπνοῦ τελευτησάντων, ὡς ἐμφανίζειν λόγος ἐπείγεται.

[42] [Lutrū enorme constituitur cunctis,] Συναθροίσαντες τοιγαροῦν τοὺς Πατέρας οἱ φονικοὶ καὶ ἀλάστορες, τοὺς μὲν ἐν τῇ ἐκκλησίᾳ τοὺς δὲ ἐν τῷ ἡγουμενίῳ, οἱ λῄσταρχοι αὐτῶν καὶ προὔχοντες, τοὺς ἐν διακρίσει φανεντας καὶ δόξαντας αὐτοὺς πρώτους τῶν μοναχῶν συλλαβόμενοι, Ἐξαγοράσατε ἑαυτοὺς καὶ τὴν ἐκκλησίαν ὑμῶν τετρακισχιλίων νομισμάτων, ἔφησαν, τάχιστα ἡμᾶς ἀποκεφαλισθῆναι κελεύομεν, καὶ τὸν ὑμέτερον ναὸν ἐμ πυρίζομεν. Οἰ δὲ Πατέρες δυσωπητικῶς αὐτοὺς παρεκάλουν λέγοντες, Φείσασθε ἡμῶν διὰ τὸν Θεὸν, καὶ μὴ ἀδίκως τὰ αἵματα ἡμῶν ἐκχέετε σήμερον· ἣν δὲ χρυσοῦ ποσότητα λέγετε, οὔτε κεκτήμεθα οὔτε ἐκτησάμεθα πώποτε. [& inopiam excusantibus] Εἰ δὲ ὑμῖν αρέσκει, ἰδοῦ ἐπὶ ὑμῶν τὰ ἱμάτια ἡμῶν περιβεβλήμεθα· εἰς τὰ ἴδια δὲ κελλία χειραγωγοῦμεν ὑμᾶς καὶ πάντα τὰ ἡμέτερα ἀνεπικρύπτως δεικνύομεν καὶ προθύμως παρέχομεν. Μόνον ἡμῖν τὸ ζῆν καὶ γυμνοῖς παρασχεῖν παρακλήθητε.

[43] [mortis terror incutitur per Æthiopes inferendæ,] Οἱ δὲ ὡς τὰ μέγιστα ἀδικούμενοι ἠγριαίνοντο, καὶ ἐν τῷ ξηροκήπῳ τοῦ ἡγουμενίου ἐξαναγαγοντες αὐτοὺς, ἐφώνουν κραυγῇ τοὺς Αἰθιοπας (καὶ γὰρ ἦν μετ᾽ αὐτῶν πλῆθος Αἰθιόπων) ἀγαγεῖν τὰ ξίφη καὶ ἐλθεῖν ἐπισπεύδοντες, ὅπως αὐτόθι τοὺς Πατέρας δειροτομήσωσιν. Ὡς δὲ ξιφήρεις παρέστησαν οἱ μέλανες καὶ ζοφεροὶ τῇ ψυχῇ καὶ τῷ σώματι, γυμνὰ τὰ ξίφη βαρβαρικῶς ὀλολυζοντες k ἔσειον, καὶ τὸν Οἰκονόμον δὲ, σταυροειδῶς τὰς χεῖρας ἐκτείναντα, πρὸς τῷ τείχει ἔστησαν, καὶ κατατοξεύειν ἔμελλον, ταῖς νευραῖς τὰς τῶν βελῶν γλυφίδας προςπελάσαντες καὶ τὰ τόξα ἐκτείναντες· θανατοῦν τε πάντας ἠπείλουν, εἰ μὴ οἴσωσι τὰ ὑπ᾽ αὐτῶν ἐπιζητοῦμενα καὶ ἐξοίσωσι τὰ κεκρυμμένα τῆς ἐκκλησίας χρυσᾶ καὶ αργυρᾶ σκέυη τε καὶ κειμήλια. Οἱ δὲ Πατέρες πάσῃ δυνάμει πληροφορεῖν αὐτοὺς ἠγωνίζοντο, ὡς οὔτε χρυσὸν κέκτηνται οὐδὲ θησαυρὸν χρυσοῦν γινώσκουσι.

[44] [vt suos Prælatos indicent sed frustra,] Καὶ δείξατε ἡμῖν, ἔφησαν, τοὺς παρ᾽ ἡμῶν λογάδας καὶ προὕχοντας, τοὺς ταμειούχους, καὶ τῶν τῆς λαύρας καὶ τῶν τῆς ἐκκλησίας πραγμάτων διοικητάς τέ καὶ φύλακας, αὐθωρὶ τοῦ ζῇν ὑμᾶς ἀπαλλάττομεν. Οἱ δὲ Πατέρες πάλιν ἀπεκρίναντο· Εἴπαμεν ὑμῖν καὶ ἤδη, ὅτι οὐδὲν τῶν παρ᾽ ὑμῶν ζητουμένων κεκτήμεθα· εἰ δὲ τὸν Ἡγούμενον ἡμῶν ἐπιζητεῖτε, γνῶτε ὅτι ἐνταῦθα οὐ πάρεστιν· οἱ δὲ λοιποὶ πάντες ἴσοι ἐσμέν καὶ ὁμότιμοι· καὶ γὰρ ἐν ταῖς ἀληθείαις πρὸ καιροῦ τινος θεοφιλὴς Ἡγούμενος, διά τινος χρείας τῆς λαύρας, ὑπῆρχεν ἀπόδημος. Ἐπὶ ὥρας οὖν ἱκανοὺς αὐτοὺς ἐκφοβήσαντες, [Compellūtur in ecclesiam Patres.] πάλιν ἠγαγον καὶ ἀπήγαγον ἕξω τοῦ ἡγουμενίου ἐν εὐρυχώρῳ τόπω, οὕπω τὰς καμήλους ἀποφορτίζειν εἰώθασιν· κᾀκεῖσε αὐτοὺς στήσαντες καὶ σχηματίσαντες, τὰ αὐτὰ μετ᾽ ὀργῆς ἠπείλουν καὶ προεβάλλοντο οἱ ἀλάστορες, καὶ ἆυθις οἱ Πατέρες τὰ ὅμοια αὐτοῖςα᾽ πελογοῦντο καὶ ἀπεκρίνοντο· Ὧς δὲ εἶδον ὅτι οὐδὲν τῶν ποθουμένων ἀνύουσι, καὶ ὅτι ἕτοιμοι εἰς τὸ ἀναιρεθῆναι παρ᾽ αὐτῶν εἰσιν οἱ δίκαιοι, καταγαγόντες ἀυτοὺς εἰς τὴν ἐκκλησίαν, ἅπαντας λοιπὸν ὁμοῦ ἀθρόως τοὺς Πατέρας παρέστησαν.

[45] Καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινὸν, δακρύων καὶ στεναγμῶν καὶ θρήνων ὄντως ἄξιον

deest folium.

ζῇν προελόμενος, ὃν τῷ καπνῷ πνίξαντες ἀπέκτειναν ὡς ρηθήσεται,

CAP. V

[46] Ἀλλ᾽ οὐδὲ τὰ κατὰ τὸν προμνημονευθέντα ἰατρὸν, φημὶ δι᾽ Ἀββᾶν Θωμᾶν τὸν τῆς κατα Χριστὸν αρετἦς διαπρέποντα, [Inquiritur in medicū etiam frustra] καὶ τὴν παλαιὰν λαῦραν ὁσίως διέποντα σήμερον, ἄξιον σιγῇ παραδοῦναι· ἐκ σκαιοῦ γὰρ δαίμονος ὑποβληθέντες οὗτοι οἱ τῶν δαιμόνων θεραπευταὶ, ἐνόμισον χρήματα ἑυρεῖν παρὰ τῷ Πατέρι (ἦν γὰρ καὶ ἐπίσημος) κατὰ πρόσωπον δὲ ἀυτὸν ἀγνωοῦντες, περιῄεσαν ἅπαντας τοὺς Πατέρας, ἐπιδεῖξαι ἀυτοῖς τὸν ἰατρὸν ἀπαιτοῦντες. Οἱ δὲ τίμιοι Πατέρες ὡς ἀληθῶς εὐ γενεῖς καὶ θεοσεβεῖς καὶ φιλάδελφοι, καίπερ ἐν μέσοις, ἀυτὸν ἔχοντες, οὐ χειρὶ οὐ λόγῳ οὐ νεύματι ἀυτὸν ἐδήλωσαν. Πρὸς ὅπερ μᾶλλον ἀγριωθέντες οἱ ἐκ φύσεως ἄγριοι καὶ τὴν τῶν Ὁσίων θαυμάσαντες καὶ ἐκπλαγέντες ἀγάπην καὶ φιλάδελφον σχέσιν καὶ ἔνστασιν, ἔπαιον ῥάβδοις καὶ ἔνυττον μαχαίραις καὶ βέλεσιν, ἵνα ἀυτοῖς ὑποδειχθῆ ζητούμενος· καὶ οὐδὲν τὸ σύνολον ἔνυον. Ὡς οὖν ἀνήνουτα ἀπαιτοῦντες ἀπέκαμον, πάντας ὁμοῦ εἰς τὸ ἐνδότατον τοῦ σπηλαίου εἰσήγαγον.

[47] [Situs ecclesia] Οὐκ ἄτοπον δὲ καὶ τὴν θέσιν τοῦ τόπου διαγράψαι καὶ τῷ λόγῳ ποιῆσαι τοῖς ἀγνωοῦσιν ἀνάδηλον· μὲν θεόκτιστος ἅυτη ἐκκλησία σπήλαιον ὑπάρχει εὐρύχωρον, θέσιν ἀπὸ τῆς προνοίας τοιαύτην λαχὸν, ὡς τύπον ἐκκλησίας ἔχουσαν, καὶ διὰ τοῦτο ταύτην τὴν ὑπωνυμίαν δεξάμενον. Ὡς κόγχην γὰρ κατὰ ἀνατολὰς ἔχει· κατὰ δὲ τὸ βόρειον μέρος κατάδυσίς ἐστι καὶ χάσμα ἐνδόμυχον, οὗπερ ἀποτεμόμενοί τι οἱ πρώην Πατέρες διακονικὸν πεποιήκασιν· ἐσώτερων δὲ τοῦ διακονικοῦ κειμηλιαρχεῖον ἤτοι σκευοφυλάκιον· ἔτι δὲ τούτου ἐνδότατον ῥαγὰς βαθεῖα, [& cauernæ iuxta eam interioris,] ὡς ῥύμη τις ἀφεγγὴς καὶ στενωπὸς ὁδὸς κοχλιοειδῶς, ὡς διὰ μυχῶν τινων ἐπὶ τὸ ἡγουμήνιον ἀνάγουσα, δι᾽ ἧς μακάριος Πατὴρ ἡμῶν Σάβας ἐσθ᾽ ὅτε εἰς τὴν ἐκκλησίαν κατῄει, ὡς καὶ ἐν τῷ αὐτοῦ βίου τέτακται. Μετὰ δὲ ταύτα οἱ κατὰ καιροὺς Ἡγούμενοι ἔφραξαν ἄνωθεν τὴν τοιαύτην δίοδον, καὶ ἔμεινεν ἀυτὴ ῥαγὰς ἀνέκβατος καὶ ἀδιεξόδευτος, ὡς καὶ δίχα καπνοῦ βάσανον εἶναι τὴν ἐκεῖσε κατάκλεισιν.

[48] [in qua fumo torquētur Patres:] Ἐν ταύτῃ οῦν τῇ ὀπῇ καὶ τῷ χάσματι τοὺς Πατέρας μετὰ βίας ἐμβαλόντες οἱ ἄθεοι, πυρκαἳὰν ἐπ᾽ ἁυτὸ τὸ στόμιον ἀυτῆς ἧψαν· ὑγρῷν δὲ ὄντων τῶν καλάμων, καπνὸν ἀπετέλουν πολὺν καὶ ἄμετρον, ὃς περιειλούμενος ἐν τῷ τοιούτῳ στερώματι καὶ μὴ εὑρηκὼς τὸ παράπαν διαπιοῇ διέξοδον, δεινῶς οἴ μοι! καὶ δυσφόρως τοὺς Πατέρας ἐβασάνισέν τε καὶ ἔπνιγεν. Ἐάσαντες οὖν ἀυτοὺς ἐπὶ ὥραν ἱκανὴν οἱ ἀλάστορες πνίγεσθαι, ὕστερον ἐφώνησαν, Ἐξέλθετε, μοναχοὶ, ἐξέλθετε. Ἀνάγκη δὲ πᾶσα ἦν τοῖς ἐξιοῦσι δι᾽ ἀυτῆς τῆς φλογὸς καὶ ἐσχάρας ἐξέρχεσθαι· ἀλλ᾽ ἅπαντα τοῦ καπνοῦ καὶ τῆς ἐξ αὐτοῦ στενοχωρίας καὶ πνιγμοῦ ἐφαίνοντο εὐφορώτερα ἀμέλει. Καὶ ἐξερχομένων τῶν ἀγωνιστῶν, πολλῶν τὰ ἴχνη καὶ οἱ τρίχες τῆς κεφαλῆς καὶ τῶν γενειῶν καὶ ὀφρύων καὶ βλεφάρων l μετρίως περιεφλέχθησαν. Ἐξελθόντες οὖν ἔῥῥιπτον ἑαυτοὺς εἰς τὸ ἔδαφος ὀλιγορηκότες καὶ καθαροῦ σπάσαι ἀέρος καὶ ἀντιλαβέσθαι γλιχόμενοι.

[49] [emissi denuo interrogantur:] Εἶτα πάλιν οἱ δήμιοι ἐπὶ τὴν ἐξαίτασιν ἤρχοντο, ὡς δαμασθέντων ἤδη τῶν ἀθλητῶν τοῖς αἰκισμοῖς καὶ ἅπαντα εὐχερῶς m ὁμολογοῦντων, αὖθις δὲ ἐπηρώτων αὐτοὺς, Δείξατε ἡμῖν τοὺς πρώτους καὶ ἐξάρχοντας ὑμῶν, λέγοντες, καὶ p κρυπτῆρας τῆς ἐκκλησίας, χειρόνως ὑμᾶς ἀναλώσομεν. Οἱ δὲ καὶ ἐν τοῖς δεινοῖς καὶ χαλεποῖς κινδύνοις στεῤῥοὶ καὶ καρτερικοὶ μᾶλλον τῇ εὐχῇ προσεῖχον ἐκείνοις ἀπεκρίνοντο· τοῦ μεν, Κύριε δέξαι μου τὴν ψυχὴν ἐν εἰρήνῃ λέγοντος· τοῦ δὲ, Κύριε εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου· ἑτέρου δὲ, Κύριε μνήσθητί μου ὅτ᾽ ἀν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου· καὶ ἄλλου ἄλλην ἱκετείαν τῷ Θεῷ προσκομίζοντος. Πρὸς δὲ τοὺς βαρβάρους καταθύμιον οὐδὲν ἀπεφθέγγοντο, μόνα δὲ πρόην αὐτοῖς ἀπελογοῦντο· ὅτι Εἰ μὲν τὰ ἱμάτια καὶ τὰ πράγματα τὰ ἐν τοῖς κελλίοις ἡμῶν θέλετε, ἀφθόνως καὶ ἀκολούθως πάντα λάβετε· εἰ δὲ ἀνελεῖν ὑμᾶς ἐφίεσθε, συντόμως ἀπαλλάξατε, ἕτερόν τι γὰρ παρ᾽ ἡμῶν οὐκ ἀκούσετε.

[50] Ὡς οὖν εἶδον οἱ κύνες ὅτι εἰκῇ καὶ δωρεὰν ὑλακτοῦσιν, ἐκπλαγέντες τῶν ἀξιοθαυμάστων τὴν πρὸς ἀλλήλους σχέσιν καὶ στοργὴν καὶ τὸ καρτερικὸν καὶ φιλάδελφον, [iterum eodē intrare coacti] ἀσχήτῳ μανίᾳ καὶ θυμῷ ὑπερζέσαντες, πάλιν εἰς τὸ χωρευτήριον τοὺς ἑπταπλασίως κεκαθαρμένους χρυσοὺς καὶ μηδὲν ἔχοντας νῶθον κύβδηλον ἐδοκίμαζον· τοὺς γὰρ Πατέρας ἔσω εἰς τὸ στενωπὸν τοῦ σπηλαίου ὠθοῦντες καὶ τύπτοντες εἰσήλασαν, παρακαλοῦντας ἔξω μᾶλλον ἀποκτανθῆναι τοῦ προτέρου καπνώδους πνιγμοῦ πειρασθῆναι. Οἱ δὲ ἀσυμπαθεῖς καὶ ἀνελεήμονες καὶ ὄντως χαλκόσπλαγχνοι διὰ πικροτέρων βασάνων τῆς ζωῆς τοὺς Ἁγίους ἀπάλλάττειν ἔσπευδον.

[51] [copiosiori sumo cruciantur: exanimantur 18.] Τὸ δεύτερον τοίνυν εἰς τὸ πρότερον αὐτοὺς εἰσαγαγόντες ἄντρον, σφοδροτέρως ἐκαπνισαν καὶ ἐπὶ πολὺ ἀφέντες, ὡς οἰκάσαι ὅτι πολλοὶ ἐξ ἀυτῶν τεθνήκασιν, ἐβώησαν ἐξελθεῖν τοὺς Ἁγίους. Οἱ δὲ διὰ τῆς ἀυτῆς φλογὸς, ὡς καὶ τὸ πρὶν, διαπεράσαντες ἡμιθανεῖς εἰς τὸν καθαρὸν ἀέρα φθάνοντες, τοῦτον ἀσθμαίνοντες καὶ μεγάλα πνευστιῶντες, ἀνέπνεον· μικροῦ γὰρ δεῖν ἅπαντες τὰς ψυχὰς ἀπελίμπανον. [Spoliantur cellæ:] Οἱ δέ γε εὑρεθέντες ἐνδότεροι, τὴν τοῦ καπνοῦ σφοδρότητα μὴ ἐνεγκότες, τὰς ἁγίας ψυχὰς ἀυτῶν ταῖς τοῦ Δεσπότου Χριστοῦ χερσὶ παρέθεντο, τῷ ἀριθμῷ εὑρεθέντες ὀκτωκαίδεκα. Οἱ δὲ ὡμοὶ καὶ ἀπεσκληκότες λιθοκάρδιοι βάρβαροι οὐδ᾽ οὕτως τὴν ἀτίθασσον γνώμην ἐκάμφθησαν καὶ ἐμαλάχθησαν· τοὺς γὰρ ἐκ τῆς πυρᾶς καὶ τοῦ καπνοῦ μόλις διασωθέντας, λειποθομοῦντες ἔτι ᾔκίζοντο, καὶ ἔτυπτον, κειμένοις ἐπεμβαίνοντες, καὶ λακτικῶς ὡς ἡμίονοι τοῖς ποσὶ καταπατοῦντες. Ὡς δὲ ἤνυεν οὐδὲν τῶν ἐλπιζομένων, μᾶλλον δὲ ὡς πᾶσαν θηριώδη ἀνανθρωπίαν ἐνεδείξαντο, οἱ ἐκ μήτρας ἀπηλλοτριωμένοι τοῦ Θεοῦ· διασκορπισθέντες ἐν τοῖς κελλίοις, καὶ λίθοις μεγίστοις τὰς θύρας κατεάξαντες καὶ συντρίψαντες, ἅπαντα τὰ ἐν ἀυτοῖς καὶ τὰ ἐν τῷ ἡγουμενίῳ καὶ ἐν τῇ ἐκκλησίᾳ εὑρεθεντα πραιδεύσαντες καὶ λαφυραγωγήσαντες καὶ τοῖς καμήλοις τῆς λαύρας ἐπεισάξαντες καὶ φορτίσαντες, ἀνεχώρησαν.

[52] Μετὰ δὲ πολλὰς τὰς ὥρας οἱ εὐσθενέστερόν πως διακείμενοι τῶν Πατέρων διαναστάντες, [curantur vulnerati,] καὶ τοὺς τετρυχομένους καὶ βεβαρυσμένους ταῖς πληγαῖς καὶ τῇ ῥύσει τοῦ αἵματος λειποθυμῶντας ψηλαφῶντες, καὶ ὕδωρ τοῖς προσώποις ὑποῤῥέοντες καὶ ποτίζοντες, [extrahūtur ex fumoso antro] τῆς ἐνδεχομένης ἠξίουν ἐπιμελείας. Περὶ δὲ τὰς τοῦ ἡλίου δυσμὰς, ὡς μικρὸν ἐλώφησεν καπνὸς, ἅψαντες κηροὺς εἰσῆλθον εἰς τὸ στενωπὸν ἐκεῖνο τοῦ σπηλαίου, καὶ ἧυρον τοὺς Ἁγίους ἐπὶ πρόσωπον κειμένους, τοὺς μυκτῆρας τῷ χώματι ἐμπήξαντες· q τινὰς δὲ κατὰ πρόσωπον ἑαυτῶν τοῖς περιβολαίοις ἑλίξαντες καὶ περισκεπάσαντες πρὸς τὸ καὶ ποσῶς τὴν σφοδρότητα καὶ ἀνάγκην τοῦ πνιγμοῦ διαφυγεῖν· πάντας δὲ ὅμως πρηνεῖς ἐῤῥιμμένους νεκρούς.

[53] Ἀλλ᾽, οἴ μοι! τοῦ πικροῦ καὶ ὀδονηροῦ θανάτου! πῶς ἄν τις διαγράψοι παραστησοι τῷ λόγῳ τὴν τοιαύτην ἀψυχαγώγητον στενοχωρίαν καὶ ἀπαράκλητον, [durissima morte defuncti:] μᾶλλον δὲ βιαίαν καὶ παμμόχθηρον τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἔξοδον, (μᾶλλον ἁρμοδιώτερον εἰπεῖν) ταύτης ὠθισμὸν καὶ ἐκδίωξιν; Ἐπὶ πολὺ γὰρ τὴν ἀναπνοὴν ἑαυτῶν ἐπισχεῖν οἱ Παμμάκαρες μὴ δυνάμενοι, διὰ τὴν τοῦ ἐμφυτοῦ θερμοῦ πυρωσιν τῆς καρδίας πυρπολυμένης, καὶ ἕλξαι ψυχρὸν καὶ ἀθόλωτον ἀέρα κατεπειγούσης, ὡς μόνον τοὺς πόρους τοῦ στόματος καὶ τῶν μυκτήρων ἐγύμνουν καὶ ἤνοιγον, ἀντὶ παραψυχῆς καὶ ἀναψίξεως πνιγμωμὴν καὶ σκοτοδινίαν καὶ ἴλιγγα ἐπεσπῶντο καὶ ἐπεσύροντο. Τοῦ γὰρ καπνοῦ τοῖς πόροις καὶ ταῖς φυσικαῖς ὀπαῖς καὶ διατρήσεσιν ἐμφιλοχωροῦντος καὶ τὸν θώρακα πληροῦντος, ἔτι τε διηθουμένου διὰ τῶν ἠθμοειδῶν μορίων καὶ εἰς τὰς τοῦ ἐγκεφάλου μένιγγας ἀναδιδομένου καὶ καιρίως δριμύσσοντος, καὶ τὸ ζωτικὸν αἷμα συνέχοντος καὶ συνθλίβοντος, παντὸς πόρου θανάτου (ὥς γε μοι δοκεῖ) βιαιοτέραν καὶ συντονωτέραν καὶ σκυθρωποτέραν ἐπάγει τὴν τελευτὴν καὶ τὴν ἐκ τοῦ συζύγου σώματος τῆς ψυχῆς ἀναχώρησιν, τῆς θεοδέτου συμφυΐας καὶ συναφείας καὶ ἐνώσεως διαλυομένης καὶ ῥηγνυμένης πολεμικῶς ἄγαν καὶ τυραννικῶς. τῆς κατὰ τοῦ Θεοῦ τόλμης! ᾦ τῆς ἀφειδείας καὶ ἀσυμπαθείας τῶν βρωτοκτόνων! Πῶς οὐκ ἐνάρκησαν τὸ τοῦ Θεοῦ πλάσμα δυχοτομῆσαι, καὶ ὅπερ Δημιουργὸς ἀποῤῥήτῳ σοφίᾳ συνεδύασε καὶ συνέζευξε διαζεῦξαι καὶ χωρῆσαι καὶ διελεῖν οἱ ὄντως θεόμαχοι ἐβουλήθησαν;

[54] [iis iungitur Sergius] Ἀλλ᾽ ἐπὶ τὸν εἰρμὸν τῆς διηγήσεως τὸν δρόμον τοῦ λόγου ἰθύνωμεν. Τούτους τοὺς Μακαρίους μόγις οἱ Πατέρες ἐξαγάγοντες (ἔτι γὰρ καπνὸς τῷ τόπῳ περιειλούμένος r ἀνεστρέφετο) μετὰ δακρύων καὶ θρήνων καθεξῆς ἔθηκαν ἐν τῇ αὐλῇ τῆς ἐκκλησίας, συνάψαντες αὐτοῖς καὶ τὸν καρατομηθέντα Ἀββᾶν Σέργιον, τῶν Μακαρίων ἐννεακαιδέκατον, περὶ οὗ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν. Φρικτὸν δὲ ἦν ἰδεῖν θέαμα τοσούτους τραυματίας καθευδοντας καὶ νεκροὺς καθεξῆς κειμένους, ἐφ᾽ ἅπαξ καὶ ἐφ᾽ ἓν ἀνῃρημένους.

[55] [quibus omnibus simul iusta fiunt] Κοπετὸν οὖν καὶ ὀδυρμὸν μέγαν ποιήσαντες καὶ τὸν συνήθη κανόνα ἐπιτελέσαντες, ἐν μιᾷ θήκῃ αὐτοὺς ἐπ᾽ ἀλλήλους κηδεύσαντες κατέθηκαν· οὐ συνήθως, καθάπερ ἐπὶ τῶν ἄλλως τετελευτηκότων, λούσαντες ἐνταφιάσαντες, ἀλλ᾽ αὐτοῖς ἱματίοις ᾑμαγμένοις ἐνθάψαντες ἀδίκως ὑπὸ ἀδίκων βαρβάρων ἀναιρεθέντας, βιαίως τοῦ ζῇν ἐξωσθέντας καὶ ἐκβληθέντας διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, παντὶ τῷ κόσμῳ χαίρειν εἰπόντας καὶ πάσαις ταῖς τοῦ κόσμου ἡδοναῖς καὶ εὐφροσύναις ἀποταξαμένους διὰ Χριστὸν, [Mundo & carni mortui] ἐν ἐρημίᾳ χαλεπῇ καὶ τραχυτάτῃ καὶ πάσης σωματικῆς θυμηδίας καὶ παρακλήσεως ἀπηλλαγμένῃ τὴν ἑαυτῶν ζωὴν δαπανήσαντας, ἐν ἀσκήσει καὶ σκληραγωγίᾳ τὰ πάθη νικήσαντας καὶ νεκρώσαντας, νηστείαις καὶ χαμευνίαις καὶ ἀγρυπνίαις τὸ σῶμα μαράναντας, καὶ τὴν τῆς σαρκὸς ἡδυπάθειαν δι᾽ ἁποχῆς τῶν ἡδυνόντων ἐκκλίναντας, μελέτῃ θείων λογίων καὶ γραφῶν ἱερῶν ἀναγνώσμασι καὶ ἀκροάσεσι τὰς αρετὰς ἐν ταῖς ἑαυτῶν ψυχαῖς εἰσοικησαμένους καὶ θησαυρίσαντας, τὸν Θεὸν καὶ τὸν πλησίον ὑπὲρ ἑαυτοὺς ἀγαπήσαντας, διὰ τὸν Χριστὸν καὶ τὴν τῶν πλησίων ἀγάπην πικρῷ θανάτῳ ἑαυτοὺς παραδεδωκότας, [& pro virtute cruciati ad necem] πολλὰς θλίψεις καὶ φόβους καὶ ἀπειλὰς καὶ βασάνους πρὸ τοῦ θανάτου τῆς πείρας διὰ τὸν Δεσπότην γεγευμένους, τὸν δρόμον τῆς ἀσκήσεως τετελεκότας, τὴν πίστιν μέχρις ἐσχάτων ἀναπνοῶν τετηρηκότας, τὸν τῆς δικαιοσύνης ὅμου καὶ τοῦ μαρτυρίου στέφανον τέλειον παρὰ τῆς παντοκρατορικῆς δεξιᾶς κεκομισμένους.

[56] [pari aut potiori iure dicendi sunt Martyres] Τίς γὰρ ἔτι ἀμφιβάλλω μετὰ Μαρτύρων αὐτοὺς μὴ τέταχθαι; τίς Μάρτυρας ὁμοίως τελείους ὀνομάζειν αὐτοὺς ὀκνεῖ καὶ ἀναβάλλεται; Οὐ ποικίλας βασάνους ὑπέμειναν; οὐκ ἀδίκως διὰ τὴν τοῦ Χριστοῦ ἐντολὴν ἀνῃρέθησαν; μόνοι οἱ διὰ τὸ μὴ εἰδωλολατρεῦσαι καὶ τὸν Χριστὸν ἐξαρνήσασθαι ἀναιρούμενοι, Μάρτυρες καλεῖσθαι ὀφείλουσιν; Ἐγὼ δὲ λέγω, τοῖς τῶν σοφῶν καὶ θεηγόρων διδασκάλων ἐπόμενος λόγοις καὶ πειθόμενος, ὅτι καὶ πᾶς διὰ μίαν ἐλαχίστην τῶν τοῦ Χριστοῦ ἐντολῶν, ἵνα αὐτὴν στήσῃ ἵνα ταύτην μὴ παρελεύσῃ, ἀναιρούμενος, τέλειος Μάρτυς ἐστὶ καὶ ἀναγορεύεται, καὶ τέλειον τὸν τοῦ μαρτυρίου ἁποφέρεται στέφανον.

[57] [quo qui simpliciter occiduntur pro fide] Καὶ εἰ μὴ τολμηρὸν εἰπεῖν, μᾶλλον δὲ θαῤῥούντως καὶ σὺν παῤῥησίᾳ λεκτέον, ὅτι οἱ διὰ τήρησιν τῶν τοῦ Χριστοῦ ἐντολμάτων φονευόμενοι, μείζους εἰσὶ τῶν ἁπλῶς διὰ τὴν αὐτοῦ πίστιν ἀναιρουμένων. Τὸ μὲν γὰρ τῆς τοῦ Θεοῦ αρνήσεως, ἁδρὸν ὂν καὶ μέγα, καὶ φανερὰν τὴν ἀπώλειαν ἔχον, καὶ αὐτὰς τὰς νωθροτέρας καὶ ἀναπεπτωκυίας ψυχὰς πολλάκις πρὸς ζῆλον διεγείρει καὶ ἀγανάκτησιν· τὸ δὲ ὑπὲρ ἀρετῆς προκινδυνεῦσαι, τῶν λίαν ἰσχυρῶν καὶ ὑψηλῶν καὶ ἀνηγμένων ἐστὶ τὴν διάνοιαν· Καὶ τούτου μάρτυς καὶ διδάσκαλος Ἀπόστολος φάσκων, Μόλις γὰρ ὑπὸ δικάιου τις ἀποθανεῖται, ὑπὲρ δὲ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν.

[58] [vtpote pro lege caritatis,] Καὶ εἰ λύων μίαν τῶν ἐντολῶν μου τῶν ἐλαχίστων, φησὶ Κύριος, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, δῆλον, ὅτι μίαν καὶ πασῶν μάλιστα τὴν περιεκτικωτάτην συνιστῶν, μέγιστος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν κληθήσεται. γὰρ ὑπὲρ τῆς τοῦ Χριστοῦ ἐντολῆς ἀποθνήσκων, δῆλον ὅτι καὶ δι᾽ αὐτὸν ἀποθανεῖ· δὲ δι᾽ αὐτὸν ἀποθανεῖν διαιρούμενος, οὐ πάντως ὅτι καὶ διὰ τὰς αὐτοῦ ἐντολὰς διαθνήξεται. Γνώρισμα δὲ καὶ σημεῖον τῆς πρὸς ἀυτὸν ἀγάπης τῶν προσταγμιατων αὐτοῦ τήρησις. γὰρ ἀπαπῶν με, φησὶ, τὰς ἐντολάς μου τηρήσει. Ποία δὲ τῶν αὐτοῦ σωτηριωδῶν ἐντολῶν μείζων περιεκτικωτέρα; Ἅκουσον αὐτοῦ τοῦ Κυρίου λέγοντος τῷ ὑπερωτῶντι αὐτὸν Φαρισαίῳ, Διδάσκαλε ποία ἐντολὴ πρώτη ἐν τῷ νόμῳ; (τὸ δὲ πρῶτον ἐνταῦθα τὸν ἐξαίρετον δηλοῖ) δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτὸν· ἐν γὰρ ταῖς δυσὶν ἐντολαῖς ταύταις ὅλος νόμος καὶ οἱ Προφῆται κρέμανται. Καὶ Ἀποστόλος, Πλήρομα τοῦ νόμου ἀγάπη.

[59] [& quidem summæ sancienda passi,] δὲ Κύριος ἐκτείνων τὴν νομικὴν ἐντολὴν τὴν φάσκουσαν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν, καὶ τὸν τελειότερον καὶ ἀκρότατον αὐτῆς ὅρον νομοθετῶν, φησὶ, Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ· γὰρ ἀποθνήσκων ὑπὲρ τοῦ πλησίον αὐτοῦ, οὐ μόνον ὡς ἑαυτὸν, ἀλλὰ καὶ πλέον ἑαυτοῦ ἠγάπησεν αὐτόν. Ὅπερ προφανῶς καὶ ἀναντιῤῥήτως οὗτοι οἱ Τρισμακάριστοι πεποιήκασιν· ἐλέγετο γὰρ αὐτοῖς ὑπὸ τῶν μιαιφόνων, ταπεινοὶ καὶ ἄθλιοι, ὑποδείξατε ἡμῖν τούς πρωτεύοντας ἐν ὑμῖν καὶ ἀπολύομεν ὑμᾶς, ἐπείτοι γε φονεύομεν ὑμᾶς. Εἴλοντο οὖν οἱ τοῦ Χριστοῦ στρατιῶται μᾶλλον ἀποθανεῖν, περ τοὺς Ἀδελφοὺς καὶ Πατέρας αὐτῶν κολάσει παραδοῦναι.

[60] [imo triplici martyrio coronati:] Ἐγὼ δὲ καὶ τρίπλοκον αὐτοῖς ἀθλήσεως καὶ μαρτυρίου στέφανον ἀναδήσασθαί φημι· πρῶτον μὲν ὅτι διὰ Χριστὸν ἀνῃρέθησαν, εἰ γὰρ διὰ Χριστὸν ταύτην τὴν ἔρημον ᾤκησαν, πάντα ὅσα ἐν αὐτῇ πάσχουσι, καὶ δι᾽ αὐτὸν δῆλον ὅτι ὑφίστανται. Δεύτερον, ὅτι διὰτὴν λαῦραν καὶ διὰ τὴν αὐτῆς σύστασιν καὶ τοὺς ἐν αὐτῇ σωζομένους, ὡς ἀνωτέρω δέδεικται, ἑαυτοὺς παραδεδώκασιν· ἐνῆν γὰρ αὐτοῖς τόπος καὶ καιρὸς φυγῆς, εἴπερ ἐβούλοντο, ἀλλ᾽ ἐμνήσθησαν καὶ ἔπαθον τὸ τοῦ εἰρηκότος, ζῆλος τοῦ οἴκου σου κατέφαγέν με. Εἰ γὰρ Ναβουθαὶ ὑπὲρ τοῦ μὴ πατρῴαν γῆς κληρονομίαν προδοῦναι, μηδεμίαν σωτηρίαν ψυχῆς παρέχουσαν, s κατελεύσθη· πόσω μᾶλλον οὗτοι, ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ ἠγωνισμένοι, ὑποδέκτεοι καὶ ἐπαίνετοι καθεστήκασιν; Τρίτον, ὅτι διὰ τοὺς αὐτῶν Ἀδελφοὺς καὶ Πατέρας ἀποθανεῖν ᾑρετίσαντο· δὲ ὑπὲρ συνδούλου καὶ ὁμοδούλου ἀποθνήσκων, πῶς οὐχὶ πολλῷ πλέον ὑπὲρ τοῦ ἰδίου Δεσπότου μυριάκις ἂν τεθνήξοιτο.

[61] [alias nec Io, Baptista] Εἰ δὲ μόνοι οἱ ὑπὲρ πίστεως ἀθλοῦντες εἶεν ἂν καὶ κληθεῖεν Μάτυρες, οὐκ ἐν Μάρτυσι τετάξεται καὶ λογισθήσεται Ἰωάννης Πρόδρομος, διὰ τὸ μὴ παρασιωπῆσαι ἑνὸς ἀνδρὸς τοῦ Ἡρώδου μίαν παρανομίαν καρατομηθεὶς· οὐ γὰρ διὰ πίστιν ἀνῄρηται. [neque Machabæi,] Τί δὲ οἱ Μακκαβαῖοι; οὐχ ἵνα μὴ μίαν ἐλαχίστην τῶν τοῦ νόμου ἐντολῶν παρέλθωσι ταῖς τοσαύταις ἀνεικάστοις βασάνοις καὶ αἰκισμοῖς ἑαυτοὺς παραδεδώκασιν; Τί γὰρ τοσοῦτον κακὸν ἦν τὸ ὑείων κρεῶν ἀπογεύσασθαι; ὅπουγε τὸ εἰσερχόμενον εἰς τὸ στόμα οὐ κοινοι τὸν ἄνθρωπον; [neque Patres in Sina & Raitho] Καὶ οἱ ἐν τῷ ἁγίῳ ὄρει τῷ Σινᾶ καὶ ἐν τῷ Ραἳθὼ ἀναιρεθέντες Πατέρες ἅγιοι, οὐχὶ χρήματα ἀπαιτούμενοι, ἅπερ οὐκ εἶχον, ἀδίκως ὑπὲρ τῶν βαρβάρων ἐσφάγησαν: ὧν κατ᾽ οὐδένα τρόπον ἐλάττους ὑπάρχουσιν οἱ παρ᾽ ἡμῶν εὐφημούμενοι Πατέρες σήμερον. Ἰωάννης δὲ Χρυσόστομος, [nec Io. Chrysostomus Martyres essent] τῆς ἐκκλησίας φωστὴρ φαεινότατος καὶ τῆς οἰκουμένης ἁπάσης διδάσκαλος, οὐ δι᾽ ἀρετῆς αντιποίησιν ὑπερορίαν κατεδικάσθη καὶ τοσούτους πειρασμοὺς καὶ κινδύνους μέχρι τελευτῆς ἀνέθλη; Ἆρα οὖν ἐπειδήπερ οὐχι πὲρ πίστεως ἠγώνισται, παρὰ τοῦτο φήσομεν αὐτὸν τῶν γερῶν καὶ μισθῶν μαρτυρικῶν ἀποστερεῖσθαι; Ἄπαγε οὐχ ὑγιαίνοντος νοῦς, παραφρονοῦντος λογισμὸς.

[62] [In his nouitij quidam & idiotæ.] Τὸ δὲ ξένον ἀληθῶς τοῦ πράγματος καὶ ἐξαίσεον, ὅτι οὐ πάντες ἦσαν τῇ θεωρίᾳ καὶ γνώσει τέλειοι, ἀλλ᾽ ὑπῆρχον ἐν αὐτοῖς ἰδιῶται τῷ λόγῳ καὶ ἀρχάριοι. Ὅμως δ᾽ οὖν ἦσαν ἅπαντες προπεπαιδευμένοι παθῶν κρατεῖν καὶ δουλαγωγεῖν τὸ φιλήδονον καὶ φιλόζωον καὶ ἐμπαθὲς τῆς σαρκὸς φρόνημα, συνηδόμενος κατὰ τὸν ἔσω ἄνθρωπον τῷ νόμῳ τοῦ Θεοῦ νοΐ. δὲ τὰ κρυφῇ θεραπεύουσα καὶ τοὺς νηπίους αρτίφρονας ἐπιτελοῦσα χάρις τοῦ πνεύματος, διδάσκουσα τὸν ἄνθρωπον γνῶσιν, τὰς προθέσεις αὐτῶν ἀποδειξαμένη, ἐνίσχυσε καὶ τετελείωκε καὶ ὁλοκλῆρον καὶ ὑπηρτισμένον τῶν βραβείων καὶ στεφάνων ἠξίωσεν.

[63] [Superstites quoque Cōfessoribus annumerādi,] Ἀλλὰ μὴν οὐδὲ οἱ ἔτι ἐν τῷ βίῳ περιόντες καὶ συμπεριλελειμμένοι, τῶν τοῦ μαρτυρίου εὐκλεῶν ἐπάθλων καὶ ἀντιδώσεων ἀπηξιοῦντο. Εἰ γὰρ, καθώς πού φησιν θεηγόρος Βασίλειος, Μακάρισον γνησίως τὸν Μάρτυρα, ἵνα γένῃ Μάρτυς τῇ προαιρέσει, καὶ ἐκβῇς χωρὶς διωγμοῦ, χωρὶς πυρὸς, χωρὶς μαστίγων, τῶν αὐτῶν αὐτοῖς μισθῶν ἠξιωμένος· πῶς οὐ δικαιότερον Μάρτυρες μᾶλλων καὶ Ὁμολογηταὶ καλοῖντο, οἱ διὰ ποικίλων ἄθλων καὶ ἀγωνισμάτων πρὸς τὸν ἀντίπαλον ἀντιταξάμενοι, καὶ τοῖς οἰκείοις φοίνιχθέντες αἵμασιν, καὶ ἀλγεινότερα τυχὸν ὑποστάντες τῶν τῇ τελευτῇ ἀφῃρημένων τὴν αἴσθησιν; [quorū adeo difficilis curatio fuit] Καὶ γὰρ ἄλλοι ἄλλως τὰς πληγὰς χαλεπὰς δεδεγμένοι, καὶ οἱ μὲν τὰς χεῖρας οἱ δὲ τοὺς πόδας ἄλλο τι μέρος τοῦ σώματος, οἱ πλεῖστοι δὲ τὰς κεφαλὰς κατεαγμένοι καὶ περιτεθραυσμένοι, ἐπὶ καιρὸν οὐκ ὀλίγον ἐπὶ προμνημονευθέντος ἀρίστου ἰατροῦ εὐλαβεστάτου Ἀββᾶ Θωμᾶ, εὐστοχώτατα μὲν καὶ ἐπιστημονικῶς, ὀδυνηρῶς δὲ καὶ ἐπιπόνως ἄγαν ἰατρευόμενοι, διετέλεσαν καὶ διήρκεσαν.

[64] Τὰς γὰρ πληγὰς περιξαίνων καὶ τὸ τῆς κορυφῆς ὀστέον ἀπογυμνῶν, διὰ τρυπάνης καὶ σμίλης σφύρᾳ τεκτονικῇ κρουομένης τὰ κατεαγμένα καὶ διαθραυσθέντα ὀστάρια ἀφῄρητο, ὡς καὶ αὐτὸν φαίνεσθαι τὸν περιέχοντα τὸν ἐγκέφαλον ὑμένα, ἀναβρύειν δὲ πολλάκις ἰχῶρας καὶ πῦα. Τοῦτο δὲ οὐχ εἰς δύο, ἀλλὰ καὶ πλεῖστοι πεπόνθασιν. Ἀμέλει γήρων τις, [vt senior quidā mori præligens] ἀκαίρως τῷ τρόπῳ ξίφει τὴν χεῖρα πληγεὶς, καὶ τοῦ ἰατροῦ, ὡς ἀπογνωσθείσης τὸν θεραπείας, βουληθέντος διὰ πρίονος ἐκ τοῦ ὤμου ἀποκόψαι αὐτὴν, θεασάμενος ἃς πάσχουσιν ὀδύνας οἱ Πατέρες ἰατρευόμενοι, μὴ φερόμενος τὸ χαλεπὸν τῆς περιποιήσεως, τὴν ἰατρείαν παντελῶς παρῃτήσατο. Σήψεως δὲ γενομένης καὶ σκωλήκων ἀναβρασάντων αὐτῷ, μεθ᾽ ἡμέρας οὐ πολλὰς τοῦ περιπαθοῦς καὶ γεώδους σαρκίου, [vicenariū Martyrum complerit.] πρὸς τὸν Χριστὸν εἰς ἄπονον λῆξιν ἐξεδήμησε καὶ τοῖς ἁγίοις προστέθειται Μάρτυσι, τὸν τῆς εἰκάδος ἀυτοῖς ἀριθμὸν ἀναπληρώσας, καθάπερ καὶ τῶν πάλαι τεσσαράκοντα Μαρτύρων φρουρὸς τὴν τεσσαρακοντάδα ἐσφράγισεν.

[65] Ἀλλ᾽ ἵνα μή τις, οἴκοθεν ἡμᾶς ἀποφαινομένους τὴν τῶν Μαρτύρων τοῖς Μακαρίοις τούτοις προσωνυμίαν καὶ κλῆσιν ὑποτιθέναι, ὑπολάβοι, ἑαυτοῖς πως προσχαριζομένους· αὐτὸν τὸν τῆς Ἐκκλησίας διδάσκαλον, Ἰωάννην φημὶ τὸν Χρυσόστομον, εἰς παράστασιν τῶν λελεγμένων παράγωμεν, ταῦτα κυροῦντα καὶ βεβαιοῦντα τρανώτατα. Ἐν τῷ λόγῳ τοίνυν, τῷ κεφαλαιωδῶς αὐτῷ πονηθέντι πρὸς τοὺς ῥαδίως σκανδαλιζομένους, ἐν κεφαλαίῳ ἐννεακαιδεκάτῳ αὐταῖς λέξεσι τοιαῦτα διέξεισι.

[66] [dicta confirmantur verbis Io. Chrysostomi] Οὐ γὰρ δὴ μόνον ἐκεῖνοι, οἱ εἰς δικαστήρια ἑλκυσθέντες καὶ θῦσαι κελευσθέντες καὶ μὴ πεισθέντες, παθόντες ἅπερ ἔπαθον, Μάρτυρες ἂν εἶεν· ἀλλὰ κᾀκεῖνοι οἱ ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων παθεῖν τι καταδεξάμενοι. Καὶ, εἴτις μετὰ ἀκριβείας ἐξαιτάσειεν, οὗτοι μᾶλλον ἐκεῖνοι. Οὐ γάρ ἐστιν ἴσον, ὀλέθρου τοιούτου καὶ ἀπωλείας ψυχῆς προτεινομένης, καταδέξασθαι παθεῖν τι καὶ μὴ παραπολέσθαι· καὶ ὑπὲρ ἐλάττονος κατορθώματος τὴν αὐτὴν ὑπομεῖναι τιμωρίαν. Ὅτι δὲ οὐχ οἱ σφαγέντες μόνον, ἀλλὰ, καὶ παρεσκευαμένοι καὶ γενόμενοι πρὸς τοῦτο ἕτοιμοι, μαρτυρίου στέφανον ἀνεδύσαντο, τοῦτό τε αὐτὸ καὶ πρότερον εἴρηκα, t ὅτιπερ καὶ ὑπὲρ ἐλάττονος σφαγεὶς Μάρτυς ἐστὶν ἀπηρτισμένος, ἀπὸ τῆς τοῦ Παύλου φωνῆς ἀποδεῖξαι πειράσομαι. Ἀρξάμενος γὰρ ἀπαριθμεῖσθαι τοὺς ἐπὶ τῶν προγόνων λάμψαντας μακάριος Παῦλος, καὶ τὴν αρχὴν ἀπὸ τοῦ Ἄβελ ποιησάμενος, εἶτα προσελθὼν εἰς τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τὸν Μωϋσέα, τὸν Ἰησοῦν, τὸν Δαβὶδ, τὸν Σαμουὴλ, τὸν Ἠλίαν, τὸν Ἐλισσαῖον, τὸν, Ἰὼβ, ἐπήγαγε λέγων, Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον νέφος ἡμῖν Μαρτύρων.

[67] Καί τοι γε οὐ πάντες ἐσφάγησαν οὗτοι, μᾶλλον δὲ οὐδὲ εἷς, πλῆν δυοῖν τριῶν, τοῦ Ἄβελ, τοῦ Σαχαρίου καὶ τοῦ Ιωάννου· οἱ δὲ ἄλλοι πάντες οἰκείᾳ τελευτῇ τὸν βίον κατέλυσαν. Καὶ Ἰωάννης δὲ αὐτὸς, οὐ θῦσαι κελευσθεὶς καὶ μὴ καταδεξάμενος ἐσφάγη, οὐδὲ εἰς βωμὸν ἀχθεὶς οὐδὲ προς εἴδωλον ἑλκυσθεὶς· ἀλλ᾽ ὑπὲρ ῥήματος ἑνὸς· ἐπειδὴ γὰρ εἶπε τῷ Ἡρώδῃ, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου, καὶ τὸ δεσμοτήριον ᾤκησε καὶ τὴν σφαγὴν ἐκείνην ὑπέμεινεν. Εἰ δὲ γάμον παρανομούμενον ἐκδικήσας, τόγε εἰς αὐτὸν ἦκον (οὐ γὰρ διώρθωσε τὸ κακῶς γεγενήμένον· ἀλλ᾽ εἶπε μόνον, παῦσαι δὲ οὐκ ἴσχυσεν) εἰ τοίνυν μόνον εἰπὼν καὶ μηδὲν οἴκοθεν τοῦτο εἰσενεγκὼν, ἐπειδὴ ἀπετμήθη, Μάρτυς καὶ Μαρτύρων πρῶτος· οἱ τοσαύτας σφαγὰς ὑπομείναντες, καὶ οὐχὶ πρὸς Ἡρώδην ἀλλὰ πρὸς τοὺς κρατοῦντας τῆς οἰκουμένης ἁπάσης ἀποδυσάμενοι, καὶ οὐχὶ γάμῳ παρανομουμένῳ ἀλλὰ νόμοις πατρῴοις καὶ θεσμοῖς Ἐκκλησίας ἐπηρεασθεὶσι παραστάντες, καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῶν πραγμάτων τὴν παῤῥησίαν ἐπιδὲιξάμενοι, καὶ καθ᾽ ἑκάστην ἡμέραν ἀποθνήσκοντες, καὶ ἄνδρες καὶ γυναῖκες καὶ παῖδες, πῶς οὐκ ἂν εἶεν δίκαιοι μυριάκις εἰς τὸν τῶν Μαρτύρων καταλεγῆναι χορόν;

[68] Ἐπεὶ καὶ Ἀβραὰμ, μὴ σφάξας τῇ πείρᾳ τὸν υἱὸν, τῇ προθέσει ἔσφαξε, καὶ φωνῆς ἤκουσεν ἄνωθεν λεγούσης· Ὅτι οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμὲ· οὕτω πανταχοῦ καὶ γνώμη, ὅτ᾽ ἂν ἀπηρτισμένη ᾖ ἐπὶ τῆς ἀρετῆς, ὁλόκληρον λαμβάνει τὸν στέφανον. Εἰ δὲ ἐκεῖνος υἱοῦ μὴ φεισάμενος οὕτως ἀνεκηρύττετο, οὗ τοι οἱ ἑαυτῶν μὴ φεισάμενοι, ἐννόησον πόσον ἔλαβεν μισθὸν, οὐ μίαν καὶ δύο καὶ τρεῖς ἡμέρας ἀλλ᾽ ὁλόκληρον τὸν ἐνιαυτὸν ἱστάμενοι ἐπὶ τῆς παρατάξεως ταύτης, βαλλόμενοι λοιδορίαις, ὕβρεσιν, έπηρείαις, συκοφαντίαις; οὐδὲ γὰρ τοῦτο μικρὸν· διὸ καὶ Παῦλος θαυμάζει λέγων. Τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως πασχόντων γενηθέντες. Τί ἄν τις καὶ εἴποι τοὺς καὶ αὐτοὺς ἀποθνήσκοντας καὶ τοὺς τοιαῦτα ἀθλοῦντας ἀλείφοντας;

[69] Ἠκούσατε, Ἀδελφοὶ καὶ Πατέρες, τῆς μεγαλοφωνοτάτης σάλπιγγος τῆς Ἑκκλησίας, διαῤῥήδην τὰ ἡμέτερα κρατυνούσης καὶ σφραγιζούσης. Κεκαλλώπισται εὐτελὴς καὶ ἄμορφος ἡμῶν λόγος, τῇ ὑψηγορίᾳ τοῦ Διδασκάλου καθωραἳσθεὶς, ὡς διάδημα πολυτίμητον δεξάμενον σμάραγδον. Ἀποδέδεικται καὶ κεκύρωταὶ προειρήκαμεν τῇ ἀξιοπιστίᾳ τοῦ θεοσόφου καὶ Χριστοῦ κήρυκος, καὶ πλέον ἤπερ ἠβουλόμεθα. Ὅπου γὰρ Ἰωάννης, τέττιξ τῆς Ἐκκλησίας, ταῦτα διδάσκει, τίνος ἔτι γνώμη περὶ τούτων μὲν ᾖ ἀμφίβολος;

CAP. VII

[70] Πρὸς δήλωσιν δὲ καὶ πίστωσιν τῆς θεοτερποῦς τῶν Μακαρίων τούτων u ἀφέσεως καὶ πρὸς τὸν Σωτῆρα Χριστὸν ἐνδόξου ἀποδοχῆς καὶ παῤῥησίας, [Ipsa hora Cosmas, vnus ex suffocatis,] παράδοξόν τι καὶ ὑπερφυὲς θαῦμα κατ᾽ ἐκείνην τὴν τῆς ἀθλήσεως τῶν Ἁγίων ἡμέραν φανῆναι τῶν θαυμασίων Θεὸς ᾠκονόμησεν, οὗ περ δύο τινὲς θεαταὶ καὶ μάρτυρες γεγόνασιν ἀξιόχρεῳ. Μετὰ γὰρ τὴν ἐκ τοῦ βασανιστηρίου ἄντρου ἐκείνου δευτέραν ἔξοδον τῶν Πατέρων, ἐναπομεινάντων ἐκεῖσε νεκρῶν τῶν μακαρίων Μαρτύρον, ὡς ᾔταζον αὐτοὺς οἱ ἀλιτήριοι, καθ᾽ προείρηται, ὁρᾷ τις τῶν Ἀδελφῶν τινα τῶν κεκοιμημένων καὶ ἔνδον ἐν τῷ ἄντρῳ κειμένων, [hilari vultu ante sanctuariū conspicitur,] Κοσμᾶν προσαγορευόμενον, ἔμπροσθεν τοῦ ἱερατείου παρὰ μέρος ἱστάμενον, ἐλαίῳ τὴν κεφαλὴν ἠλειμμένον, φαιδρὸν δὲ καὶ λαμπρὸν ἄγαν, καὶ ὑπέρυθρον τῷ προσώπῳ, ἱλαρὸν καὶ γεγηθότα τῇ θέᾳ· καὶ ἔθαυμαζέν, φησι, καθ᾽ ἑαυτὸν διαλογιζόμενος, πρῶτον μὲν τὸ τῆς ὄψεως φαιδρὸν καὶ περιχαρὲς, ἐν τοιούτω καιρῷ καὶ τόπῳ μάλιστα· δεύτερον δὲ τὸ Πῶς, φησιν, οὐ μεθ᾽ ἡμῶν ἀγαγόντες αἰτάζουσι καὶ κολάζουσι, ἀλλ᾽ ἀφῆκαν αὐτὸν καταμόνας ἵστασθαι οὕτως ἀδεῶς καὶ ἀνενοχλήτως; Οὐδέπω γὰρ τέως ᾔδει Ἀδελφὸς ὅτι εἷς ἐστι τῶν ἔνδον κειμένων νεκρῶν ὁραθέις.

[71] Μετὰ δὲ τὴν τῶν ἀσεβῶν ἀναχώρησιν, γέρων τις τῶν Πατέρων, [similiter & Sergio ad inspicienda corpora] ἡσυχαστὴς καὶ πολλοὺς χρόνους ἐν ταῖς ἐρήμοις τῷ Θεῷ εὐαρεστήσας, Σέργιος τῷ ὀνόματι, πενθῶν καὶ ὀδυρόμενος ἐπὶ πᾶσι τοῖς συμβεβηκόσι τούτοις ἀνιεροῖς, οὐχ ἥκιστα διὰ τὴν τελευτὴν τῶν Μακαρίων, ἅψας λαμπάδα εἰς τὴν θεόκτιστον εἰσῆλθεν ἐκκλησίαν, βουλόμενος ἐνδότατον χωρῆσαι, [καὶ ἐπισκοπεῖν] τίνες ἂν καὶ πόσοι εἶεν οἱ κοιμηθέντες Πατέρες· καὶ ὁρᾶ τὸν Ἀββᾶν Κοσμᾶν τοῦτον, [ingredienti occurrit.] ὃν καὶ Ἀδελφὸς τεθέαται, ἐξιόντα ἀπὸ τοῦ ἄντρου, ἐν τοιούτῳ λαμπρῶ καταστήματι· καὶ βαλλόντων ἀλλήλοις μετάνοιαν συνήθως, Ἀββᾶς Κοσμᾶς προσανεχώρησεν εἰς τὸ ἱερατεῖον, τοῦτον εἰπὼν τὸν λόγον, Εῦξαι ὑπὲρ ἐμοῦ. Ἐισελθὼν οὖν Ἀββᾶς Σέργιος μετὰ σπουδῆς, ἠρεύνα καὶ ἐψηλάφα τῶν Ἁγίων τὰ πρόσωπα, ἐν οἷς θεασάμενος τουτονὶ τὸν Ἀββᾶν Κοσμᾶν ἄπνουν νεκρὸν κείμενον, ᾧτινι εἰσιὼν ἐξερχομένῳ προσυπήντησεν, ἔμφοβος γενόμενος ἐξῆλθεν ἐν τάχει, καταλαβεῖν αὐτὸν ἐφιεμενος, καὶ πανταχοῦ ζητήσας τοῦτον εὑρεῖν οὐκ ἐδυνήθη. Συνῆκεν οὖν ὅτι ὀπτασία τις ἦν θεία τὸ φανὲν αὐτῷ, πρὸς πληροφορίαν δειχθεῖσα τῆς ὁσίας αὐτῶν τελειώσεως καὶ τῆς ὑποδεξαμένης αὐτοῦς ἀθανασίας καὶ μακαριότητος.

[72] [Imber opportunus precibus eorū decidit:] Αὐτίκα γοῦν ἀνομβρίας ἐκείνῳ τῷ ἐνιαυτῷ ἐν τῇ λαύρᾳ γενομένης, νυκτὶ τῆς ἐνδόξου τῶν Ἁγίων κοιμήσεως, διὰ πρεσβείας αὐτῶν καὶ ἐντεύξεως, πολὺς ὑετὸς κατενεχθεὶς πάντας τοὺς λάκκους καὶ τὰ δοχεῖα τῆς λαύρας ἐπλήρωσεν καὶ ἐμέστωσεν. Παρὰ πόδας δὲ καὶ τὴν ἐκδικησιν τοῦ αἵματος τῶν δούλων αὐτοῦ τοῦ ἀδίκως κεχυμένου ἐποιήσατο Κύριος, καὶ ἀπέδωκε τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κολπὸν αὐτῶν κατὰ λόγια. Θανατικοῦ γὰρ γενομένου, [barbari diuinitus puniuntur] οἱ τὰ ἀτόλμητα τολμήσαντες καὶ τὰ ἀθέμιτα δράσαντες βάρβαροι, καὶ οἱ τούτους κατὰ τῶν Ἁγίων καὶ τῆς λαύρας ἐξοπλίσαντες, νόσῳ καὶ λοιμῷ καὶ οἱκτίστῳ θανάτῳ διεφθάρησαν, οὕτως ἀθρόως καὶ ἀλλεπαλλήλως, ὡς μὴ φθάνειν τοὺς ἑαυτῶν νεκροὺς θάπτειν καὶ τῇ νενομισμένῃ ταφῇ παραδιδόναι, ἐπιπολαίως δέ πως τῷ χώματι καλύπτειν ἐν σπηλαίοις καὶ ὀπαῖς ῥύπτειν, οὓς οἱ κύνες ἀνωρύσσοντες καὶ διασπαράσσοντες βορὰν καὶ θοίνην ἐποιοῦντο· ὡς θαυμάζειν ἅπαντας τὸν καταλαβόντα αὐτοὺς αἰφνήδιον ὄλεθρον καὶ ἀφανισμὸν καὶ τὴν τῶν ἀνόμων ἔκλειψιν καὶ τοῦ Θεοῦ ταχεῖαν ἐκδίκησιν, καὶ ᾆσαι σὺν τῷ Προφήτῃ Δαβὶδ, Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέληπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν, ὡσεὶ ἐνύπνιον ἐξεγειρουμένου.

[73] Οὐκ ἀποκρύψω δὲ ὅπερ μοι Πρεσβύτερος ἀξιόπιστος οὕτως ἐξηγήσατο. [Presbyter Syrus Græcæ linguæ peritiam] ἐνάρετος ἀνὴρ y [Παπίας] Σύρος ὑπάρχων τῇ γλώττῃ, ἐν επιθυμίᾳ πόλλῇ γέγονεν ἐκμαθεῖν τὴν Ἑλληνίδα λαλιὰν καὶ διάλεκτον· καὶ δὴ τὸ ψαλτήριον μόχθῳ πολλῶ ἀποστηθίσας, προσεῖχε τῇ ἀναγνώσει τῆς ἁγίας Γραφῆς, ἐπιμελῶς καὶ ἐμπόνως τρανῶσαι καὶ ἐθίσαι τὴν ἑαυτοῦ γλῶσσαν ἱμειρόμενος. Δυσχερῶς δὲ καὶ ὀργωδῶς τὴν μελέτην τῆς ἀναγνώσεως κατορθῶν, ἐθύμει. [accipit ab Anastasio sibi apparēte.] Ἀφυπνώσαντι δὲ αὐτῷ γέγονεν ἐπιστασία τινὸς τῶν ἁγίων τούτων Πατέρων, Ἀναστασίου τοῦ πρώτω Διακόνου, οὗ καὶ προεμνήσθημεν, όστις τῷ Παπίᾳ καὶ φίλος ἐτύγχανεν· καὶ ἐπῃρώτα, φησὶ, τῆς ἀθυμίας τὴν αἰτίαν. δὲ ἐξήγγειλε, τὴν δυσχέρειαν ἐγκαλῶν τῆς μαθήσεως· πρὸς ὃν Ἅγιος ὑπομειδιῶν, Χάλασόν, φησι, καὶ ἐξάγαγέ μοι τὴν γλῶσσάν σου, καὶ παρ᾽ ἑαυτοῦ ῥάκος τι καινὸν ἐκβαλὼν, περιέτριβε καὶ ἐξέμασσεν αὐτὴν, καὶ γλισχρότητά τινα παχεῖαν καὶ χλοιώδη περικαθαρίσας ἀπέπτη, καὶ καθεύδων διυπνίσθη. Καὶ διαβεβαιοῦται Πρεσβύτερος ὅτι ἐκ τῆς ἡμέρας ἐκείνης τοσάυτης ᾔσθετο καὶ συνέσεως τῆς διαλέκτου καὶ τρανογλωττίας ἐυκόλου ἀναγνώσεώστε καὶ μαθήσεως, ὥστε ἀυτὸν ἐκπλήττεσθαι καὶ θαυμάζειν τὴν τοῦ Θεοῦ ἐπίσκεψιν καὶ τῶν Ἁγίων τὴν χάριν.

EPILOGVS.

[74] Ἀλλὰ ταῦτα βραχέα τῆς ὑμητέρας τεκμήρια χάριτος, ἱεροὶ καὶ Θεῷ πεποθημένοι Μάρτυρες· τῆς ἐν οὐρανοῖς δὲ δόξης ὑμῶν ἧς νυν ἀξίως μετέχεται τίς ἱκανῶς διηγήσασθαι; [Quā multis titulis vocādi sint Beati.] Μακάριοι γὰρ ὄντως ὑμεῖς Θεομάκαροι, ὅτι τῆς ἐπιγείου ζωῆς τυραννικῶς ἐκβλεθέντες τῆς τῶν οὐρανίων εὐζωΐας κατηξιώθητε. Μακάριοί ἐστε Πατέρες πανόλβιοι, ὅτι καὶ πρὸ τοῦ φυσικοῦ θανάτου ὑμεῖς τῷ κόσμῳ παντὶ προαιρετικῶς ἑαυτοὺς ἐσταυρώσατε καὶ ἐνεκρώσατε, ἑν καινότητι δὲ ζωῆς τὴν ἰσάγγελον πολίτειαν επὶ γῆς ἐζηλώσατε. Μακάριοί ἐστε Πατέρες πανόσιοι, ὅτι καὶ τῇ προσκαίρῳ ταύτῃ ζωῇ τὸ φρόνημα τῆς σαρκὸς, τὸ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς, τῷ νόμῳ τῆς ζωῆς καθυπετάξατε Μακάριοί ἐστε Πατέρες πανάριστοι, ὅτι τὰ τῆς σαρκὸς πάθη πόνοις καὶ τόνοις ἀσκήσεως περιελόμενοι, εὐήνιον τὸ σῶμα τῇ ψυχᾗ καὶ ὑποχείριον κατεστήσατε, καὶ τὸ χεῖρον τῷ κρείττονι δεδουλαγωγήκατε, τὸν δὲ νοῦν τῷ νόμῳ τοῦ Χριστοῦ εὐπειθῶς ὑπεζεύξατε.

[75] Μακάριοί ἐστε Πατέρες πανένδοξοι ὅτι τὸ τῆς ψυχῆς ἀξίωμα ταῖς τῆς σαρκὸς ἡδυπαθείαις καὶ ἡδοναῖς ἀδούλωτον ἐτηρήσατε, τὴν δὲ τῆς εἰκόνος εὐγένειαν ἀταπείνωτον ἐφυλάξατε, καὶ τῶν ταύτης χαρακτήρων τὴν εὔχροιαν καὶ εὐμορφίαν ἀσύγχυτον καὶ ἀπαράλλακτον πεφρουρήκατε. Μακάριοί ἐστε Πατέρες παναρετοι, ὅτι τὰς ἀρετὰς ὡς βαφὰς ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας, οἷά τινες εὐφυεῖς ζώγραφοι, ἐν ἑαυτοῖς χρωματίσαντες καὶ τᾶις ὑμετέραις ψυχαῖς ἐκμαξάμενοι, ἔμψυχον ἄγαλμα καὶ θεοείκελον ἐκμαγεῖον καὶ ἴνδαλμα τῷ κοσμῷ ὑμᾶς αὐτοὺς ὑπεδείξατε. Μακάριοί ἐστε Πατέρες ἀξιομακάριστοι, ὅτι οὐδὲν τῶν ἐν τῷ βίῳ τερπνῶν θέλξαι καὶ ἀπατῆσαι ὑμῶν τὸν καρδίαν καὶ τῆς τοῦ Θεοῦ θεωρίας καὶ κατατρυφήσεως ἀποσυλῆσαι καὶ καθελκύσαι καὶ κατασπάσαι δεδύνηται. Μακάριοί ἐστε Πατέρες ἀξιάγαστοι, ὅτι πᾶν τὸ τῆς ψυχῆς ἐπιθυμικὸν πρὸς Θεὸν καὶ τὴν τῶν θείων ἀπόλαυσιν ἀνετείνατε, τὸν θυμὸν δὲ κατὰ μόνης τῆς ἁμαρτίας καὶ τοῦ ταύτης εὑρήμονος καὶ γεννήτορος ὥσπερ τινὰ ῥομφαίαν ἐτρέψατε.

[76] Μακάριοί ἐστε Πατέρες θεσπέσιοι, ὅτι τὴν πλατεῖαν τῶν ἡδονῶν ὁδὸν, ὡς εἰς ὀλέθριον πέρας κομίζουσαν, ὁδεύειν νουνεχῶς παρῃτήσασθε· τὴν δὲ στενὴν καὶ τεθλιμμένην, ὡς εἰς μακαρίαν καὶ τρισευδαίμονα λῆξιν τοὺς ὁδοιπόρους ἀπάγουσαν ἀνύειν ἀνεπιστρόφως καὶ ἀκλινῶς ᾑρετίσασθε. Μακάριοί ἐστε Πατέρες ἀνίκητοι, ὅτι καθάπερ τὸν πολύαθλον Ἰὼβ ἀντικείμενος καὶ ὑμᾶς ἐξαιτησάμενος, πᾶσαν αὐτοῦ τῆς πονηρίας τὴν βελοθήκην ἐκκενώσας καὶ παντοίως μηχανησάμενος, καταβαλεῖν ὑμῶν οὐκ ἴσχυσε τὸ τῆς ψυχῆς σαύτονον καὶ ἀήττητον. Μακάριοί ἐστε Πατέρες θεόσοφοι, ὅτι τῶν παθημάτων τῷ Χριστῷ κοινωνήσαντες, δι᾽ ἀσκήσεως πρότερον εἶτα καὶ δι᾽ ἀθλήσεως, ὕστερον εἰκότως αὐτῷ κοινωνοὶ τῆς δόξης ἐχρηματίσατε· εἴπερ συμπάσχομέν, φησιν, ἵνα καὶ συνδοξασθῶμεν καὶ αἰωνίως συμβασιλεύσωμεν.

[77] Μακάριοί ἐστε Πατέρες ἀοίδιμοι, ὅτι πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας διὰ τὰ ἐπουράνια ἀοράτως παλαίσαντες καὶ νικήσαντες, ὁρατῶς πάλιν τοὺς ὁρατοὺς τῆς ἀληθείας ἐχθροὺς διὰ τῆς τῶν αἰκισμῶν ὑπομονῆς καὶ μέχρι θανάτου καρτερίας ἀνδρείως ἡττήσαντες ἐτροπώσασθε. Μακάριοί ἐστε Πατέρες πανεύφημοι, ὅτι δι᾽ ἀμφοτέρων τῶν παλαισμάτων ἄμφω τοὺς δυσμενεῖς καὶ πολέμίους τρεψάμενοι, καὶ νεανικῶς ἀριστεύσαντες, καὶ ἐν ποικίλοις πολέμοις ἀνδραγαθήσαντες, ἀμφοτέρωθεν δικαίοτατα καὶ προσηκόντως ἐστεφανώθητε. Μακάριοί ἐστε Πατέρες τρισμέγιστοι, ὅτι διὰ καπνοῦ καὶ ὀσμῆς πυρός θνητοῦ καὶ εὐμαράνθου τὴν τοῦ ἀμαράνθου καὶ ἀσβέστου πεῖραν καὶ ἀπειλὴν παντελῶς διεφυγετε, πρὸς δὲ καὶ τοὺς εὐώδεις τοῦ παραδείσου καρποὺς ἐτρυγήσατε. Μακάριοί ἐστε Πατέρες τριπόθητοι, ὅτι πρὸς βραχὺ πνιγμῷ στενοχωρηθέντες τῆς ἐν τόπῳ χλόης ἀναψύξεως καὶ ἀναπαύσεως τετυχήκατε.

[78] Μακάριοί ἐστε Πατέρες πανέντιμοι, ὅτι ἐν στενῷ καὶ σκοτεινῳ χωρίῳ καθειρχθέντες καὶ τῆς ὀλιγοχρονίου ζωῆς στερηθέντες, εἰς τοὺς ἀειθαλεῖς καὶ εὐρυχώρους καὶ ἀθάνατα βλαστάζοντας ἄνθη λειμῶνας μετήβειτε, ἐνθα φῶς ἄδυτον δὲ ἀνέσπερον ἐπιλάμπει, καὶ πάσης ὁδύνης καὶ στεναγμοῦ καὶ λύπης ἀπέδρα καὶ ἀπεφευγεν ἀποσχίασμα. Μακάριοί ἐστε Πατέρες πανίεροι, ὅτι προσθήκη καὶ ἐκφράγισμα εὐκλεὲς καὶ ἐπέραστον τῶν ἀπ᾽ αἰῶνος Μαρτύρων τῷ Χριστῷ γεγόνατε, ἐν οὐ καιρῷ διωγμοῦ τὸν τοῦ μαρτυρίου τέλειον ἀπενεγκάμενοι στέφανον. Μακάριοί ἐστε Πατέρες θεόπνευστοι, ὅτι νηστείᾳ τὰς ἑαυτῶν ψυχὰς καὶ σώματα καθαγνίσαντες καὶ ἁγιάσαντες, τὴντεσσερακοσθήμερον νηστείαν ἡγιάσατε καὶ ἐφαιδρύνατε, ἐν αὐτῇ προσκεχωρηκότες τῷ Χριστῷ, δι᾽ αἵματος καὶ τοῦ ὑπερκοσμίου καὶ σωτηρίου αὐτοῦ προπεπονθότι παθήματος, πάσχα σὺν αὐτῷ τὸ φερέσβιον ἑωρτάσατε, τὴν τῆς ἁμαρτίας καὶ τοῦ πικροῦ ἐργοδότου νοητοῦ Φαραὼ καὶ πάσης τῆς Αἰγυπτιακῆς καὶ σκοτώδους πλάνης φυγὴν καὶ ἐκλύτρωσιν καὶ διάβασιν, καθάπερ καὶ οἱ ἔνδοξοι καὶ τοῦ Χριστοῦ ἀθλοφόροι στρατιῶται καὶ στεφανίται τεσσαρόκοντα Μάρτυρες.

[79] Μέμνησθε καὶ ἡμῶν Πατέρες ἀείμνηστοι, οἶς ἐν σαρκὶ ζῶντες καὶ συνανετρέφεσθε καὶ ἀδελφικῶς συνεπολιτεύεσθε, [Orat Martyres vt velint pro laura,] εἰ καὶ νῦν καταλιπόντες τὰς ἐπὶ γῆς διατριβὰς τοῖς οὐρανίοις ἐν φωτὶ καὶ χαρᾷ συναυλίζεσθε. Μὴ ἐπιλάθεσθε τῆς ἡμῶν ἀδελφότητος καὶ τῆς ὑμετέρας λαύρας καὶ συνοδίας, ἥτις ὑμᾶς ἀπὸ γῆς εἰς οὐρανοὺς νῦν προσέπεμψε. Μακάριοι γὰρ καὶ ἡμεῖς δι᾽ ὑμᾶς Τρισμάκαριστοι, ὅτι τοιαύτην ἀπαρχὴν ἁγίαν καὶ πανίερον ἀκροθίνιον τῷ Δεσπότῃ Χριστῷ προσπεπόμφαμεν θυσίαν τῷ Θεῷ δεκτὴν εἰς ὀσμὴν εὐωδίας εἰλικρινῆ καὶ ἄμωμον καὶ εὐάρεστον. Προσαγάγατε τῇ ζωαρχικῇ καὶ θείᾳ καὶ ὁμοουσίᾳ Τριάδι; ἥτις ὑμᾶς ἑαυτῇ προσεστήσατο, ὑπὲρ τῆς ἡμῶν ὁμηγύρεως καὶ κοινότητος πρεσβείαν ἐντενῆ καὶ ἐπίμονον, ῥυσθῆναι μὲν τῶν τοῦ μονηροῦ δεινοπλόκων παγίδων καὶ μεθοδειῶν καὶ πανπονήρων μηχανημάτων, ἐλευθερωθῆναί τε τῶν ψυχικῶν καὶ σωματικῶν παθῶν καὶ πλημμελημάτων, λυτρωθῆναι δὲ καὶ τῆς τῶν ὁρατῶν ἐχθρῶν ἐπιβολῆς καὶ βασκανίας, εἰρηνικῶστε τὴν παροῦσαν ζωὴν διανύσαντες, ἀξιωθῆναι ἧς αὐτοὶ κατηξιώθητε τῶν ἀκηράτων ἀγαθῶν μετουσίας καὶ τῆς ἀγήρω ζωῆς λήξεώς τε καὶ τάξεως, κᾀν μέγα ᾖ τὸ αἰτούμενον.

[80] [pro Ecclesia] Πρεσβεύσατε καὶ ὑπὲρ τῆς κοινῆς καὶ μιᾶς ὀρθοδόξης Ἐκκλησίας, ἄνεσιν δὲ τεθεῖναι τῶν πολυτρόπως ἐπινοουμένων καὶ ἐπανισταμένων αὐτῇ παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας πειρασμῶν καὶ ὀχλήσεων, γαλήνην τε καὶ εὐταξίαν ἀυτῃ βραβευθῆναι καὶ πάσης ἀηδίας καὶ ταραχῆς παῦλαν καὶ λώφησιν. [pro seipso intercedere.] Ἐπιμνήσθητε καὶ τοῦ ἀναξίου ὑμῶν οἰκέτου, τοῦ ἀναξίαν ὑμῖν τοῦ λόγου τὴν ἀπάρχην προσενηνοχότος καὶ ὕμνους ὑφαίνοντος, εὐτελεῖς μὲν καὶ παρὰ πολυαξίας τῆς ὑμετέρας ἀπολειπομένους καὶ ἀποδέοντας, κατὰ δύναμιν δὲ ὅμως συντεθειμένους καὶ προσκεκομισμένους νῦν προθυμώτατα. Ἀιτήσασθε Πατέρες ἀξιύμνητοι καὶ ἀξιέπαινοι παρασχεθῆναι τῇ ἐμῇ οὐθενείᾳ ἀμπλακημάτων ἄφεσιν, παθῶν κάθαρσιν, βίου εὐκταίαν καὶ εἰρηναίαν διαγωγὴν καὶ διέξοδον, γεέννης καὶ κολάσεως λύτρωσιν, καὶ ἀκαταίσχυντον τὴν ἐνώπιον τοῦ Χριστοῦ καὶ Σωτῆρος παράστασιν, μὴ πόῤῥω τῆς ὑμῶν ἐπάυλεώς τε καὶ στασεως, κᾀν ὑπὲρ ἀξίαν ἦν τὸ διδόμενον.

[81] [S. Sabæ gratulatur & hos] Σύ δὲ ᾦ Πατέρων εὐαγῶν Πάτερ σεβασμιώτατε, Ἀσκητῶν ἀλῆπτα, μοναχῶν καθηγητὰ καὶ ἀθλητῶν παιδοτρίβα, Σάβα τρισμάκαρ, τῆς ἐρήμου οἰκιστὰ καὶ πολίτα περιώνυμε, δέχου τοὺς σοὺς φοιτητὰς, γεννηκῶς οὕτως κατὰ τῆς ἁμαρτίας καὶ τοῦ ταύτης συνηγόρου καὶ στρατηγοῦ Βελίαλ ἠγωνισμένους καὶ ἠριστευκότας, ὑδρῶσί τε καὶ πόνοις καὶ αἵμασι τῆς αρετῆς νεανικῶς ὑπερμαχήσαντες καὶ τοὺς ἄθλους νενικηκότας, καὶ προσάγαγε Χριστῷ τῷ ἀγωνοθέτῃ ἀπηρτισμένους Μάρτυρας καὶ στεφανίτας· Καὶ γὰρ εἴωθας τοὺς σοὺς μαθητὰς οὐ μόνον εἰς ἄσκησιν ἀλλὰ καὶ πρὸς ἄθλησιν ἐπαλοίφειν καὶ εὐτρεπίζειν. [& 40 priores sub Chosroë] Καὶ γὰρ καὶ ἐν τῇ ἐπαναστάσει τῶν Περσῶν, ὁπηνίκα καὶ ἁγία τοῦ Χριστοῦ πόλις ἥλωκε, καὶ οἱ σεπτοὶ καὶ προσκυνούμενοι τόποι καὶ ναοὶ πυρίκαυστοιγεγόνασι, τεσσαράκοντα καὶ πρὸς Μάρτυρας ἐκ τῶν σῶν θρεμμάτων τῷ Χριστῷ προσαγήωχας, οὓς ἅμα καὶ ὑφ᾽ ἓν οἱ πυρσολάτραι, καὶ μιτρομανεῖς Πέρσαι ἐπὶ μιᾶς πλακὸς ἐπιδραμόντες κατέσφαξαν, ἑλομένους καὶ ἀυτοὺς τῇ ἰδίᾳ λαύρᾳ ἐναποθανεῖν, ἀπὸ προσώπου τῶν πολεμίων ἀποδράναι, καὶ ταύτης μεταναστεῦσαι καὶ φυγῇ τὴν ζωὴν πορίσασθαι.

[82] Ὁμοίως δὲ Χριστοφόρον τὸν φερώνυμον καὶ νικηφόρον τοῦ Χριστοῦ στρατιώτην καὶ Μάρτυρα, [& Christophorum ex Saraceno monachum ac Martyrem] ὃν πρὸ ὀλίγων τούτων ἐτῶν ἐξ ἀπιστίᾳ εἰς πίστιν τὴν εὐσεβῆ μετατεθέντα, ἐξ Περσικῆς τε καὶ ἀκάρπου ἀγριελαίας εἰς καλλιέλαιον ἐνκεντρισθέντα, καὶ τῷ θείῳ βαπτίσματι σφραγισθέντα, καὶ σχήματι τῷ μοναχικῷ καὶ ἀγγελικῷ στολισθέντα, καὶ τῇ ἱερᾷ σου ποίμνῃ συναριθμηθέντα, Μάρτυρα τῷ Κυρίῳ στεφανοφόρον παρέστησας. Καλλῶς μὲν καὶ ἐν τῷ μοναχικῷ ἀγωνισάμενον σχήματι, καὶ τῷ μαρτυρικῷ σταδίῳ ἀνδραγαθήσαντα, διαβληθέντα μὲν ὑπ᾽ ἀρνησιθέου ἀνδρὸς, ἐπὶ αὐτοῦ δὲ τῶν Σαρακήνων Ἄνακτος καὶ Πρωτοσυμβούλου ἀχθέντα, καὶ τὴν καλὴν ὁμολογίαν ὁμολογἡσαντα, [14 Aprilis:] καὶ ξίφει τὴν κεφαλὴν ἀποτμηθέντα διὰ τὴν εἰς Χριστὸν πίστιν καὶ εὐσέβειαν, τῇ τεσσαρακαιδεκάτῃ τοῦ Ἀπριλίου μηνὸς, τῇ ἁγίᾳ τρίτῃ τῆς μεγάλης ἑβδομάδος πρὸ τριῶν τοῦ Κυριακοῦ πάθους ἡμερῶν, τοῦ τοῖς ἰδίοις ἡμᾶς σεσωκότος παθήμασι.

[83] Καὶ νῦν δὲ, Πάτερ θειότατε καὶ πρεσβευτὰ αἰδεσιμώτατε, ἐνοπτεύοις τὴν σὴν ποίμνην καὶ λαῦραν, ἣν τοῖς σοῖς συννεστήσω πονήμασιν καὶ ἐπαγρυπνῶς ἐγκύκλων, [ac denique lauram ei commēdat] ἀνημέρων καὶ ἐπιβολῶν ὁρατῶν τε καὶ ἀοράτων φύλαττε, μέχρι τῆς δευτέρας τοῦ Σωτῆρος ἐξ οὐρανοῦ φρικτῆς ἐπιφοιτήσεως καὶ ἐπιφανείας, τὸ πνευματικόν σου σπέρμα ἐν αὐτῇ περιφρουρῶν μετὰ Χριστοῦ πανταχόθεν ἐν αὐτῇ συνάγων, κᾄξ αὐτῆς εἰς τὴν χαρὰν τοῦ Κυρίου σου εἰσάγων, ἵνα πάντας τούς σοι μαθητευθέντας ἀμέμπτως σεαυτῷ συμπαριστῶν κριτῇ φήσης, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, μοι δέδωκας Θεὸς. Ἀκούσαιμεν δὲ ταῖς εὐκταίας καὶ πολυεράστου ἐκείνης φωνῆς, Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾡ δόξα καὶ τὸ κράτος καὶ βασιλεία, σὺν τῷ ἀνάρχῳ Πατέρι καὶ τῷ ἁγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

[Annotata]

a Medij æui auctores qui hac voce a Latinis accepta, indeq; formato verbo πραιδεύειν prædari vsi sunt, vide apud Meursium in Glossario Græco-barbaro.

b Catenatam, hamatam, qualis ex multis annulis inter se nexis contexitur.

c In Latino prætermissa consequenter sic lege: Quid vero iucundius aut beatius nobis accidere posset, quam mori propter Christum ex nimia erga nos caritate mortuum.

d Hora post solis exortum secunda. Ita Interpres & recte, si consideres Palæstinos ab ortu solis (qui cum hæc agerentur fere ad æquinoctium peruenerat) horas solitos numerare: quamuis, περὶ circa, non post significet. Fuisset igitur nobis, a media nocte numerantibus horas, octaua circiter matutina. Quæ deinde sequuntur verbotenus magisq; ad mentem auctoris sic reddes. Hosce autem eminus aduentantes conspicati, agnoscentesque vt ad bellum paratos (etenim gladium arcumque eductos intendebant) pauore deinceps, prius quā apptopinquarēt, dissoluti sumus.

e Mallem vertere, abunde, liberaliter. Num autem 26, vbi impressum ἐδεδῄειμεν est, lege, ἐδεδείμεν.

f Latina sic corrige: ipsisque per viam occurrere formidantes, periculo nosmet exposuimus.

g Interpreti properanti excidit, vt, pro quinque, scriberet septem, quod corrige.

h Latet mendum: quid si legas ἑαυτοὺς? vt sit, vos ipsos conseruaturi.

i Adde versioni Latinæ: timeo vero ne nimium protraham narrationem.

k MS. εἴσειον, pro quo εἰσεῖον interpres legit & vertit ingrediuntut: verum si corrigas εἴσειον, sensus alias hiulcus sic integre consistet. Vt vero atri illi astitere… barbarico more vlulantes strictos vibrabant mucrones.

l Videtur deesse negatiua particula, οὐ non.

m Mallem legere in futuro, ὁμολογησόντων.

p Rectius custodes quam abdita verteretur: quamuis etiam sic noua vox sit & lexicographis ignota.

q Sensum auctoris melius sic explicabis. Nonnullos autem amictu suo circumuolutos atque circumopertos faciem, vt subterfugerent aliquatenus suffocationis qua vehementiam qua tormentum: attamen omnes pronos iacere exanimes.

r In Latino est prorumpebat foras: sed ad mentem auctoris fortasse conuenientius scriberes, intus versabatur.

s Deest, ἐνδόξως cum gloria, vel quid simile.

t Adde hæc ab Interprete præterita: quod nempe etiam pro minimo cæsus, sit omnibus numeris consummatus.

u MS. ἀλήσεως, quod, cum Græcum non sit, mendose suspicor irrepsisse, & corrigo.

y Nomen viri per incuriam librarij omissum, infra reperientes, hic restituimus; cuius defectus valde torsit interpretem, & plane fecit ab auctoris mente exerrare, quasi ipsi qui auctori hæc narrauit res accidisset. Nunc cuncta sic restituas licet: Non abscondam silentio, quod mihi fide dignissimus Presbyter sic enarrauit. Vir honestus Papias, lingua Syrus &c. & inferius qui Patri huic, lege, qui ipsi Papiæ. Fortassis πάπᾳ hic sibi legere visus est interpres.

ΜΑΡΤΥΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ
Ex MS. Codice Vaticano num. 655, fol. 382.

Basilius Presbyter, Martyr Ancyræ (S.)

EX MS. VATIC.

CAP. I

[1] Ην οὗτος Βασίλειος κατηχῶν πάντα ἄνθρωπον περὶ τῆς ἀληθείας τῆς εἰς τὸν Χριστὸν, [Præmonet vt imminente persecutione] καὶ ἀποστρέφων ἀπὸ τῆς ὁδοῦ τοῦ διαβόλου, καὶ πάσης τῆς ἐνεργείας αὐτοῦ, λέγων, ὅτι σκληρὸς καιρὸς ἐπίκειται, καὶ ποικίλοι εἰσὶν οἱ τοῦ διαβόλου στρατηγοί. Ἔχει γὰρ διακόνους ἠμφιεσμένους ἐνδύματα προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες, περιερχόμενοι θηρεῦσαι ψυχὰς, τοῦ μὴ ἐν ἀσφαλείᾳ βιώσασθαι, ὧν τὸ τέλος ἐνεστὼς καιρὸς ἀποδείξει πᾶσιν. Ἀσφαλῶς οὖν ἐκτίθημι τὴν εἰς τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ σωτηρίαν, [Christiani sollicite fidem salutemq; custodiant,] καὶ τὴν πλάνην τῶν ἀθέσμων, οἵτινες ἀφέντες τὸν ζῶντα καὶ μένοντα εἰς τοὺς αἰῶνας Θεὸν, προστέφυγον τυφλοῖς καὶ κωφοῖς καὶ ἀλάλοις εἰδώλοις, κληρονομίαν ζητοῦντες τὴν ἐκ τούτων προξενουμένην αὐτοῖς ἄσβεστον φλόγα πυρός. Ὅθεν πάντες οἱ τὰ μυστήρια Χριστοῦ κατέχοντες ἐν σπουδῇ, τὸν τῆς πίστεως ἡμῶν χορηγὸν τιμήσαντες, καὶ τὸν ἄσυλον θησαυρὸν ἐν τοῖς ἀσπίλοις κειμηλίοις τῆς ψυχῆς κατέχοντες, καταπατήσωμεν τὸ χορευτικὸν τούτων τῶν πλάνων τοῦ διαβόλου, καὶ φύγωμεν αὐτοῦ τὰς μυσαρὰς a ἐρεσχελίας, ἔχοντες τὸν Χριστὸν βοηθὸν, τὸν αἰώνιον μισθαποδότην.

[2] Τοῦτο δὲ ἐποίει εφ᾽ ἑκάστης ἡμέρας περιερχόμενος πᾶσαν τὴν πόλιν, καὶ ὑποστηρίζων πάντα ἄνθρωπον κατέχειν τὸ τέλειον τῆς πίστεως, καὶ φυγεῖν τὴν τῶν ἐπερχομένων κακῶν τὴν κόλασιν· Ἦν δὲ οὗτος Βασίλειος ὑπὸ Εὐδοξίου, [quamuis ab Arianis prædicare prohibitus] καὶ Μακαρίου, καὶ Εὐγενίου, καὶ ἄλλων πολλῶν ἐπὶ τῆς Κωνσταντινουπόλεως γενομένης συνόδου κωλυθεὶς συνάγειν· ἦν γὰρ καὶ τῶν εὐλαβῶν, καὶ μετὰ ἀκριβείας τὴν πίστιν κατεῖχεν. Οὑτος οὖν, ἐπὶ τῆς Παλαιστίνης καὶ ἐπὶ διακοσίων τριάκοντα Ἕπισκόπων ἐπαῤῥησιάσατο, ἔχων διδασκάλους ὁσίους ἄνδρας, τοὺς ἐραστὰς τοῦ Κυρίου· ἦν γὰρ καὶ τῶν γινωσκομένων ἐν τῷ παλατίῳ. Ἔχων οῦν τὸν βίον ἡπλωμένον πρὸς τὸν Θεὸν, ἄφθονον τὸν τῆς πίστεως κατήγγελλε λόγον, ἀπέστρεφε δὲ πολλοὺς ἀπὸ τῆς πλάνης. [& sæpe propterea accusatus:] Οὗτος ἐπὶ τοῦ καιροῦ τοῦ συνιάσαντος πᾶσαν ψυχὴν Χριστιανῶν, ὑπεβάλλετο πᾶσι τοῖς τὰς ἀρχὰς πεπιστευμένοις ὡς στασιαστὴς, καὶ ἐρωτώμενος ὑπὸ πάντων ἕνεκεν τῆς ἀληθείας, πιστοποιούμενος πολλοὺς· ἐμμένοντος δὲ ἀυτοῦ ἐν τῇ πίστει καὶ τῇ παραδώσει τῶν Πατέρων, ἄθραυστον εἶχε τὴν εἰς Θεὸν πίστιν, καὶ ὁμολογίαν.

[3] Βασιλεύοντος δὲ Ἰουλιανοῦ τοῦ γενομένου ἀποστάτου τῆς τοῦ Θεοῦ πίστεως, ἀνατροπή τις ἐγένετο ψυχῶν εἰς ἀπώλειαν· Ἐαθέμενος γὰρ οὗτος φαῦλα δόγματα τοῦ θύειν κωφοῖς καὶ ἀναισθήτοις καὶ ἀλάλοις, ἐκράτησε τὸ δόγμα ἀυτοῦ μέχρι ἐνιαυτοῦ καὶ μηνῶν τριῶν ἐν τοῖς μέρεσι Γαλατίας. Θρησκευόντων δὲ ἀυτῶν τὴν κενὴν ἀπάτην, [idem facere perseuerat sub Iuliano,] ἐπὶ τῆς Ἀγκύρας ὅσιος Βασίλειος εὐλογῶν τὸν Θεὸν, ἔλεγεν, Σωτὴρ τοῦ κόσμου Χριστὲ, ἄσβεστος λαμπτὴρ, τῶν αἰωνίων κειμηλίων θησαυρὸς, κελεύσματι Πατρὸς διασκεδάσας τὸ σκότος, νεύματι πατρικῷ τὰ πάντα συστησάμενος, ἔπιδε τῷ ἁγίῳ καὶ φοβερῷ ὀφθαλμῷ σου, καὶ διασκέδασον τὰς μιαρὰς θρησκείας τῶν ἀνθεστηκότων σου τῇ b ἀληθείᾳ· συμπόδισον ἀυτοὺς τῇ ἑαυτῶν ἐπιθυμίᾳ, τῷ δὲ ἑαυτῶν ἀνεύρῳ φρονήματι συντριβέντες, μὴ συμποδίσωσι ψυχὴν προσκαρτεροῦσάν σοι Θεῷ τῷ ζῶντι εἰς τοὺς αἰῶνας.

[4] Ἀκούσαντες δὲ τοῦ ὁσίου Βασιλείου οἱ τὴν θρησκείαν τῶν δαιμόνων ἐκτελοῦντες, ἐμάνησαν κατ᾽ ἀυτοῦ σφόδρα· εἷς δέ τις ἐξ αὐτῶν εἰσπηδήσας, ὀνόματι Μακάριος, ἐκράτησεν αὐτὸν λέγων, Τίς ὣν περιέρχῃ ἀναστατῶν πάντας, [frustraq; increpitus] καὶ καταλύεις τὴν ὑπὸ τοῦ Αὐτοκράτορος εἰς τοὺς θεοὺς καλῶς ἐπιτελουμένην θρησκείαν; Βασίλειος λέγει, Φράξει Θεὸς τὸ στόμα σου, διάκονε τοῦ διαβόλου, οὐ γὰρ ἐγὼ διασκεδάσω τὴν θρησκείαν ὑμῶν, ἀλλ᾽ Θεὸς ἐν τοῖς οὐρανοῖς, αὐτὸς ἀοράτῳ δυνάμει διασκορπίσει αὐτὴν. διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καταργήσας τήν τῶν εἰδώλων πλάνην, αὐτὸς καὶ νῦν διασκορπίσει καὶ ὀλέσει πᾶσαν ὑμῶν τὴν ἐπιβουλὴν, ἵνα ἐν ἀτονία διάγοντες, καταλυθήσεσθε καὶ κληρονομήσετε τὸν ἡτοιμασμένον ὑμῖν τῆς παρακοῆς θάνατον.

[5] [capitur & sistitur Saturnino,] Ὠργίσθησαν οὖν κατ᾽ ἀυτοῦ οἱ ἄνομοι, καὶ προσάγουσιν αὐτὸν τῷ Ἡγεμόνι Σατορνίνῳ, λέγοντες, ἄνθρωπος οὗτος, Ἡγεμὼν, ἀνάστατον ποιεῖ τὴν πόλιν ἡμῶν, καὶ πλανᾷ κυβεύων πολλοὺς, καὶ νῦν ἐλθὼν ἠθέλησε καὶ τοὺς βωμοὺς καταστρέψαι, ἀγορεύων κακῶς καὶ βλασφημῶν τὸν Αὐτοκράτορα. Σατορνῖνος εἶπεν, Εἰπέ μοι, τίς ὢν τοιαῦτα τολμᾷς; Βασίλειος λέγει, Τὸ πάντων μεῖζον, Χριστιανός εἰμι. Σατορνῖνος λέγει, Διατὶ οῦν ὡς Χριστιανὸς ὢν τὰ τοῦ Χριστιανοῦ οὐ πράττεις; Βασίλειος λέγει, Καλῶς λέγεις Ἡγεμὼν· δεῖ γὰρ τὰ ἔργα τοῦ Χριστιανοῦ πᾶσι φανερὰ γίνεσθαι· τοῦτο ἀληθές εἴρηκας. Σατορνῖνος λέγει. Τί οῦν ἀνάστατον ποιεῖς τὴν πόλιν ἡμῶν, καὶ τὸν Βασιλέα βλασφημεῖς, διαγγέλλων πᾶσιν ὡς παραβάτην τῶν καλῶν γενόμενον. Βασίλειος λέγει· Οὔτε τὸν Αὐτοκράτορα βλασφημῶ, οὔτε τὴν θρησκείαν τὴν ὑπ᾽ ἀυτοῦ γενομένην. Ἔστιν Παντοκράτωρ Θεὸς, ἐν τοῖς οὐρανοῖς κατοικῶν, καὶ οἱ ἄξιοι ἀυτοῦ θρησκευταὶ οἱ Πατέρες ἡμῶν, οἱ πάντοτε προσκυνοῦντες αὐτὸν ἐκ καθαρᾶς καρδίας· ἀυτὸς ἐν τάχει δῦναται καταλῦσαι τὴν ἀθρόαν ὑφ᾽ ὑμῶν γενομένην παρανομίαν.

[6] Σατορνῖνος λέγει, Οὐ δοκεῖ οὖν σοι ταύτας εἶναι τὰς θρησκείας ἀληθεῖς, ἅς Βασιλεὺς ἡμῶν ἐξέθετο; [& idolatriæ vanitatem exponens,] Βασίλειος λέγει· Πῶς δύνανται, Ἡγεμὼν, ἇυται ἀληθιναὶ εἶναι, c αἷτινες, ὑπὲρ κυνῶν λυσσώντων, τὰς σάρκας διὰ τῶν στομάτων ἔχοντες, ἐμασσῶντο περιερχόμενοι καὶ τὴν ὑλακὴν βάλλοντες τοῖς τοῦ δαίμονος βωμοῖς τὰς ἑαυτῶν σάρκας περιτίθησι, καὶ τὸ ἑαυτῶν αἷμα περιραίνουσιν. Καὶ πῶς δύνανται αὗται εἰλικρινεῖς εἶναι; Σατορνῖνος εἶπε· Παῦσαι φλυαρῶν καὶ πείσθητι τῷ Βασιλεῖ. Βασίλειος λέγει· Ἐγὼ πέπεισμαι τῷ Βασιλεῖ τῷ ἐπουρανίῳ, καὶ οὐ μεταλλάσσομαι τῆς εἰς αὐτὸν πίστεως. Σατορνῖνος εἰπε· Βασιλεῖ οὐρανίῳ ποίῳ πεπίστευκας; Βασίλειος εἶπε. Τῷ ἐν τοῖς οὐρανοῖς καθεζομένῳ καὶ ὁρῶντι τὰ πάντα· οὗτος γὰρ ἐπιγειός ἐστι, καὶ αὔριον ἐμπίπτει εἰς τὰς χεῖρας τοῦ μεγάλου Βασιλέως, ἄνθρωπος γάρ ἐστι.

[7] [dire torquetur:] Ταῦτα ἀκούσας Ἡγεμὼν ἐταράχθη, καὶ ἐκέλευσεν ἀυτὸν κρεμασθέντα ξέεσθαι. Ὡς δὲ ἐκρεμάσθη Μακάριος, ἤυξατο οὕτως· Εὐχαριστῶ σοι Κύριε Θεὸς τῶν αἰώνων, ὅτι κατηξίωσάς με διὰ τῶν αἰκισμῶν τούτων ἰδεῖν ὁδὸν ζωῆς, ὅπως διελθὼν δι᾽ ἀυτῆς, δυνηθῶ ἰδεῖν τοὺς τῶν ἐπαγγελιῶν κληρονόμους. Ξεομένου δὲ ἀυτοῦ, Ἡγεμὼν λέγει· Τί ἔνι Βασίλειε, ἔγνως ὅτι δύναται Αύτοκράτωρ τοὺς μὴ πειθομένους αὐτῷ παρὰ πόδας τιμωρεῖν; Πείσθητι οὖν αὐτῷ, ὅτι ἐν πείρᾳ τῶν κακῶν γεγένησαι. Βασίλειος λέγει· Εἶπόν σοι ἀλλότριε τῆς τοῦ Χριστοῦ ἐλπίδος ὅτι πεπίστευκα τῷ ἀληθινῷ Βασιλεῖ, καὶ μετατραπῆναι οὐ δύναμαι. Ἀτονησάντων δὲ τῶν κουεστιοναρίων, καὶ κελεύσας παύσασθαι τοὺς βασανιστὰς, [reductusq; in carcerē] εἶπε πρὸς τὸν Βασίλειον, Πείσθητι ἡμῖν καὶ θῦσον. Βασίλειος λέγει· Ἐγὼ οὐκ ἔθυσά ποτε τοιούτοις ματαίοις θεοῖς, οὔτε d περιποιουμαι ἀυτοῖς θυσίαν ἀπολλόντων ψυχάς.

[8] Ἐκέλευσεν δὲ ἀυτὸν Ἡγεμὼν εἰς φυλακὴν ἀπενεχθῆναι. Ἀπερχομένου αὐτοῦ τοῦ Μακαρίου, Φήλιξ τις μιαρὸς ἀπήντησεν εἰς ἀυτὸν, καὶ λέγει πρὸς ἀυτόν Βασίλειε, τί ἐστιν, [tentatur a Felice eiq; apostasiam exprobrat.] βούλει ἑαυτῷ περιποιήσασθαι, μᾶλλον σῶσον σεαυτὸν καὶ φίλος γενοῦ τῶν θεῶν, καὶ τῶν ἐπαγγελιῶν τοῦ Αὐτοκράτορος, εἰ δὲ μὴ θελήσῃς, τιμωρηθήσῃ, ἄξιος γὰρ τυγχάνεις. Βασίλειος λέγει· Ἄπελθε σὺ πονηρὲ καὶ ἀκάθαρτε, καὶ τῶν ἀληθινῶν ἐπαγγελιῶν ἀλλότριος τυγχάνων. Πῶς ἀυτὸς ὢν ἐν σκότει, δύνασαι ἀτενίσαι πρὸς τὴν ἀλήθειαν, καὶ ἰδεῖν τὸ περιέχον σεσκότος. Καὶ εἰπὼν ταῦτα ἀνῆλθε καὶ εἰσῆλθεν εἰς τὴν φυλακήν.

CAP. II

[9] Ἀνήνεγκε δὲ Ἡγεμὼν τῷ Βασιλεῖ Ἰουλιανῷ τὰ περι τοῦ ὁσίου Βασιλείου. [mittit Iulianus, qui defectionem suadeant;] δὲ Ἰουλιανὸς ἀκούσας, ἀπέστειλεν Ἐλπίδιόν τινα, τῆς ἀπολείας διδάσκαλον, καὶ Πηγάσιον, ἐκπεπτωκότας τῶν θησαυρῶν τῶν ἐπουρανίων. Ἐλθόντες δὲ ἐν τῇ Νικομηδείᾳ εὑρίσκουσί τινα Ἀσκλήπιον ὀνόματι, Ἱερέα τοῦ Ἀσκληπιοῦ, καὶ συμπαραλαμβάνουσιν ἀυτὸν, καὶ ἔρχονται οἱ τρεῖς στρατηγοὶ τοῦ διαβόλου· καὶ ὡς μόνον ἐπέστησαν ἐν τῇ Ἀγκύρᾳ ἠρώτησαν περὶ τοῦ ἁγίου Βασιλείου, καὶ μανθάνουσιν ὅτι ἐστὶν ἐν τῇ φυλακῇ, καὶ ὅτι νυκτὸς καὶ ἡμέρας οὐ παύεται ὑμνῶν καὶ δοξάζων τὸν Θεόν.

[10] [e quibus Pegasius apostata] Τῇ οὖν ἐξῆς ἀπέρχεται Πηγάσιος ἐν τῇ φυλακῇ, γεινάμενος ἀποστάτης τῆς ἀληθείας, καὶ λέγει αὐτῷ, Χαίροις Βασίλειε. Βασίλειος λέγει· Οὐκ ἔστι σοι χαίρειν παραβάτα καὶ πειρατὰ τῆς ἀληθείας, ποτε πηγῆς Χριστοῦ μετέχων, νῦν δὲ ὕλεως βορβόρου γέμων· ποτε μυστηρίων Χριστοῦ μετέχων, νῦν δὲ μισηθεὶς ὑπὸ Χριστοῦ· ποτε τραπέζης Χριστοῦ μετέχων, νῦν δὲ τραπέζης δαιμονίων μετέχων· ποτε ὁδηγὸς φωτὸς, νῦν δὲ σκότους κληρονόμος· ποτε διδάσκαλος ἀληθείας, νῦν δὲ ὁδηγὸς ἀπωλείας· ποτε συνεορτάζων Ἁγίοις, νῦν δὲ συγχωρεύων τῇ στρατιᾷ τῶν δαιμόνων· ποτε ὁδηγὸς πεπλανημένων ἐν σκότει, [confunditur a Basilio:] νῦν δὲ ὑπὸ τοῦ σκότους κεκαλυμμένος. Πῶς ἀπώλεσας τὰς ἐλπίδας σου; Πῶς ἐσυλήθη σοι τὸ κειμήλιον τῆς ψυχῆς: Τί ἔχεις ποιῆσαι, ὅταν ἐπισκέψεταί σε Κύριος.

[11] Καὶ εἰπὼν ταῦτα, ἤυξατο οὕτως· Δόξα σοι Θεὸς γνωριζόμενος ὑπὸ τῶν σῶν δούλων, φωταγωγῶν τοὺς ποθοῦντας τὴν θεότητά σου, σεμνύνας τοὺς ἐλπίζοντας ἐπὶ σὲ, ἐπάγων αἰσχύνην τοῖς μισήσασι τὰς ἐντολάς σου, e τοῖς μακρὰν ἐπαγγειλάμενος σωτηρίαν, δοξαζόμενος τοῖς ἐν οὐρανοῖς, καὶ ἐπὶ γῆς προσκυνούμενος· θέλησον Θεὸς τῶν ὑψωμάτων πᾶσαν κλεῖδα τοῦ διαβόλου ἀποσμύξαι ἀπὸ τῆς ψυχῆς τοῦ δούλου σου, ἵνα δυνηθω φυγεῖν ἀπὸ τοῦ μισοκάλου, καὶ νικῆσαι τὴν τῶν ἀπειλοῦντων δύναμιν. Ἀκούσας δὲ ταῦτα Πηγάσιος ἐξῆλθεν ἐκ τῆς φυλακῆς λυπούμενος, καὶ ἐλθὼν εἰς τοὺς συνεταίρους αὐτοῦ, [eius socij existimulāt Præsidem,] ἀνήγγειλε τὰ λεχθέντα ὑπὸ τοῦ Βασιλείου. Οἱ δὲ ὀργισθέντες διὰ τὴν λύπην τοῦ Πηγασίου, ἦλθον πρὸς τὸν Ἡγεμόνα, καὶ ἀπήγγειλαν αὐτῷ, ἀκηκόασι παρὰ τοῦ Πηγασίου.

[12] οὖν Ἡγεμὼν βουλόμενος θεραπεῦσαι τὸν Πηγάσιον, ἐκέλευσεν ἀχθῆναι τὸν Δίκαιον· Ἐλθὼν οὖν καὶ στὰς πρὸ τοῦ βήματος, ἐσφράγησεν ἑαυτὸν καὶ εἶπε πρὸς τὸν Ἡγεμόνα, δ᾽ ἂν βούλει, ποίησον. Ἀκούσας δὲ Ἐλπίδιος, ὅτι οὕτως τεθαῤῥηκὼς ἀπεφθέγξατο αὐτῷ, εἶπε πρὸς τὸν Ἡγεμόνα· Ἀπονενόηται μιαρώτατος. Καὶ νῦν, εἰ μὲν πεισθῇ αἰκιζόμενος, κεκέρδηκεν ἑαυτὸν, εἰ δὲ μήγε, τῷ Αὐτοκράτορι τηρηθήτω. [qui denuo tortum] οὖν Ἡγεμὼν πάλιν ὀργισθεὶς ἐκέλευσεν αὐτὸν κρεμασθέντα τείνεσθαι ἱμάσι σφοδρῶς, ὅπως, φησὶ, μὴ φέρων τὴν τιμωρίαν, πεισθῇ τοῦ θῦσαι. Βασίλειος λέγει· Ἀνόσιε ποίει, θέλεις, ἔχων μεθ᾽ ἑαυτοῦ τοὺς τῆς ἐναντίας δυνάμεως στρατηγοὺς· οὐ γὰρ σύ τι ὀνήσεις εἰς ἐμὲ, οὔτε οἱ σύμβουλοί σου f ἔχω γὰρ τὸν βοηθοῦντά με Χριστόν. Σατορνῖνος λέγει· Λαβόντες σίδηρα βαρεῖα περίθετε περὶ τὸν τράχηλον αὐτοῦ καὶ περὶ τὰς χεῖρας, [Iuliano reseruari iubet:] ἵνα τῷ Αύτοκράτορι οὕτως ἐπιδειχθῇ, τὸ δὲ νῦν ἀπέλθῃ ἐν τῇ φυλακῇ.

[13] Ἡμερῶν δὲ ὀλίγων διελθουσῶν, ἐγένετο τὸν Βασιλέα πορεύεσθαι εἰς τὴν Ἀνατολὴν· ἐλθόντος δὲ αὐτοῦ εἰς Ἄγκυραν, [hic Aneyrū adueniens,] ὑπήντησαν αὐτῷ οἱ τοῦ διαβόλου ὑπηρέται g ἔχοντες μεθ᾽ ἑαυτῶν τὸ εἴδωλον τῆς Ἑκάτης· εἰσελθὼν δὲ ἐν τῷ παλατίῳ ἐκάλεσε τοὺς h μιερεῖς τῶν εἰδώλων, καὶ ἐδίδου χρήματα. Τῇ οὖν ἐπιούσῃ ἡμέρᾳ θεωριῶν ἐπιτελουμένων, ἀναφέρει Ἐλπίδιος τῷ Βασιλεῖ τὰ περὶ τοῦ ὁσίου Βασιλείου. Μετὰ οὖν τὸ ἀναστῆναι αὐτὸν ἀπὸ τῆς θέας, ἐκέλευσεν αὐτὸν ἐπὶ τοῦ παλατίου ἀχθῆναι· δὲ ἅγιος Βασίλειος ἦλθεν ἔχων τὸ πρόσωπον αὐτοῦ φαιδρὸν, καὶ λέγει πρὸς αὐτὸν Ἰουλιανός· Τί λέγεται τὸ ὄνομάσου; Βασίλειος λέγει, Ἀκολούθως λέγω σοι, [quæstionem habet de Basilio,] Βασιλεῦ, τίς εἰμι· τὸ πρῶτον ὄνομά μου, Χριστιανὸς, Χριστοῦ τὸ ὄνομα προαιώνιον, ὃς ἐμβατεύει τοὺς λογισμοὺς τῶν ἀνθρώπων· τὸ δὲ δεύτερον, Βασίλειος ὑπὸ τῶν ἀνθρώπων καλοῦμαι. Ἐὰν οὖν τὸ ὄνομα τοῦ Χριστοῦ ἄσπιλον τηρηθείη, ἔν ἡμέρᾳ κρίσεως μισθὸν ἀθανασίας παρ᾽ αὐτοῦ κομηζόμεθα.

[14] Ἰουλιανὸς εἶπε, Μὴ πλανᾷ Βασίλειε, οὐ γὰρ ἁγνοῶ τὰ κατὰ σὲ μυστήρια· Ἐκεῖνῳ πιστεύεις τῷ θάνατον ὑποστάντι ἐπὶ Πιλάτου τοῦ Ἡγεμόνος Βασίλειος λέγει· Μὴ πλανῶμαι Βασιλεῦ· αὐτὸς γὰρ ἀποστάτης γενόμενος ἠθέτησας τὴν βασιλείαν τοῦ Θεοῦ· ὅθεν πιστεύω τῷ Χριστῷ μου, [ab eoq; de apostasia increpitus,] ὃν ταχὺ ήθέτησας δόντα σοι τὴν βασιλείαν, αὐτὸς καὶ πἁλιν ταχέως ἀφελεῖται αὐτὴν ἀπὸ σοῦ, ἵνα γνῷς τίνα Θεὸν ἐγκατέλιπες. δὲ Ἰουλιανὸς εἶπε· Μαίνῃ καὶ οὐ ποιῶ σου τὸ θέλημα, ἀπονενοημένε. Βασίλειος λέγει· Οὐδὲ τῆς ἀντιλήψεως αὐτοῦ ἐμνημόνευσας, οὐδὲ τὸ ἅγιον θυσιαστήριον, δι᾽ οὗ ἐσώθης, ἐτίμησας· οὔτε τὸν νόμον, ὃν διὰ στόματος πολλάκις ἠγορεύου, ἐφύλαξας· οὔτε ἀυτὸς μέγας Βασιλεὺς Χριστὸς μνημονεύει σου, ἀλλὰ θᾶττον ἀφελεῖται αὐτὸ ἀπὸ σοῦ τὸ πρόσκαιρον βασίλειον, καὶ ἐν ὀδύνῃ μεγίστῃ τὸν θάνατον τελέσας, τὸ σῶμά σου γῆς οὐ μὴ τύχῃ.

[15] [iubet lora scindi ex eius tergo:] Ἰουλιανὸς εἶπεν, Ἐγὼ μὲν, ἀνόσιε, ἐβουλόμην σε ἀπολῦσαι· ἀλλ᾽ ἐπειδὴ πολλάκις ἀναισχυντίᾳ χρώμενος οὐκ ἐπείσθης μοι, ἀλλὰ παρύβρισάς με πολλὰ, διὰ τοῦτο κελεύει τὸ ἐμὸν κράτος λωροτομεῖσθαί σε ἀπὸ τοῦ σώματός σου ἡμερησίους λώρους ἑπτά. Καὶ ἐκέλευσεν ἐπὶ τούτου i Φρουβέτιμον Κόμητα Κουταρίων k δεροτομεῖν ἀυτόν. Δεροτομούμενος δὲ Μακάριος, καὶ καρτερῶν τὴν ἀπανθρωποτάτην κόλασιν, λέγει τῷ Κόμητι, ἤθελον νῦν συντυχεῖν τῷ Βασιλεῖ, [quo facto vult Basilius ad Iulianum adduci,] καὶ συντάξασθαι αὐτῷ. δὲ περιχαρὴς γενόμενος, οἰόμενος θύειν άυτὸν, εἰσελθὼν ἐδήλωσεν αὐτῷ τῷ Βασιλεῖ λέγων, Δέσποτα Αὐτοκράτορ, Βασίλειος μὴ φέρων τὴν προσφερομένην αὐτῷ τιμωρίαν, βούλεται ἐμφανίσαι τῷ κράτεισου.

[16] δὲ ἀκούσας ἀπηλθεν εἰς τὸν ναὸν τοῦ Ἀσκληπιοῦ, κελεύσας ἐκεῖ ἄγεσθαι τὸν Δίκαιον. [eiq; arbitranti quod vellet sacrificare,] οὖν Βασίλειος ἀπελθὼν εἶπε τῷ Ἰουλιανῷ; Ποῦ εἰσιν οἱ ἱερεῖς σου, καὶ οἱ μάντεις σου, οἱ παραμένοντές σοι, Βασιλεῦ; Πάντως ἐμήνυσάν σοι ἕνεκέν τινος συνέτυχόν σοι; Ἰουλιανὸς εἶπεν. Οἴομαι ὅτι συνετὸς ὢν μετέγνως καὶ βούλει συνευωχηθῆναι ἡμῖν, καὶ ἀυτὸς ἐπέγνως λοιπὸν τοὺς Θεούς. Βασίλειος λέγει· Ἵνα οὖν ἴδῃς, Βασιλεῦ, ὅτι οὐδέν εἰσιν, οὕς καλεῖς θεοὺς· εἴδωλα γάρ εἰσι κωφὰ καὶ τυφλὰ, κατάγοντα εἰς ᾅδην τοὺς πιστεύοντας αὐτοῖς. Καὶ εἰπὼν ταῦτα, ἔλαβεν ἕνα ἀπὸ τῶν l ἐκτομηθέντων λώρων τοῦ σώματος αὐτοῦ, [excisæ cutis frustum in faciē iacit.] καὶ ἔῤῥιψεν αὐτὸν εἰς τὸ πρόσωπον τοῦ Ἰουλιανοῦ εἰπών· Δέξαι Ἰουλιανὲ, τροφή σου ἐν τούτοις ἔσται· ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος· ἐμοὺ βοήθεια Χριστὸς, εἰς ὃν πιστεύω, καὶ δι᾽ ὃν πάσχω. Ἐμακαρίζατο δὲ Ὅσιος ὑπὸ τῶν Χριστιανῶν διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν.

CAP. III

[17] Ἐξῆλθεν οὖν Κόμης ἐρυθριάσας, ἔγνω γὰρ ὅτι ὀργίζετο πρὸς αὐτὸν Βασιλεὺς διὰ τὴν ὕβριν τὴν γειναμένην αὐτῷ ὑπὸ τοῦ Βασιλείου. [Frumentinus crudelius dissectū Sanctum,] Ὀργίζεται δὲ Κόμης κατὰ τοῦ Μακαρίου, καὶ ἐνενοεῖτο ποίᾳ κολάσει θᾶττον ἀπολέσει αὐτὸν· καὶ εἰσελθὼν εἰς τὸ πραιτώριον καὶ καθίσας, ἐκέλευσε παρανόμως δερωτομηθῆναι αὐτὸν ὑπὲρ τὸ καθ᾽ ἡμέραν πολλὰ δεινοτέρως, ὥστε καὶ τὴν τῶν σπλάγχνων οἰκονομίαν δύνασθαι θεωρεῖσθαι. Βασανιζόμενος οὖν Μακάριος, ἤυξατο οὕτως πρὸς Κύριον λεγων· Εὐλογητὸς εἶ Κύριε Θεὸς, ἐλπὶς τῶν Χριστιανῶν, ὑποστηρίζων τοὺς καταπίπτοντας, καὶ ἀνορθῶν τοὺς κατεῤῥιμμένους, λυτρούμενος ἐκ φθορᾶς τοὺς ἐλπίζοντας ἐπὶ σὲ, m ἰώμενος τὰ συντρίμματα ἡμῶν, φιλάγαθος καὶ οἰκτίρμων, ἐλεήμων καὶ μακρόθυμος. Ἔπιδε ἐξ ἁγίας δόξης σου, καὶ δός μοι μετὰ πίστεως τελειῶσαι τὸν δρόμον μου, καὶ διαμείναντα ἐν τῇ πίστει τῶν Πατέρων καταξιωθῆναι τῆς αἰωνίου καὶ ἀφθάρτου βασιλείας σου.

[18] Ἑσπέρας οὖν ἤδη γενομένης, ἐκέλευσεν Κόμης εἰς φυλακὴν αὐτὸν βληθῆναι. Τῇ οὖν ἔωθεν ἐξῆλθεν Ἰουλιανὸς ἐπὶ τὴν Ἀντιόχειαν, [post recessū Iuliani,] μὴ δεξάμενος εἰς ὄψιν τὸν Κόμητα. Ὠργίσθη οὖν πλεῖον Κόμης διὰ τὸν Βασιλέα, καὶ ἐκέλευσεν ἄγεσθαι τὸν Δίκαιον ἐπὶ τοῦ δημοσίου. Ἐλθόντος οὖν αὐτοῦ, λέγει αὐτῷ. Τί; ἐναπονενοημένε· θύεις, ὡς ἐκέλευσεν Αὐτοκράτωρ, οὐ; ᾑρήσω μὴ πειθόμενος ἡμῖν ἀλλὰ κολαζομενος ἀποθανεῖν; Βασίλειος λέγει. μωρὲ καὶ ἀνόσιε, ἀγνοεῖς, ὅσους ἱμάντας τῇ παρελθούσῃ ἡμέρᾳ ἑξέκοψας ἐκ τοῦ νώτου μου, ὡς πάντας τοὺς ὁρῶντας ἐλεεῖν, καὶ ὀδύρεσθαι, βλέποντας τὴν ὑπὸ σοῦ ἄνομον εἰς ἐμὲ γενομένην τιμωρίαν; Καὶ νῦν Χριστοῦ θέλοντος, ὑγιής σοι παρέστηκα, σεσαγηνευμένε ὑπὸ τοῦ διαβόλου, ὠμὲ καὶ ἀπάνθρωπε. Δήλοσον τῷ τυράννῳ σου Ἰουλιανῷ, ὅσα δύναται Θεὸς, ὃν ἐγκατέλιπε, [etiam constantius sacrificare renuentem,] καὶ ἀπώλεσε τὴν ψυχὴν ἀυτοῦ, πλανώμενος ὑπὸ τοῦ διαβόλου. Οὐκ ἐμνήσθη, πῶς ἐῤῥύσατο ἀυτὸν ἐκ θανάτου, διὰ τῶν ἁγίων αὐτοῦ Χριστοφόρων κρύψας ἐν τῷ ἁγίῳ καὶ θαυμαστῷ θυσιαστηρίῳ τῆς ἁγίας Ἐκκλησίας, ἧς ἀμνημονήσας ἐξώκειλε καὶ ἐξεδίωξεν αὐτήν. Πιστεύω τῷ Χριστῷ μου, ὅτι καὶ αὐτὸς διωχθήσεται ὑπ᾽ αὐτῆς, ἥτις τὸ ἱκανὸν ἑαυτῇ ποιήσασα ἀμείψεται αὐτὸν κατ᾽ ἀξίαν, ὧν ἐποίησε, καὶ ἐν τῇ τυραννίδι αὐτοῦ ἀναλωθήσεται,

[19] Φρουβεντῖνος λέγει, Μαινόμενε παραφρονεῖς· καὶ γὰρ Δεσπότης τῆς οἰκονομένης, ἀηττητος Ἰουλιανὸς ἀνέχεταί σου ὡς ἐξήχουν· ἐπειδὴ γὰρ πολὺ φιλανθρωπίᾳ χρώμενος προετρέπετό σε συνεορτάσαι μεθ᾽ ἡμῶν ἐν ἑψημένοις κρέοις καὶ εὐωδίαις λιβάνου, πεισθῆναι δὲ οὐκ ἠθέλησας, ἀλλὰ καὶ παρύβρισας οὐκ ὀλίγα, πρῶτον μὲν τὸν Αὐτοκράτορα, [Ignitis sabulis confodi iubet:] δεύτερον δὲ καὶ ἐμὲ ἐν καταγνώσει πεποίηκας· Ἀμείψομαί σε κᾀγὼ ἐν τοιαύτῃ βασάνῳ, δι᾽ ἧς τάχιόν σε τοῦ ζῇν ἀπαλλάξω, ἀνόσιε. ἤδη γὰρ κελεύω ὀξέα σίδηρα πυρωθέντα σφοδρῶς διεξελθεῖν τὰ σπλάγχνα σου, ἀπο ενοημένε. Βασίλειος εἶπε· Τὸν τύραννόν σου αὐτὸν οὐκ ἐφοβήθην, ὡς καὶ ἀυτὸς οὐκ ἀγνοεῖς, καὶ σὺ δοκεῖς διὰ τῶν λόγων σου τούτων φόβον μοι παρέχειν;

[20] [in quo cruciatu Basilius orationem facit,] Ὀργισθεὶς οὖν Κόμης διὰ τὴν ἔνστασιν τοῦ ὁσίου Βασιλειου, ἐκέλευσε τὰ σίδηρα ὀξυνθῆναι καὶ πυρωθῆναι· πυρωθέντων δὲ ἀυτῶν ἐκέλευσεν ἐν ἀυτοῖς κεντᾶσθαι ἀυτὸν κατὰ τοῦ νώτου. Βασανιζόμενος δὲ Μακάριος, καὶ κείμενος κατὰ τοῦ ἐδάφους, φωνῇ μεγάλη ἤυξατο πρὸς Κύριον λέγων· Τὸ φῶς μου Χριστὲ, ἐλπίς μου Ἰησοῦ, τῶν χειμαζομένων εὔδιος λιμὴν, εὐχαριστῶ σοῖ Κύριε Θεὸς τῶν Πατέρων μου, ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐξ᾽ ᾅδου κατωτάτου· ἀνεξάρνητον τὸ ὄνομά σου τήρησον εἰς ἐμὲ, ἵνα τὸ νικητήριον ποιησάμενος, καὶ τὸν δρόμον τελέσας τὸν εἰς σὲ, κληρονόμος γένωμαι τῆς αἴωνίου ἀπολαύσεως, διὰ τῆς ἐπαγγελίας τῶν Πατέρων μου, διὰ τοῦ Ἀρχιερέως τοῦ μεγάλου Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι᾽ οὗ μετὰ εἰρήνης δέξον τὴν ψυχήν μου, ἐμμένοντός μου ἐν τῇ ὁμολογίῳ ταύτῃ· ὅτι σὺ ἐλεήμων καὶ μακρόθυμος καὶ πολυέλεος, καὶ ζὼν καὶ μένων εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν Καὶ πληρώσας τὴν εὐχὴν μακάριος Βασίλειος, [& placido moritur.] ὅσπερ ὑπὸ ἡδέος ὕπνου ληφθεὶς, ἀπέδωκε τὴν ψυχὴν, τοῖς σιδήροις κεντούμενος. Ἐτελειώθη δὲ μακάριος Βασίλειος ἐν τῇ ὁμολογίᾳ τοῦ μαρτυρίου ἐπὶ Ἰουλιανοῦ τοῦ ἀποστάτου, μηνὶ * Ἰουνίῳ, εἰκάδι ἐννάτῃ· οὗ τὸ μαρτύριόν ἐστι πάντων ἡμῶν στήριγμα, τῶν πιστευόντων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δι᾽ οὗ σοι δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

[Annotata]

a MS. αἰρεσχελίας, quod (quasi ab αἱρέω capio & σκέλος pes formaretur) interpreti occasionem dedit supplantatores siue supplantationes intelligendi: cum talis dictio Græca non habeatur: genuinæ autem scriptioni reddita, verbale sit ab ἐρεσχελεῖν nugari, prouocare, irritare: itaque execrabiles nugas & irritamenta in Latino pone.

b In Latino pro voluntati, repone veritati, & adde atque præpedi illos cum ipsorum concupiscentiis.

c Deest aliquid perfecto sensui, qui sic forte integrari posset & corrigi: αἵτινες ἀγριαίνουσι τοὺς δούλους αὐτῶν ὑπὲρ κύνων λυσσώντων· καὶ γὰρ … quæcumque sibi mancipatos plus quam rabidos canes efferant: etenim &c.

d MS. περιῶμαι, ex quo per coniecturam περιποιοῦμαι tribuo, feci: & paulo post pro ἀπολλόντων scripsi ἀπόλλουσε occidentibus.

e Mentem auctoris sic melius expresseris: qui salutem iis qui longe abs te recesserant pollicitus, & glorificaris in cælis & adoratis in terris.

f Adde Latino quoniam habeo Christum adiuuantem me.

g Additur in MS. λάττονες, καὶ, quod omisimus, quia librarius, ante hanc vocem spatium relinquens vacuum, indicauit initio mutilam esse, nec operæ pretium est coniectando supplere sensum, etiam absque hoc additamento integrum.

h [μιερεῖς] Meursius in Glossario socios vertit, citata historia Manichæorum Petri Siculi: sed huius Interpres Sirmundus sacerdotes reddidit: & qui Latine Græceq; vulgauit Gretserus, indicauit Consacerdotes & Symmystas aptius reddi, sic dictos ἀπὸ μιᾶς καὶ ἱερεὺς. Existimarem ego Christianos, cum dedignarentur Sacerdotum nomine appellare Deorum sacrificulos, pro ἱερεῖς, μιερεῖς dixisse: non quasi μιαροῦς ἱερεῖς, id est, impuros sacerdotes (quæ est altera Gretseri coniectura) sed quasi μὴ ἱερεῖς non sacerdotes: & in hoc sensu videri potest eadem voce Petrus Siculus vsus, Sergij, alterius e Manichæorum sectis coryphæi, discipulos tres præcipuos nominans: quos ipse συνεκδήμους comperegrinos nuncupabat

i Quia MSS. Græca medij æui parum admodum distingunt inter β & μ, maluit interpres librarij mendum credere & pro Phrubetimo, nullius significationis nomme, [κουτάριοι] Frumentinum Latinis notum reddere: feliciori fortassis coniectura (nam num. 19 φρουβεντίνος legitur quam qua eumdem Comitem Scutariorum dixit, cum hic Κουταρίων legatur, quo nomine a Latinis accepto & ex cute ducto, videntur potius carnifices significari, & horum Præfectus honestiori Comitis titulo donatus: quemadmouum nunc temporis variis titulis honestioribus cruenti & vilis ministerij Præfectura coloratur: infra tamen num. 17 aliquid etiam iudiciariæ potestatis hic Comes videtur arrogare sibi.

k MS. identidem δηρωτομεῖν ex medij illius æui abusu, vt reor; quamuis sic quoque inusitatum veteribus compositum sit: est cui & δειροτομεῖν non displiceat, etsi id decollare vsitatiori acceptione significet.

l MS. ἡνοτμηθέντων. quod quid sit non capio. Forte ab ἥνιον, ἡνιοτομέω fit, licet id non tam lorum sit quam habena.

m Interpres videtur aliquid aliud legisse cum vertit, nosti: quia autem apparet respici ad locutionem in Scripturis frequentem, qua Deus contritiones suorum sanare dicitur, dele nosti, & repone sanas, quod vox Græca significat.

* Imo Ἰανουαρίῳ

ΜΑΡΤΥΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΝΙΚΩΝΟΣ ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ, ΕΚΑΤΟΝ ΕΝΝΕΝΗΚΟΝΤΑ ΕΝΝΕΑ
ὧν
τὰ ὀνόματα γέγραπται ἐν βιβλῷ ζωῆς, μαρτυρισάντων ἐπὶ Δεκίου Καίσαρος, ἡγεμονεύοντος δὲ Κυντιανοῦ τῆς τῶν Σικελῶν Ἐπαρχίας, συγγραφὲν ὑπὸ Χαιρομένου, συμφοιτη τοῦ τῶν Ἁγίων, καὶ τὸν μονῆρι βίον ἀσπασαμένου, πόλεως Συρακούσης.
Ex membranis perantiquis MSS. Codicis Vaticani Romæ, signati numero 866 pag. 250 & Ambrosiani, Mediolani in folio signati littera N. 275, inter se collatis.

Nicon Episcopus, Martyr iuxta Tauromenium in Sicilia (S.)
Socii monachi CXCIX Martyres iuxta Tauromenium in Sicilia (SS.) a

EX MSS.

CAP. I

[1] Κατὰ τοὺς καιροὺς ἐκείνους, ἡγεμονεύοντος Κυντιανοῦ τοῦ ἀσεβεστάτου, [S. Nicon ex instructione matris Christianæ] ὑπῆρχέν τις ἀνὴρ, ἐκ τῆς τῶν Νεαπολιτῶν χώρας ὁρμώμενος, ὀνόματι Νίκων, στρατευόμενος ἐν νουμέρῳ τινὶ καὶ διατρίβων ἐν αὐτῷ. Ἦν δὲ ἀνὴρ εὐπρεπέστατος τῇ ἡλικίᾳ, ὡραῖος δὲ κάλλει, τῇ ὄψει λαμπρὸς, φοβερὸς δὲ ὑπάρχων ἐν πολέμῳ. Ἤν δὲ αὐτὸς Ἕλλην, μητρὸς μὲν Χριστιανῆς, πατρὸς δὲ Ἕλληνος. Παρεκάλει δὲ αὐτὸν τούτου μήτηρ, νυκτὸς καὶ ἡμέρας ἐκδιδάσκουσα αὐτὸν οὕτως· Τέκνον ἐμὸν γλυκύτατον, εἰ πολλαχῶς ἐν ἀνάγκῃ γεγένησαι ἐν τῷ πολέμῳ, τῷ σημείῳ τοῦ σταυροῦ τοῦ χριστοῦ καθοπλίσθητι, καὶ διαφεύξῃ τοὺς ἀντιπάλους· ἀλλ᾽ οὐ μόνον τούτους διαφεύξῃ, ἀλλὰ καὶ ἀλώβητος ἐκ παντὸς βέλους, δόρατος, καὶ μαχαίρας διαμείνῃς.

[2] Οὐ μεθ᾽ πολὺ δὲ πολέμου συγκροτηθέντος, καὶ ἀνάγκῃ σφοδρᾷ περιπεπτωκὼς, καὶ τοὺς σὺν αὐτῷ στρατιώτας ἀναλισκομένους βλέπων, ἀτενίσας εἰς τὸν οὐρανὸν, [signo Crucis se muniens, victor euadit:] καὶ ἐκ βάθους καρδίας στενάξας, καὶ τῷ τιμίῳ καὶ ζωοποιῷ τύπῳ τοῦ σταυροῦ τοῦ Χριστοῦ ἑαυτὸν περιτειχίσας λέγει· Κύριε Θεὸς παντοκράτωρ, τῇ σήμερον δειχθῇ ἐν ἐμοὶ τῷ δούλῳ σου δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ σου, ἵνα τοὺς ἀλλοφύλους τούτους ὑποτάξας, ἐν τῷ ὑποστρέφειν με, γενήσομαι κᾀγὼ λατρεύων σοι καὶ προσκυνῶν σε σὺν τῇ γεννησάσῃ με μητρί. Καὶ μετὰ τὸ κατασφραγίσασθαι ἐκτείνας τὴν ἑαυτοῦ χεῖρα θαρσαλέως μετὰ τὸ δόρυ αὐτοῦ, ἀπέκτεινεν τῇ ὥρᾳ ἐκείνῃ ἄνδρας ὡστεὶ * ρπ᾽· οἱ δὲ λοιποὶ ἀλλόφυλοι ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, μὴ δυνάμενοι ἀντιστῆναι τῷ ἀνδρὶ, τῇ δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ· Καὶ ἐδόξασεν Νίκων τὸν Θεὸν λέγων, Μέγας Θεὸς τῶν Χριστιανῶν, διὰ τοῦ τύπου τοῦ σταυροῦ αὐτοῦ καθυποτάσσων ἀλλοφύλους· Καὶ ἐθαύμασεν πὰς ὄχλος λέγοντες, Μὰ τὴν ἄνω πρόνοιαν! Οὐκ οἴδαμέν ποτε, οὔτε εἰς τοὺς πρὸ ἡμῶν οὔτε εἰς τοὺς μεθ᾽ ἡμῶν, οὕτως ἄνδραγαθήσαντα στρατιώτην ἐν πολέμοις, ὡς νῦν ἴδομεν Νίκωνα τὸν στρατιώτην, ὅστις μόνος ἔτρεψεν πόλεμον b ἀνθρώπων.

[3] [quod matri renuntiat,] Καὶ δὴ τοῦ δὲ πολέμου κατασταλέντος, ἀπῄει Νίκων εἰς τὸν οἶκον αὐτοῦ χαίρων καὶ δοξάζων τὸν Θεὸν, ἀπαγγέλλων τῇ μητρὶ αὐτοῦ πάντα, ὅσα ἐποίησεν Θεὸς μετ᾽ αὐτοῦ ἐν τῷ πολέμῳ, τῇ δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ. Καὶ ἐχάρη μήτηρ αὐτοῦ χαρὰν μεγάλην λέγουσα· Εὐχαριστῶ τῷ παναγίῳ ὀνόματί σου, Κύριε, τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν c [καὶ τὰ νῦν Κύριε, ἐπάκουσον τῆς δούλης σου, καὶ ἀξίωσον αὐτὸν τοῦ λουτροῦ τῆς παλιγγενεσίας, ἧς ἐδωρήσω ἡμῖν εἰς ἀπολύτρωσιν ἁμαρτιῶν, καὶ δίδαξον αὐτὸν ποιεῖν τὸ θέλημά σου, ὅπως εὐάρεστός σοι γενόμενος, τύχῃ καὶ τῶν ἐπηγγελμένων παρὰ σοῦ ἀγαθῶν]. Καὶ πληρωσάσης αὐτῆς τήν εὐχὴν, ἤρξατο δοῦλος τοῦ Θεοῦ Νίκων ἐπερωτᾷν αὐτὴν λέγων· Πῶς δύναται, μῆτερ ἐμοῦ, γενέσθαι τις τέλειος Χριστιανός; Η δὲ λέγει αὐτῷ, Ἵνα νηστεύσῃς ἡμέρας τεσσαράκοντα, καὶ λάβῃς κατηχήσεις ἐκ τοῦ Ἱερέως, καὶ μετὰ τοῦτο λάβε τὸ λουτρὸν τῆς παλιγγενεσίας, καὶ πίστευσον τῷ Χριστῷ καὶ τοῖς ἔργοις αὐτοῦ, καὶ ἀπόταξαι τῷ σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ, καὶ τότε γενήσῃ Χριστιανὸς τέλειος, Χριστοῦ δοῦλος.

[4] [decernitque fieri Christianus,] Τότε ἔφη Νίκων τῇ μητρὶ αὐτοῦ· Ζῇ Κύριος Θεὸς, ὅτι μὲν ἐμοὶ d αρεστότερός ἐστιν τοῦ εἶναι δοῦλον αὐτοῦ, καὶ μὴ ὑπάρχειν λάτριν δαιμόνων καὶ στρατιώτην Ἑλλήνων· μηδὲ θύειν δαίμοσιν καὶ λίθοις ἀψύχοις [καὶ τῇ λοιπῇ κτίσει, ἀλλὰ τῷ Θεῷ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς]. Καὶ αὐτῇ τῇ ὥρᾳ προσπεσὼν παρὰ τοὺς πόδας τῆς ἑαυτοῦ μητρὸς, λέγει αὐτῇ· Εὖξαι, μῆτερ, τῷ δούλῳ σου, ἵνα Θεὸς δῴη μοι Ἄγγελον ἀγαθὸν [ὁδηγὸν καὶ] φύλακα τῆς ψυχῆς καὶ τοῦ σώματός μου, καὶ ὅπως εὕρω ἄνδρα ἕνα τῶν δούλων τοῦ Θεοῦ, καὶ δῴη μοι τὸ λουτρὸν τῆς e παλιγγενεσίας, καὶ μάθω δι᾽ ἀυτοῦ ποιεῖν τὰ θελήματα τοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ καταλογισθῶ μετὰ τῆς λογικῆς ἀυτοῦ ποίμνης· ἐπειδὴ, εἰ μὴ διδαχή σου, τιμία f μῆτερ, ἐξεδίωξέν με τοῦ Ἑλληνισμοῦ τῆς πλάνης [καὶ τὸν ὕψιστον Θεὸν ἐπέγνων] παραχρῆμα ἂν ἐγενόμην κληρονόμος τῆς γεέννης τοῦ πυρὸς, ἐν ᾧ μέλλουσιν καταδικάζεσθαι πάντες οἱ τὸν Θεὸν ἀγνοοῦντες καὶ εἰδώλοις λατρεύοντες, ἐν τῷ κατωτᾴτῳ ᾅδῃ καταδικαζόμενοι, κατὰ τὸν Προφήτην· Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ἅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Ἀλλ᾽ οὖν ὑπερευχαριστῶ, μῆτερ, τὸν ὑπεράγαθον Θεὸν, τὸν διὰ σοῦ με μέλλοντα κατατάξαι εἰς τὴν λογικὴν ἀυτοῦ ποίμνην, καὶ ῥύσασθαί με τῆς τῶν ἐθνῶν ἀλογίας. Καὶ πεσὼν ἐπὶ πρόσωπον κατὰ ἀνατολὰς καὶ εὐξάμενος [λέγει τῇ μητρὶ ἀυτοῦ, [& a matre discedit baptizandus.] Εὖξαι, μῆτερ, τῷ δούλῳ σου, ἵνα ἀπελθὼν τύχω τοῦ ζητουμένου]. Καὶ ἐν ἀυτῇ τῇ ὥρᾳ λαβομένη τῆς χειρὸς ἀυτοῦ μήτηρ καὶ εὐξαμένη, ἀπέλυσεν ἀυτὸν, ὅρκοις δὲ φρικτοῖς g κατακρίνασα τοῦτον, ὅπως μετὰ τὸ λαβεῖν ἀυτὸν τὸ ἅγιον βάπτισμα, πρὸς ἀυτην ἐπανακάμψῃ.

[5] Μετὰ δὲ τὸν δοῦλον τοῦ Θεοῦ Νίκωνα ἐπαναχωρῆσαι, ζήτησις ἀυτοῦ ἐγένετο πλείστη παρὰ [τῶν στρατιωτῶν· ὡς δὲ οὐδαμοῦ ἦν εὑρισκόμενος,] παραλαβοῦσα τούτου μήτηρ ἄνθρωπόν τινα τοῦ Τοπάρχου, ἀπελογεῖτο αὐτῷ λέγουσα, Ὅτι ἀφανὴς υἱός μου ἐγένετο, καὶ οὐκ ἔγνων τι περὶ ἀυτοῦ. δὲ δοῦλος τοῦ Θεοῦ Νίκων ὁδηγούμενος ὑπὸ τῆς θείας χάριτος, κατελθὼν ἐν τῇ παραλίᾳ εὗρεν ἕνα τῶν πλοίων, καὶ λαβόμενος μεθ᾽ ἑαυτοῦ χρήματα οὐκ ὀλίγα, [egressus in Chium ibi ieiunat] ἀπέπλευσεν ἐπὶ τὰ μέρη Κωνσταντινουπόλεως, καὶ ἐξελθὼν εἰς τὰ μέρη τῆς τῶν Χιοτῶν νήσου, ἀπέρχεται εἰς ὄρος ὑψηλὸν, καὶ ποιεῖ ἐκεῖσε εὑχὴν, νηστεύσας ἡμέρας ὀκτὼ, ὅπως ἐπιφανῇ αὐτῷ Κύριος Θεὸς, τὸ ἐν ποίῳ τόπῳ εὑρεῖν τοῦ λαβεῖν, ποθεῖ. [& ab Angelo crucem viæ ducem accipit,] Καὶ κατὰ Θεοῦ βούλησιν ἐπιφαίνεται αὐτῷ τῇ νυκτὶ ἐκείνῃ ἀνὴρ ἱεροπρεπὴς, προσκαλούμενος ἀυτον καὶ λέγων, Δέξαι ταύτην τὴν βακτηρίαν, ἥτις ἐπὶ κεφαλῆς τὸ σημεῖον τοῦ σταυροῦ ἔχει, καὶ ὁδηγήσει σε, ἐν ᾧ τόπῳ μέλλεις λαμβάνειν ποθεῖς.

[6] Καὶ συγχαρὴς γεινάμενος, καὶ δοξάσας τὸν Θεὸν, ἀυτῇ τῇ ὥρᾳ ἔρχεται ὁδηγούμενος ὑπὸ τῆς βακτηρίας, ἧς εἴληφεν τῇ νυκτὶ ὑπὸ τοῦ Ἀγγέλου, ἐπὶ τὸν αἰγιαλόν. Καὶ πόῤῥωθεν βλέπουσιν ἀυτὸν οἱ ναῦται καὶ ναύκληρος λέγοντες αὐτῷ Χαίροις Νίκων δοῦλε Χριστοῦ, ὅτι διὰ πίστιν νικοποιῶν, εἴσελθε ἐν τῷ πλοίῳ, καὶ ἡμεῖς σε διασώσομεν τοῦ Θεοῦ κατευοδοῦντος ἕως τῆς ὡρισμένης σοι συντάξεως· γάρ σοι τὴν βακτηρίαν τῇ νυκτὶ δεδωκὼς, ἀυτὸς καὶ ἡμῖν παρήγγειλε λέγων· Ὅτι ἄνθρωπος σήμερον καταλαμβάνει πρὸς ἡμᾶς ἐπὶ τὸν αἰγιαλὸν, κρατῶν ἐν τῇ χειρὶ ἀυτοῦ βακτηρίαν, ἔχουσαν ἐπὶ κεφαλῆς τὸ σημεῖον τοῦ σταυροῦ, ζητῶν τοῦ ἀποπλεῦσαι μεθ᾽ ὑμῶν, δέξασθε ἀυτὸν ἀσμένως, καὶ διασώσατε ἐπὶ τοῦ ὄρους τοῦ καλουμένου Γάνου, καὶ εἰληφέναι ἔχετε παρὰ τοῦ Θεοῦ τὸν μισθόν. Καὶ δεόμεθά σου, δοῦλε τοῦ Θεοῦ, εἰ δὲ εἶ σὺ, ἀποπλεύσωμεν, [nauigioque oblato,] τοῦ Θεοῦ κατευοδοῦντος· ἐπειδήπερ καὶ ἄνεμός ἐστιν ἐπιτήδειος, ὀφείλων ἡμᾶς τῇ δυνάμει τοῦ Θεοῦ διασῶσαι.

[7] δὲ δοῦλος τοῦ Θεοῦ Νίκων ἀκούσας ταῦτα, ἀπῆλθεν κατιδίαν προσεύξασθαι, h καὶ ῥίπτει ἑαυτὸν εἰς τὸ ἔδαφος κλαίων καὶ λέγων, Εὐχαριστῶ σοι, Κύριε Θεός μου, ὅτι ἐμοὶ τῷ ἐλεεινῷ καὶ ἀχρείῳ σκεύει τοιαύτας εὐεργεσίας πεποίηκας, καὶ προελοήσω τῆς ἐμῆς σωτηρίας· οἶδα γὰρ, Δέσποτα, ὅτι θέλεις πάντα ἄνθρωπον σώζεσθαι i τὸν ἐπικαλούμενον τὸ ὄνομά σου ἐν ἀληθείᾳ. Καὶ ταῦτα εἰπὼν καὶ ἕτερα πλεῖστα, τῇ τοῦ Θεοῦ βουλῇ εἰσῆλθε ἐν τῷ πλοίῳ· καὶ ἀποπλεύσαντες, ἐπὶ ἡμέρας δύο καὶ νύκτας δύο κατέλαβον τὰ μέρη τοῦ ὄρους τοῦ ὑψηλοῦ, τοῦ ἐπιλεγομένου Γάνου· καὶ κατὰ συγκυρίαν αὐτῇ τῇ ὥρᾳ παρέστη αὐτῷ Ἀββᾶς ἐν σχήματι Ἐπισκόπου ἅμα ἑτέροις ἀδελφοῖς k πέντε καὶ δὲκα. [ad Ganum montem appellit.] Ποιήσαντες οὖν τὴν πρὸς ἀλλήλους τῶν μοναχῶν συνήθη προσκύνησιν, λαβόμενοι αὐτοῦ τῆς χειρὸς, ἀπῄεσαν ἐν σπηλαίῳ τινὶ ἔνθα καὶ τὴν κατοικίαν ἐποιοῦντο, ὅτε Ἡγούμενος αὐτῶν τε καὶ Ἐπίσκοπος ἅμα τῶν ἑτέρων Μοναχῶν.

CAP. II

[8] Καὶ κρατήσαντες ἀυτὸν ἐν τοῖς ἐκεῖσε ἡμέρας δύο, [Receptus a Theodosio Cyzici Episcopo] θεωρήσας τὴν ὑπομονὴν καὶ ἀγρυπνίαν τῶν Μοναχῶν Νίκων δοῦλος τοῦ Θεοῦ, ἣν ἐποιοῦντο ἐγκαρτεροῦντες τῇ ψαλμῳδίᾳ καὶ τῇ ἀναγνώσει, καὶ τοῖς δάκρυσιν τὸ ἔδαφος βρέχοντες, l φόβος Θεοῦ ἐπέπεσεν ἐπ᾽ ἀυτὸν, καὶ ἔρως ἀνείκαστος· καὶ ὅλος ἠλλοίῳτο ἐξεστηκὼς ἐν ἑαυτῷ, ἀνιχνεύων τὸν τῶν Ἁγίων ἐκείνων ἰσάγγελον βίον. Θεασάμενος οὖν ἀυτὸν Ἐπίσκοπος ἐν κατανύξει πολλῇ γεγονότα, λέγει αὐτῷ· Τίνος ἕνεκα παραγέγονας ἐνταῦθα, τέκνον, καὶ πόθεν παραγέγονας; καὶ τὶς αἰτίᾳ, δι᾽ ἥν ἐλήλυθας; Ἀπάγγειλον ἡμῖν πάντα μετὰ ἀσφαλείας. δὲ δοῦλος τοῦ Θεοῦ Νίκων ἀνοίξας τὸ ἱλαρὸν ἀυτοῦ στόμα μετὰ ταπεινώσεως ἔφη αὐτῷ· Τὸ μὲν πόθεν παραγέγονα, ὁσιώτατε Πάτερ; ἐκ χώρας Ἰταλίας· καὶ τίνος ἕνεκα καὶ δι᾽ ἥν αἰτίαν; τοῦ γενέσθαι με Χριστιανὸν, καὶ καταλογισθῆναι μετὰ τῆς ἁγίας τοῦ Χριστοῦ ποίμνης. [baptizatur,] Καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἐπισκόπου, λέγει αὐτῷ μετὰ δακρύων· Δέομαί σου, Ἅγιε τοῦ Θεοῦ, τάχυνον τοῦ δοῦναί μοι τὸ λουτρὸν τῆς παλιγγενεσίας, καὶ δίδαξόν με τοῦ ποιεῖν τὰ αρεστὰ αὐτοῦ. Τότε Ἐπίσκοπος ἐκέλευσεν αὐτὸν κατηχηθῆναι; καὶ μετὰ τὴν συμπλήρωσιν τῆς κατηχήσεως ἔχρισεν αὐτὸν ἐλαίῳ ἁγίῳ, καὶ ἐβάπτισεν ἀυτὸν ἐν τῷ σπηλαίῳ εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ἀξιώσας ἀυτὸν καὶ τῆς θείας κοινωνίας, καὶ τῷ τιμίῳ μύρῳ διέχρισεν ἀυτόν.

[9] [fit Monachus,] Καὶ δὴ τούτων οὕτως τελεσθέντων, πεπόιηκεν ἐν τῇ μονῇ ἐκείνῃ τοῦ σπηλαίου, τοῦ ἐν τῷ ὄρει, ἔτη τρία, καὶ διέτριψεν ἐν αὐτῶ σὺν τοῖς ἐκεῖσε τοῖς τε γράμμασι καὶ τοῖς παιδεύμασιν καὶ ψαλμῳδίαις, λιταῖς τε προσέχων καὶ ἀναγνώσμασιν καὶ ἁγνείαις ἑαυτὸν ἀμφιέννυτο, καὶ τοιοῦτον σκεῦος ἐκλογῆς γέγονεν τῷ Κυρίῳ, ὥστε λέγειν ἀυτόν τινας τῶν ἐκεῖσε εἶναι ἄνδρα ἰσάγγελον, τῇτε ἡσυχίᾳ καὶ πρᾳότητι. Γέγονε γὰρ ἐν ὑπομὸνῇ πολὺς, ἐν ἀγάπῃ ὑπέρτατος, ἐν νηστείαις ἀσύγκριτος, ἐν διδαχαῖς, ἀκόρεστος ἐν ψαλμῳδίᾳ νυκτερινῇ ἀκλόνητος, καὶ μῶμος οὐδεὶς ἦν ἐν τῷ ἀνθρώπῳ, ὥστε ἀυτὸν τὸν Ἡγούμενον θαυμάζειν εἰς τὸν ὅσιον ἄνδρα. Μετὰ γὰρ ἔτη τρία κατὰ θείαν ἀποκάλυψιν τῆς μονῆς Ἐπίσκοπός τε καὶ Ἡγούμενος, [& Angeli monitu] πρὸς Κύριον μέλλων μετέρχεσθαι ἐν εἰρήνῃ, φαίνεται αυτῷ νυκτὸς καθ᾽ ὄναρ Ἄγγελος Κυρίου λέγων αὐτῷ· Πρὸ τοῦ σε τὸν ἐντεῦθεν μετελθεῖν βίον, Νίκωνα ὅν ἐβάπτισας, μετάδος αὐτῷ τὴν Ἐπισκοπήν σου, καὶ τὸν ἡγεμονευόμενόν σου λαὸν, καὶ παραλαβὼν τούτους ἀπέλθῃ ἐπὶ τὰ νοτιαῖα μέρη τῆς Σικελῶν ἐπαρχίας· ἐπ ειδὴ γὰρ συνδρομὴ λαοῦ ἀλλοφύλων μέλλει γενέσθαι ἐπὶ τοῦ τόπου τούτου καὶ τοῦ ὄρους, μήπως εὑρόντες τοὺς μοναστὰς ξίφει τούτους ἀνελοῦνται·

[10] [consecratur Episcopus.] Τότε ἐνέγκας ἀυτὸν ἐχειροτόνησεν τὸν τοῦ Διακόνου καὶ Πρεσβυτέρου κλῆρον, καὶ εἶθ᾽ οὕτως προχειρίζεται ἀυτὸν εἰς Ἐπίσκοπον, παραδεδωκὼς αὐτῷ τοὺς μοναστὰς ὡσεὶ ἑκατὸν m ἐννενήκοντα· καὶ μεθ᾽ ἡμερας ὀλίγας ἐκοιμήθη ἐν Κυρίῳ ὁσιώτατος Ἐπίσκοπος Θεοδόσιος, ἀποδρὰς ἀπὸ Κυζίκου διὰ τὰς ἀταξίας τὰς γινομένας καθ᾽ ἡμέραν ἐξ ἡμέρας· καὶ ἐκεῖσε ἐκήδευσαν αὐτὸν πλησίον τοῦ σπηλαίου τοῦ πρὸς ἀνατολάς. [Theodosio mortuo S. Neon] Καὶ πληρωσάντων αὐτῶν τὰς συνήθεις γινομένας συνάξεις τε καὶ λειτουργίας, ποιήσας εὐχὴν καὶ συμπαραλαβὼν τοὺς μοναχοὺς εἰςῆλθεν εἰς πλοῖον ἴδιον, καὶ κατέλαβεν τὰ μέρη Μυτιλήνης· καὶ ποιήσας ἐν τοῖς ἐκεῖσε ἡμέρας δύο, αὐτίκα κινήσας κατέλαβεν τὰ μέρη Ναξίας, καὶ τῇ τοῦ Θεοῦ βουλῇ καὶ δυνάμει διὰ εἰκοσικαιδυῶν ἡμερῶν καταλαμβάνει τὰ μέρη Ἰταλίας εἰς τὴν ἰδίαν πατρίδα Νεάπολιν.

[11] Μαθοῦσα δὲ μήτηρ αὐτοῦ ότι ἔφθασεν [ὁ υἱὸς αὐτῆς, [cum suis in Italiam nauigat:] εὐθέως παρεγένετο και] ἠρώτα τὸν Νίκωνα, μὴ γνωρίσασα αὐτὸν τὸ σύνολον ὅτι αὐτὸς ἦν, καὶ λέγει αὐτῷ· Πάτερ τιμιώτατε, ποῦ ἐστι Νίκων υἱός μου, εἰ ἐπίστασαι; Ἐπειδὴ πλείστη ζήτησις καὶ ἀνερεύνησις γέγονε δι᾽ αὐτὸν, ἵνα ἐξέλθῃ ἐν τῷ πολέμῳ. δὲ ἀπεκρίνατο· Ἐγώ εἰμι Νίκων, ὃν σὺ ἐπιζητεῖς. δὲ μετὰ θρήνου ἔλεγεν, Ἄνθρωπε τοῦ Θεοῦ, Ἐγὼ ἐκ πόνου ψυχῆς σοι λέγω, καὶ τάχα αὐτὸς ὡς p ἐν λήρῳ με ἔχεις; Τότε λέγει ἀυτῇ, Μὰ τὰς εὐχάς σου, μῆτέρ μου, Ἐγώ εἰμι Νίκων, ὃν ἀπέστειλας βαπτισθῆναι· ἀλλὰ τοῖς q λόγοις σου ἤξας ἦλθον θεάσασθαί σε· βούλει, ποίει.

[12] Τότε r [ἡ μήτηρ ἀυτοῦ προσπεσοῦσα τῷ τραχήλῳ ἀυτοῦ κατεφίλει ἀυτὸν κλαίουσα ἅμα καὶ χαίρουσα ἐπὶ τῇ ἀνευρέσει τοῦ υἱοῦ ἀυτῆς, [matrem visit & sepelit.] καὶ μετὰ τὸ ἀσπάσασθαι ἀυτὸν, ἀτενέσασα εἰς τὸ ὕψος τοῦ οὐρανοῦ ἤυξατο τῷ Θεῷ] λέγουσα, Εὐχαριστῶ τῇ σῇ φιλανθρωπίᾳ, Κύριε, ὅτι ἔδειξάς μοι τὸ τέκνον μου ἐν τῇ ἀυτῇ ἀξίᾳ καὶ ἀγγελικῇ στάσει. Καὶ νῦν, Δέσποτα, ἐπάκουσον τῆς δούλης σου, καὶ ἐλθέτω ψυχή μου εἰς τὰς χεῖράς σου. Καὶ πληρωσάσης ἀυτῆς τὴν εὐχὴν, παρέδωκεν τῷ Κυρίῳ τὸ πνεῦμα ἐν εἰρήνῃ, καὶ ἐδόξασαν ἅπαντες τὸν Θεὸν ἐπὶ τῷ παραδόξῳ θεάματι, καὶ ἐκήδευσαν ἀυτὴν ἐν ψαλμοῖς καὶ ὕμνοις ἀγαλλόμενοι ἐπὶ τῷ Κυρίῳ οἱ Ἅγιοι, καὶ κατέθεντο ἀυτὴν ἐν ὁσίαις θήκαις.

CAP. III

[13] Μαθόντες δέ τινες τότε τῶν σὺν αὐτῷ ἑταιριζοντων στρατιωτῶν, [Commilitonum eius aliqui] ἦλθον ἐπὶ τὸν αἰγιαλὸν πρὸς τὸν ὅσιον Νίκωνα, καὶ λαβόμενοι ἀυτὸν τῆς χειρὸς λέγουσιν αὐτῶ κατιδίαν· Ὁρκίζομέν σε κατὰ τῆς ἄνω προνοίας εἰπὲ ἡμῖν, τίς ἦν ἀνδραγαθία, ἣν εἶχες ἐν τῷ πολέμω; Ἐὰν γοητεία τις ἦν, εἰπὲ ἡμῖν, ὅπως καὶ ἡμεῖς ἀυτῇ χρησάμενοι, ὁμοίως καὶ ἡμεῖς ἀνδραγαθήσωμεν· εἰ δὲ ἄλλο πως, εἰπὲ ἡμῖν. δὲ λέγει ἀυτοῖς· Πιστεύσατέ μοι, Ἀδελφοὶ, οὔτε γοητεία, οὔτε ἄλλος τις τρόπος ἦν ἐν ἐμοὶ, εἰ μὴ τῷ σημείῳ τοῦ τιμίου σταυροῦ ἑαυτὸν κατετείχιζον, καὶ ἐπὶ τῇ θεωρίᾳ προσώπου μου ἔθνος οὐκ ἀνθίστατο· καὶ τοῦ Θεοῦ δύναμις τῷ τυπῳ μόνον τοῦ σταυροῦ ἐνίκα πάντα ἐχθρὸν καὶ πολέμιον. Ἀκούσαντες οἱ στρατιῶται, ὅτι οὕτως ἰσχύει τοῦ Θεοῦ δύναμις. ἀυτῇ τῇ ὥρᾳ ῥίπτουσιν ἑαυτοὺς εἰς τοὺς πόδας τοῦ ἁγίου Ἐπισκόπου Νίκωνος παρακαλοῦντες ἀυτὸν καὶ λέγοντες, Ἐλέησον ἡμᾶς, Ἅγιε τοῦ Θεοῦ, [audita virtute Crucis] καὶ συμπαράλαβε ἡμᾶς μετὰ σεαυτοῦ, καὶ ὥσπερ ἐν τῷ πολέμῳ διὰ σοῦ πολλαχῶς ἐσώθημεν, καὶ τὰ νῦν γενώμεθα σὺν σοὶ κληρονόμοι τῆς τῶν οὐρανῶν βασιλείας.

[14] [ei adhærent & monachi fiunt,] Καὶ ἀυτῇ τῇ ὥρᾳ ἀφέντες γυναῖκάς τε καὶ τέκνα, καὶ ἀδελφοὺς καὶ οἰκίας, ἠκολούθησαν τῷ Χριστῷ· καὶ εἰσελθόντες ἐν ἑτέρῳ τῷ πλοίῳ κατέλαβον ἐκ τῶν ἐκεῖσε τὰ μέρη τῆς Σικελίας, ἐπὶ τοῦ ὄρους τοῦ ὐψηλοῦ τοῦ ἐπιλεγομένου Ταυρομενίας. Καὶ παρακατελθόντες οὐκ ὀλίγον, εὗρον ποπαμὸν καλούμενον Ἀσίνον, ἐν ᾧ ὑπῆρχεν λουτρὸν παλαιὸν καλούμενον τῆς s Ὑγίας, καὶ ᾤκησαν ἐν αὐτῷ ὑπ᾽ οὐδενὸς τηρούμενοι Καὶ μετὰ τοῦτο κατηχεῖ οὓς παρέλαβεν μεθ᾽ ἑαυτοῦ στρατιώτας, καὶ βαπτίζει ἄνδρας τὸν ἀριθμὸν ἐννέα, καὶ δέδωκεν ἀυτοῖς τὸ ἅγιον καὶ ἀγγελικὸν σχῆμα, ὁρίσας αὐτοὺς μανθάνειν καὶ τὰ κάλλιστα γράμματα, ὁμοίως καὶ τὰς ψαλμῳδίας τὰς συνήθεις τοῖς μοναχοῖς γινομενας. Ποιήσαντες δὲ ἐν τοῖς ἐκεῖσε παραπλήσιον τοῦ ποταμοῦ παντοῖα εἴδη δένδρων καρπίμων καὶ ἕτερα χωρία πρὸς t ποιησμὸν λαχανίδων, ᾤκησαν ἐν τοῖς ἐκεῖσε ἔτη τεσσαράκοντα δύο.

[15] [de iis nuntiatur Quintiano Præsidi:] Καὶ εἶθ᾽ οὕτως διασημαίνεται τῷ Ἡγεμόνι Κυντίανῷ, ὅτι ἄνδρες εἰσὶν σεβόμενοι τὸν Θεὸν τοῦ οὐ ρανοῦ, ἔχοντες καθηγήτην Νίκωνα τὸν Ἐπίσκοπον, οἵτινες τοῖς προστάγμασιν τῶν Θεῶν οὐ λατρεύουσιν, οὔτε τῇ καθ᾽ ἡμᾶς θρησκείᾳ ὑποτάσσόνται. δὲ ὠμότατος Κυντιανὸς θυμοῦ καὶ ὀργῆς πλησθεὶς, καὶ τῇ χολῇ περιζεσας, συντόμως ἀποστέλλει στρατιώτας τοῦ συλλαβέσθαι αὐτοὺς καὶ ἐνέγκαὶ ἐνώπιον αὐτοῦ. Οἱ δὲ τὸ κελευσθὲν ἀυτοῖς συντόμως πληροῦν ἐπιχειροῦντες, ἧξαν ἐπὶ τοὺς ἄνδρας, καὶ ἐρωτήσαντες λέγουσιν· Ποῦ ἐστιν Νίκων καὶ οἱ σὺν αὐτῷ, οἱ τοῖς θεσπίσμασιν τῶν Αὐτοκρατόρων καὶ μεγίστων Θεῶν οὐχ ὑποτάσσονται; δὲ δοῦλος τοῦ Θεοῦ Νίκων λέγει ἀυτοῖς· Καλῶς ἥκατε, τέκνα μου, καλῶς συνήκατε· γὰρ Ἀῥχιεράρχης Χριστός μου, μὲ καλεῖ δι᾽ ὑμᾶς, καὶ τοὺς σὺν ἐμοι. Τῶν δὲ ἐν εὐχῇ ἀσχολουμένων Ἀδελφῶν πρὸς Κύριον τοῦ ὑποστηριχθῆναι ἀυτοὺς, οἱ στρατιῶται ὀιἳσχυρίζοντο τοῦ πορεύεσθαι συντόμως πρὸς τὸν Ἡγεμόνα. Τῶν δὲ τὴν εὐχὴν ἐκπληρωσάντων, συλλαβομενοι τούτους οἱ στρατιῶται ἤγαγον ἐνώπιον τοῦ Ἡγεμόνος, ὡς πρόβατα ἐπὶ σφαγὶν, καὶ ὡς ἀμνοὺς ἀμώμους, ἐναντίον τοῦ κείραντος ἀυτοὺς ἀφώνους.

[16] Τοῦ δὲ ὁσίου καὶ τρισολβίου Πατρὸς ἠμῶν Νίκονος ὑποστηρίζοντος ἀυτοὺς καὶ λέγοντος, Ἀνδρίζεσθε, [qui confirmati a Sācto Nicone] Ἀδελφοι, κατὰ τοῦ τυράννου· ἰδοὺ γὰρ, τετελείωται ἡμῶν δρόμος καὶ ἠνεῳκται ἡμῖν κλεὶς τῆς βασιλείας τῶν οὐρανῶν. Ἀνθιστῶμεν προθυμως τῷ τυράννῳ ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως· λαλήσωμέν τε θαῤῥηκότες ἐνώπιον ἀυτοῦ, καὶ ἀκούσωμεν τοῦ καλοῦ Ποιμένος ἡμῶν λέγοντος, Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινοντων τὸ σῶμα, τὴν δὲψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· [φοβήθητε δὲ μᾶλλον, τὸν δυνάμενον ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν τῇ γεέννῃ τοῦ πυρός]. Καὶ πάλιν ὑποστηρίζων ἀυτοὺς ἔλεγεν· Μνήσθητε τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰρηκότος, ὅταν ἐπὶ βήματος Βασιλέων Μεγιστάνων ἀχθήσεσθε, μὴ μεριμνήσητε πῶς, τί λαλήσητε· ἐγὼ γάρ εἰμι, λαλῶν ἐν ὑμῖν.

[17] Εἶτα καταλαβόντων ἀυτῶν τὸ τοῦ ὠμωτάτου καὶ ἀπηνεστάτου πραιτώριον, ἐκέλευσε ἀχθῆναι ἀυτοὺς ἐν τῷ θεάτρῳ ἐνώπιον τοῦ βήματος ἀυτοῦ, καὶ λέγει ἀυτοῖς· Ὑμεῖς πάντες ἐξεκλίνατε εἰς ματαίας καὶ κενὰς ἐλπίδας, φρεναπατώμενοι ὑπὸ τοῦ γόητος τούτου καὶ ἀπατεῶνος Νίκωνος, καὶ τοῖς μεγίστοις θεοῖς καὶ ἀθανάτοις οὐ λατρεύετε, καὶ τοῖς προστάγμασιν αὐτῶν οὐ πειθαρχεῖτε; Οἱ δὲ ὡς ἐξ ἑνὸς στόματος ἀπεκρίναντο αὐτῷ λέγοντες· Ἡμεῖς. μὲν πάντες πρόγε πάντων Χριστιανοί ἐσμεν ἀμετάθετοι, [generose fidem profitētur.] καὶ τὰς ἐλπίδας ἡμῶν εἰς ματαιότητας οὐ κεκτήμεθα· ἀλλ᾽ ἔστιν ἐλπὶς ἡμῶν παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Οἱ θεόι σου γὰρ οὔτε ἀκούουσιν, οὔτε λαλοῦσιν· εἰσὶν γὰρ λίθοι ἄψυχοι, ἔργα χειρῶν ἀνθρώπων [καθὼς καὶ Προφήτης διαμαρτύρεται λέγων· Τὰ εἴδωλα τῆς ἐθνῶν χρυσίον καὶ αργύριον, ἔργα χειρῶν ἀνθρώπων] στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται, ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται, χεῖρας ἔχουσιν καὶ οὐκ ψηλαφήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. Καὶ τί πολλὰ λέγωμεν; ὅμοιοι αὐτῶν γίνωνται οἱ ποιοῦντες ἀυτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ ἀυτοῖς.

[18] δὲ Ἡγεμὼν ἀκούσας ταῦτα παρ᾽ ἀυτῶν, καὶ τὴν ἀμετάθετον ἀυτῶν καὶ στεῤῥὰν πίστιν γνοὺς, ἔφη· Εἰ μὴ τούτους ταχέως τοῦ ζῇν ἀπαλλάξω, ἄλλους πλείονας ἀγρεύσουσιν εἰς τὴν ματαίαν ἀυτῶν πλάνην. [& neruis cæsi] Τότε κελεύει ἀυτοὺς ταθέντας βουνεύροις ὠμοῖς πλήττεσθαι ἀυτῶν τὰς σάρκας. Οἱ δὲ μετὰ πάσης προθυμίας ὑπομείναντες τὴν βάσανον, κελεύει τούτους ἐν τῷ λουτρῷ ἐμβληθῆναι, ἕνθα τὴν οἴκησιν ἐποιοῦντο, καὶ τοῦτο ἐκκαῆναι νύκτα καὶ ἡμέραν, ὅπως ἐν αὐτῷ τὰ σώματα ἀυτῶν πυρίκαυστα γένωνται. [capitis sententiam subeunt.] Ἀπαγομένων δὲ αὐτῶν πρὸς τὸ ἐμλβηθῆναι ἐν τῇ τοῦ λουτροῦ πυρᾷ, κελεύει τούτους καρατομηθέντας ῥίπτεσθαι εἶθ᾽ οὕτως τὰ σώματα ἀυτῶν ἐν τῇ τοῦ λουτροῦ πυρᾷ, ὅπως φόβος ἐπιπέσῃ ἐπὶ πάντας τοὺς ὁρῶντας. Τῶν δὲ τοὺς ἀυχένας προθύμως ἐκτεινάντων, ἔλεγον· Εἰς χεῖράς σου, Κύριε, παρατιθέμεθα τὰς ψυχὰς ὑμῶν, ἐπεὶ ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, καὶ ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.

CAP. IV

[19] Τούτων οὕτως τελειωθέντων καὶ τῷ πυρὶ τὰ σώματα ἀυτῶν παραδοθέντων ἐν τῷ προλεχθέντι λουτρῷ τῷ ἐπιλεγομένῳ τῆς Ὑγίας, [S. Niconi in carcere] τοῦ δὲ ὁσίου Νίκωνος καθεζομένου ἐν φρουρᾷ, ἐσκέπτετο δόλιος τῷ ποίῳ μόρῳ τοῦτον τοῦ ζῇν κακῶς ἀπαλλάξῃ. Φαίνεται δὲ τῷ ὁσίῳ Νίκωνι Ἄγγελος Κυρίου κατ᾽ ὄναρ λέγων· Ἀνδρίζου ἐν Θεῷ Νίκων Χριστοῦ στρατιώτης· ὅτι ἐδέξατο Χριστὸς Θεὸς ἡμῶν τὰ ὁλοκαρπώματα τῶν μαθητῶν σου εἰς ὀσμὴν εὐωδίας τῶν ἑκατὸν ἐννενη κοντακαιεννέα, [Visio offertus nocturna] καὶ εἰσῆλθον εἰς τὴν παστάδα, ἔνθα οὐράνιος νυμφίος καθέζεται. Καὶ ἰδοὺ παρέστη αὐτῷ κόρη, ἧς ὄψις ἔστιλβεν χρυσίου λαμπροτέρα, καὶ φωτὸς λαμπηδόνες ἐξεπέμποντο ἐξ ἀυτῆς, ὡσεὶ ἀκτῖνες ἡλίου, καὶ ἦν κατακεκοσμημένη ἐν χρυσίῳ καὶ σαπφείρῳ, καὶ u ἐν ταῖς χερσὶν ἀυτῆς [κατέχουσα λέοντα, ὡσεὶ χιὼν, λευκὸν] καὶ κεφαλὴ αὐτοῦ ὡσεὶ πάρδαλις· καὶ ἵστατο ἐν τῷ πεδίῳ τοῦ χειμάῤῥου, τοῦ ἐπιλεγομένου Ψεμίσθου ἐν τῷ μέρει τῷ ἀνατολικῷ.

[20] [de morte Quintiano decreta:] Καὶ κατὰ δυσμὰς ἵσταντο ἄνδρες δύο παμμέγιστοι, ὥντινων αἱ κορυφαὶ ἐν τῷ ὕψει τοῦ οὐρανοῦ ἀφικνοῦντο, καθέχοντες δόρατα πυρφανέστατα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ διαλογὴν ἐποιοῦντο πρὸς τὴν φανεῖσαν κόρην λέγοντες· Ἰδοὺ, τί ὑστεροῦμεν σήμερον, οἱ ἀποσταλέντες ὑπὸ τοῦ οὐρανίου Βασιλέως, ἀπεκδεχόμενοι Κυντιανὸν τοῦ συνάψαι πόλεμον μετ᾽ αὐτοῦ; Καὶ ἰδοῦ ὑστερεῖ. Τότε κόρη ἐβόησεν λέγουσα· Ἰδοὺ τῇ χθὲς ἡμέρᾳ ἀπέκτεινεν ἐκ τοῦ ἐμοῦ αριθμοῦ ἄνδρας ὡσεὶ ἐκατὸν ἐννενηκοντακαιεννέα, καὶ ἰδοὺ ἐνασχολεῖται ἐν τῷ ἀυτοῖς καθηγεμονεύοντι Νίκωνι, τῷ ὄντως νικήσαντι πᾶσαν ἐχθροῦ μηχανίαν, καὶ παρ᾽ αὐτὰ παραγίνεται ἐν τῷ τόπῳ, ἔνθα ὑμεῖς προσετάγητε. Καὶ ῥίψασα τὸν θῆρα τὸν ἐν ταῖς χερσὶν αὐτῆς, λέγει αὐτοῖς· Λάβετε καὶ τὸν θῆρα τοῦτον ἀντιλαμβανόμενον σὺν ὑμῖν τῷ τυράννῳ.

[21] Καὶ διϋπνισθεὶς δοῦλος τοῦ Θεοῦ Νίκων ἐχάρη χάραν μεγάλην, δοξάζων καὶ εὐχαριστῶν τὸν Θεὸν καὶ ἐξηγήσατο χαίρων τῷ παιδαρίῳ τῷ καλουμένῳ Χαιρομένῳ, τῷ διακονοῦντι αὐτῷ, τῷ καὶ τὸν βίον ἀυτοῦ συγγραψαμένῳ, πάντα ὅσα ἐθεάσατο Ἅγιος κατ᾽ ὄναρ, καὶ ὅτι σήμερον τελειοῦμαι, καὶ οὐκ ἐγκαταλιμπάνω τὴν καλλίστην μου συνοδίαν· καὶ ὄτι Κυντιανὸς τελευτᾷ ἐν τῷ χειμάῤῥῳ Ψεμίσθῳ [καὶ πάντα εἶπον αὐτῷ καθὼς ἐγένετο.] Καὶ δὴ πρωΐας γενομένης, [a quo denuo ad quæstionem vocatus] κελεύει Ἡγεμὼν ἀχθῆναι τὸν Νίκωνα ἐνώπιον αὐτοῦ, καὶ λέγει αὐτῷ· Πόθεν εἶ, καὶ ποίας θρησκείας τυγχάνεις; Καὶ τίς εἶ, ὅτι τῇ μαγικῇ σου τέχνῃ καὶ γοητείᾳ τοσούτους ἄνδρας πεποίηκας κεφαλικῇ τιμωρίᾳ ἀπολέσθαι, καὶ τὰ σώματα αὐτῶν πυρὶ παραδοθῆναι. Καὶ ἰδοὺ διὰ τὴν ἄνοιαν ἀυτῶν ἐστέρηνται κάλλους ἡλίου καὶ φάους σελήνης.

[22] δὲ ἅγιος Νίκων λέγει αὐτῷ· Πάσης ἀτιμίας ἀναμεστε, τὸ πόθεν εἰμὶ καὶ ποίας θρησκείας τυγχάνω, οὐ μόνον ἐγώ σοι λέγω, ἀλλὰ καὶ ἐκ πλείστων Ἁγίων στομάτων σὺ ἀυτὸς ἀκήκοας, οὓς τῇ ἀθεΐᾳ του σκοτισθεὶς τῇ χθὲς προαπέκτεινως· παρ᾽ ἐμοῦ δὲ ἀκριβῶς μάνθανε, ὅτι Χριστιανός εἰμι ἀμετάθετος, καί εἰσιν αἱ ἐλπίδες μου ἐν τῷ Θεῷ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν, τῷ σε θεηλάτῳ ὀργῇ ἐν βασάνοις ἀνυποστάτοις μέλλοντι παραδιδόναι. δὲ Ἡγεμὼν μέγα βρύξας ἐπ᾽ ἀυτὸν, [equuleum & ignes superat;] κελεύει ἀναρτηθῆναι τοῦτον ἐν τῷ ξύλῳ, καὶ ταθέντα ἐκ τεσσάρων ὑποκαίεσθαι λαμπάδας πυρὸς σφόδρα ὑποκάτωθεν αὐτοῦ· Τούτου δὲ γενομένου, ἅγιος Νίκων ὡς ἐν πεδίῳ χλόης παναπαυόμενος τοῖς ἄνθραξιν, ἔψαλλεν· Σὺ εἶ τὸ στερέωμά μου, Κύριε, καὶ καταφυγή μου, ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων. Τότε λέγουσιν τῷ Ἡγεμόνι οἱ ὑπηρέται· Κύριε Ἡγεμὼν, ἐν ἀτονίᾳ γεγόναμεν τὰς λαμπάδας αὐτῷ ὑποκαίοντες, καὶ τὰ βασανιστήρια οὐ προσάπτονται αὐτοῦ,

[23] [equos, quibus alligatur, sistit immobiles,] Τότε κελεύει ἀυτὸν Ἡγεμὼν κατενεχθέντα, καὶ ἐν ὑποζυγίοις δεθέντα κατασύρεσθαι, ὅπως ἀυτὸν τοῦ ζῇν συντόμως ἀπαλλάξῃ. δὲ Ἅγιος τοῦ Θεοῦ τὰ ζῶα θεασάμενος, καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ καὶ κατασφραγίσας, ἐγένοντο προβάτων ἡμερώτερα, καὶ ἵσταντο ὅλως ἀκίνητα, ὡς ὑπό τινος χαλινοῦ κατέχομενα μὴ ἀνεχόμενα κινεῖσθαι ἐκ τοῦ τόπου τὸ σύνολον. Ὁἱ δὲ ὑπηρέται ἔτυπτον τὰ ζῶα, καὶ τοῦ τόπου κινῆσαι ἀυτὰ οὐκ ἴσχυον. Τότε λέγουσι τῶ Ἡγεμόνι [Ὅτι y πολλὰ ἐκοπιἀζομεν τύπτοντες τὰ ζῶα, καὶ ἐκ τοῦ τόπου οὐ σαλεύονται.] Καὶ πλησθεὶς θυμοῦ, κελεύει τὰ νεῦρα τῶν ζώων κοπῆναι ξίφει, τὰ δὲ ζῶα ἀναλαβόμενα φωνὴν ἀνθρωπίνην, ἔλεγον· Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν, ἐποίησεν, καὶ ἡμεῖς ἕνεκέν σου, Νίκων ὅσιε, θανατούμεθα. Τότε κελεύει Ἡγεμὼν αὐτὸν δεθέντα ῥιφῆναι ἐν τῷ κρημνῷ· καὶ ἐκ τούτου ὑπὸ Ἀγγέλου διασωθεὶς, ἔστη μέσον πάντων σῶος καὶ λελυμένος.

[24] [a præcipitio surgit illæsus,] Τότε λέγει αὐτῷ Ἡγεμών· Μὰ τὴν ἄνω πρόνοιαν τῶν θεῶν! Οὐκ ὁρᾷς πόσα ἀντιποιοῦνταί σου οἱ θεοὶ, Νίκων, καὶ οὐ θέλουσιν τῷ σῶμωτί σου γενέσθαι διαφθοράν; Ἀλλὰ νῦν θῦσον τοῖς θεοῖς, καὶ ἔσῃ αὐτῶν λάτρις καὶ φίλος. δὲ Ἅγιος τοῦ Θεοῦ λέγει αὐτῷ· Ανάθεμά σοι, κᾀκείνοις, καὶ πᾶσιν τοῖς πεποιθόσιν ἐπ᾽ αὐτοῖς· αὐτοὶ γάρ εἰσιν λίθοι ἄψυχοι. Τότε Ἡγεμὼν κελεύει τοῖς ὑπηρέταις, λίθοις τύπτεσθαι αὐτοῦ τὴν ὄψιν, καὶ τὴν γλῶτταν ἐκκόπτεσθαι· καὶ ἐξενεγκαντες ἀυτοῦ τὴν γλῶτταν, ἐξέκοψαν ἀυτὴν. Καὶ μετὰ τουτο κελεύει ἀυτὸν ἀπενεχθῆναι ἐν τῷ τόπῳ, ἔνθα καὶ τὴν οἴκησιν ἐποιεῖτο; κᾴκεῖ καρατομηθῆναι [παραπλήσιον τοῦ ποταμοῦ τοῦ καλουμένου Ἀσίνου] ἔνθα ἦν καὶ στρόβιλος ἄντικρυς κατὰ ἀνατολἀς. [& post alia supplicia capite plectitur.] Τῶν δὲ ὑπηρετῶν συλλαβομένων ἀυτὸν, ἀπήνεγκαν ἐν τῷ ἐπιτεταγμένῳ ἀυτοῖς τόπῳ, καὶ ἀπέτεμον ἀυτοῦ τὴν τιμίαν κάραν, καὶ εἴασαν ἀυτὸν εἰς βορὰν τοῖς θηρίοις καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ.

[25] Καὶ ποιήσαντος τοῦ σώματος ἀυτοῦ ἀτάφου ἐπὶ ἡμέρας δύο, ποιμὴν δὲ παραπορευόμενος ἐν τῷ τόπῳ, ἔνθα ἦν κείμενον τὸ σῶμα τοῦ ἁγίου Νίκωνος, [Energumeni liberatione] ἔχων πνεῦμα ἀκάθαρτον, αἰφνιδίως ἰδὼν ὰυτὸν ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἀυτῇ τῇ ὥρᾳ ἰάθη, τὸ δὲ πνεῦμα ἐβόησεν φωνῇ μεγάλῃ λέγων Ο ὐαί μοι! ποῦ φύγω ἀπὸ τοῦ προσώπου τοῦ Ἱεράρχου καὶ Μάρτυρος Νίκωνος; Ἐπειδὴ αἰφνηδίως κατέλαβον πρὸς ἀυτὸν, πῦρ με μαστίζει [ὦ τοῦ παραδόξου θαύματος, ἀποθανὼν τὸν ζῶντα θεραπεύει!] οὖτος γάρ ἐστι Νίκων, ὑπὸ Κυντιανοῦ καρατομηθεὶς, καὶ ἀνοίσας τῶν βασάνων τὸ στάδιον, καὶ γεγονὼς κληρονόμος τῆς οὐρανῶν βασιλείας. Τότε ἰαθεὶς ποιμὴν ἀνήγγειλεν πᾶσιν τὸ γεγονὸς θαῦμα εἰς αὐτόν.

[26] [reuelata Sanctorum corpora sepeliuntur.] Γνοὺς δὲ Ἐπίσκοπος Θεοδόσιος τῆς Ἐμεσηνῶν Ἐκκλησίας, συμπαρέλαβον τὸν ἑαυτοῦ κλῆρον μετὰ κηρῶν καὶ θυμιαμάτων· καὶ εὗρον τὸ τίμιον αὐτοῦ λείψανον, ὑποδείξαντος αὐτοῖς τοῦ ποιμένος καὶ εἰπόντος, ὅτι ἐν τῷ τόπῳ τούτῳ δεῖ κατακληθῆναι τὸ σῶμα τοῦ ἁγίου καὶ τιμίου Ἐπισκόπου Νίκωνος, καὶ τῶν σὺν αὐτῷ τὸν αριθμὸν ἐκατὸν ἐννεκηκοντακαιεννέα. Τότε οὖν Ἐπίσκοπος Θεοδόσιος πεποίηκεν ἀξίαν τῷ Ἁγίῳ θήκην, καὶ κατέθετο αὐτὸν ἐν ἀυτῇ ἐκεῖ, καὶ * θήκην ἑτέραν ἄντικρυς τῆς ἀυτοῦ ἁγίας σοροῦ τοῖς σὺν αὐτῷ μαρτυρήσασιν Ἁγίοις, τάξας ἐπιλέπτως πάντα τὰ σώματα ἀυτῶν ἐκ τοῦ παλαιοῦ λουτροῦ τοῦ ἐκκαέντος ὑπὸ Κυντιανοῦ, καὶ κατέθηκεν ἀυτοὺς ὁμαδὸν ἐν τιμίαις θήκαις. Τὰ δὲ σώματα ἀυτῶν εὑ ρέθησαν σῶα, μὴ ὑπομείναντα βλάβην ὑπὸ τοῦ πυρὸς, εἰμὴ μόνον κεκαρατομημένα ὑπῆρχον. [Τελειοῦνται δὲ οἱ ἑκατὸν ἐννενήκοντα ἐννέα μηνὶ Μαρτίῳ κγ᾽. καὶ ἅγιος Ἐπίσκοπος Νίκων τῷ αὐτῷ μηνὶ, τῇ * γ᾽ καὶ ί.] καὶ κατέθετο ἀυτοὺς ἐν τῷ τόπῳ τῷ ἐπιλεγομένῳ τοῦ Ποιμένος, πλησίον τοῦ ποταμοῦ τοῦ καλουμένου Ἀσίνου· ὧν εὐχαῖς καὶ ἱκεσίαις ῥυσθείημεν πάντοτε ἐκ τῶν παγίδων τοῦ ἀλλοτρίου, ὅπως δι᾽ ἀυτῶν καὶ σὺν ἀυτοῖς κληρονόμοι γενόμεθα τῆς οὐρανῶν βασιλείας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα καὶ εὐχαριστία, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

[Annotata]

a Reliqua pars tituli inuenitur in solo Mediolanensi.

b Ambros. MS. λαοῦ. Latinæ autem versioni adde, qui solus populi bellum auertit.

c Desunt hæc MS. Ambrosiano sed & cetera [] vncis inclusa. vel huic vel Vaticano defuisse scias.

d Vat. ἐυμενέστερον facilius, leuius.

e Idem hic & alibi ἀναγεννήσεως.

f Vtrumque MS. semper & constanter habet μήτηρ etiam in vocatiuo, quod tamen ex Grāmaticorum legibus maluimus corrigere.

g Ambr. δύσας αὐτὸν.

h Breuius Vatic. καὶ ἀπελθὼν κατιδίαν καὶ ἐυξάμενος ῥίπτει ἑαυτὸν &c.

i Prolixius Ambros. ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν πάντας τοὺς ἐπικαλουμένους σου.

k Vat ιστ᾽ sedecim.

l Quæ sequuntur in Ambr. sic leges. ἐν κατανύξει γενόμενος ὅλος ἠλλοιοῦτο, βλέπων ἐξεστηκὼς αὐτῷ ἐπὶ τῇ τῶν μοναχῶν πολιτείᾳ.

m Vat. ρστ᾽ an vitio librariorum huic characteri, quo numerus sextus exprimitur, quam illi, [Litteræ numerales Græcorum, ab Ægyptiis sumptæ.] quo 90 signatur & qui barbaricus totus est, magis assuetorum? Atque hac occasione obserua Græcos a Coptis Ægyptiis accepisse rationem numerandi per litteras Alphabeti in tres nouenarios distinctas, sic vt primus ordo vnitates, secundus decades, tertius centenarios designaret. Cum vero Græcæ litteræ solum essent viginti quatuor, atque adeo earum alphabetica series non sufficeret tribus enneadibus conficiendis, ex Alphabeto Coptorum, triginta duas litteras numerante, primo acceperunt sextant litteram So dictam, forma characteris valde similem ς & τ coniunctis στ, qua assumpta, & Græcorum atque Coptarum litteris eodem passu progredientibus, atque adeo ad vtrorumque numeros idem valentibus, in fine secundi & tertij nouenarij assumpserunt litteras, quas in Coptarum alphabeto tunc istic locatas reperisse crediderim, etsi earum alteram nunc alio loco exhibeat in Prodromo Copto pag. 285 Athanasius Kircherus: videlicet post π 80, acceperunt eius aspiratam apud Coptos Fei, cuius formam etiam hodie proxime exprimit littera, qua Græci signant 90: ac denique cum omnes reliquas sui alphaberi litteras decurrissent post ω, Coptis Græcisque æqualiter signans 800, videntur Græci a Coptis mutuati proximam litteram Scei, quamuis nunc temporum lapsu imminuta sit similitudo characteris iam dicti ab eo quo Græci 900 exprimunt.

p Ambr, λῆρόν μεἔχες γεγηρακυῖαν.

q Idem τοῖς ὅρκοις σου ἀνέκαμψαν.

r Multo breuius Vatic. Τότε ἁγία γραὺς προσέπεσεν ἐπὶ τὴν γῆν μετὰ δακρύων κατ᾽ ἐκώπιον Κυρίου, λέγουσα.

s Mallem ὑγέιας legere.

t Ita Ambr. sed ποιησμὸς Græcum non est: ποτισμὸς quod in Vaticano legitur potionem significat, atque adeo ad rem nihil facit: quid autem si φυτησμὸν substituas plantationem? barbara quidem pro eo quod alias φύτησις & propriissime φύτευσις scriberetur: sed nihilo magis quam ποιησμὸς pro πόιησις, & magis proprie ad subiectam materiam.

u Pro his in Vatic. solum legitur ὥς ἱππος λευκὸς.

y Idem verbo vno, τὸ γεγονὸς, quod factum erat.

* alias τ

* forte θήκας ἑτέρας

* verius κ᾽ καὶ δ᾽.

ΜΑΡΤΥΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΕΙΡΗΝΑΙΟΥ.
Ex MS. Regis Christianißimi Parisiis signato 174.

Irenæus Episcopus & Martyr Sirmii in Pannonia (S.)

[1] Οτ᾽ ἂν τρόποις ἀγαθοῖς εὐσεβὴς, συνασκηθῇ, τῶν κρειττόνων ἐφιέμενος, καὶ φόβον Θεοῦ προσλάβηται· τότε πάντων ἀθρόως τῶν ἐν τῷ δὲ τῷ βίῳ καταφρονήσας, πρὸς τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν ἀπείγεται· καὶ ἅπερ διὰ τῆς ἀκοῆς παρόντα, πίστει βεβαίᾳ θεώμενος, ἐπεθύμησεν, ταῦτα θᾶττον δι᾽ αὐτῆς τῆς αὐθοψίας ἀπολαβὼν ἔχειν, [S. Irenæus in fide constans,] δοξάζει τὸν Κύριον. δὲ γέγονε καὶ περὶ τὸν μακάριον Ἐπίσκοπον Εἰρηναῖον τῆς τοῦ Σιρμίου πόλεως. Οὗτος γὰρ δι᾽ ἐπιείκειαν ὑπερβάλλουσαν καὶ τὴν περὶ τοῦ θείου εὐλάβειαν, τοῖς ἔργοις κυρῶν τὴν προσηγορίαν, καὶ νέος τῆς προεδρίας ἀξιωθεὶς, καταλαβόντος αὐτὸν τοῦ διωγμοῦ, τοῦ γενομένου ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ καὶ Κωνσταντίου τῶν Βασιλέων, a ἀκάμπτῳ καὶ ἀνενδότῳ προθυμίᾳ χρώμενος, καὶ τοῖς ἔμπροσθεν ἐπικτεινόμενος, ἔσπευδεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως.

[2] [& ad lamenta consanguineorum immotus,] Οὐκ ἔλυσαν γοὖν αὐτοῦ τὴν στεῤῥότητα ὕβρεις, ποικίλα πάθη σημαίνουσαι, οὐ ποταμοὶ ἀπειλούμενοι, οὐ κρημνοὶ καὶ βασάνων εἴδη διάφορα, οὐ τόγε πάντων ἀλγεινότερον τέκνα μετὰ συγγενῶν καὶ φίλων ὀλοφύρούμενα, οἷς εἰώθασιν καταμαλάττεσθαι πατέρες ὀλιγόψυχοι. Ὅτ᾽ ἂν γὰρ παῖδες τοῖς ποσὶ μετὰ δακρύων b περεπλέκοντο [καὶ πρὸς τὸν Ἅγιον ἐπολέμουν] γυναικὸς ὀλοφυρομένης ὄψις κατηφὴς, γονέων πένθος ἐφ᾽ υἱῷ τὴν ἡλικιαν ἀκμάζοντι, οἰκείων στεναγμὸς καὶ φίλων θρῆνος καὶ γνώρημων [ἔνστασις] ἔτι νεάζουσαν ἀκμὴν μετὰ δεήσεως οἰκτεῖραι προτρεπομένων· τούτοις πᾶσιν, οἷς εἶπεν, οὐκ ἐκάμπτετο, ἀλλὰ καθάπερ εἴπομεν, τῷ τῶν κρειττόνων ἔρωτι κατεχόμενος καὶ τὸν φοβον τῆς κρίσεως πρὸ ὀφθαλμῶν ἔχων, δεδοικὼς δὲ τὴν φωνὴν τοῦ Κυρίου τὴν λέγουσαν, Ἐάν τις ἀρνησεταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κᾳγὼ ἀυτὸν ἔμπροσθεν τοῦ Πατρός μου ἐν τοῖς οὐρανοῖς, πάντων ὑπερφροντήσας τῶν χαλεπωτέρων, ἔσπευδεν ἐπὶ τὴν προκειμένην ἐλπίδὰ.

[3] [Probo Præsidi oblatus coniicitur in carcerē:] Προσαχθεὶς οὖν τῷ τηνικαῦτα τῆς Παννονίας Ἡγεμόνι Πρόβῳ, καὶ ἐπερωτηθεὶς, εἰ βούλοιτο θῦσαι, ἀπεκρίνατο μακάριος Εἰρηναῖος· Ἀλλ᾽ οὐδὲ c ζῇν μεθ᾽ ὑμῶν αἱροῦμαι. Τότε ἀνελήφθη εἰς τὸ δεσμοτήριον. Ἐκ πλειόνων δὲ ἡμερῶν ἐν τῇ τῆς εἴρκτης φρουρᾷ παραδοθεὶς, μέσης νυκτὸς προκαθίσαντος τοῦ Ἡγεμόνος προσήχθη πάλιν μακάριος Εἰρηναῖος, [Iterum productus] καὶ ποικίλας βασάνους ὑπομείνας καὶ ἐρωτώμενος διατὶ οὐκ ἐπιθύει, ἀπεκρίθη, Ὅτι Θεὸν ἔχω, ὃν ἐκ παιδὸς ἡλικίας σέβειν δεδίδαγμαι, καὶ τοῖς λεγογένοις ὑφ ὑμῶν θεοῖς προσκυνεῖν οὐ δύναμαι. Πρόβος Ἡγεμὼν εἶπεν, Κέρδησον τὸν θάνατον, ἀρκεσθεὶς αἷς ὑπεμεμένηκας ὕβρεσιν. Εἰρηναῖος εἶπεν, Κερδαίνω μετ᾽ οὐ πολὺ τὸν θάνατον, ὅτ᾽ ἄν διὰ τοῦ παρὰ σοῦ θανάτου τὴν παρὰ τοῦ Θεοῦ ζωὴν αἰώνιον ἀπολάβω. Πρόβος εἶπεν, Ὑιοὺς ἔχεις; [negat sibi consanguineos esse,] Ἀπεκρίνατο. Οὐκ ἔχω. Γονεῖς ἔχεις; Ἀπεκρίθη, Οὐκ ἔχω. Ταῦτα δὲ ἔλεγεν μακάριος Εἰρηναῖος, τὴν τοῦ Κυρίου ἐντολὴν ἔναυλον ἔχων τὴν λέγουσαν, πιλῶν πατέρα μητέρα ὑπὲρ ἐμὲ, ἀδελφοὺς, γυναῖκα, τέκνα, οὐκ ἔστι μου ἄξιος· πρὸς ὃν ἀτενίζων Μακάριος, ἐν τοῖς οὐρανοῖς ὅλως ἦν τῷ φρονήματι διαιτώμενος, καὶ ἅπασαν τὸν ἀνθρωπίνην διάθεσιν καταλιπὼν, οὐδένα πλέον τοῦ Κυρίου εἰδέναι καὶ ἔχειν ὡμολόγει.

[4] [de filiis respondet curaturum Deum,] Πάλιν οὖν εἶπεν πρὸς ἀυτὸν Ἡγεμών· Οἶδά σε υἱοὺς ἔχοντα· κᾀν δι᾽ αὐτοὺς ἐπίθυσον, ἵνα ζῇς. Ἀπεκρίνατο μακάριος Εἰρηναῖος, Οἱ υἱοί μου Θεὸν ἔχουσιν ὡς κἀγὼ, ὃς δύναται αὐτοὺς σῶσαι. Σὺ δὲ το κελευσθέν σοι ποίησον. Πρόβος εἶπεν, Συμβουλεύω σοι, νεώτερε, θῦσαι· ἵνα μὴ διαφόροις σε αἰκισμοῖς ἀνέλω. Εἰρηναῖος εἶπεν, Οὐκ ἐπιθύω· ποίει θέλῃς· γνώσῃ γὰρ ὡς τῇ δυνάμει τοῦ Χριστοῦ γενναίως πάντα ὑπομενῶ. Πρόβος Ἡγεμὼν ἀπεφῄνατο. Ἐπειδὴ πειθαρχῆσαι οὐ Βούλει τῇ βασιλικῇ κελεύσει, διὰ τοῦτο, κατα τὸ πρόσταγμα τοῦ Αὐτοκράτορος, κατὰ τοῦ ποταμοῦ ῥιφήσῃ. Εἰρηναῖος εἶπεν, [& mortū sententia intrepide excepta,] Ἐγώ σου τὴν διάφορον τῶν θανάτων ἀπειλὴν ἐννοῶν, προσεδεχόμεν μειζόνως μέλλοντός σου καὶ ξίφει με ὑποβάλλειν· διὸ, εἰ βούλει, παρακέκλησο καὶ τοῦτο πράξαι, ἵνα μάθῃς πῶς ἠμᾶς οἱ Χριστιανοὶ τοῦ θανάτου καταφρονοῦμεν, διὰ τὴν εἰς Χριστὸν ἡμῶν πίστιν τετελειόμενοι.

[5] [etiam gladio feriri poscit & impetrat,] Ὀργισθεὶς οὖν Ἡγεμὼν ἐπὶ τῇ παῤῥησίᾳ τοῦ μακαρίου Μάρτυρος Εἰρηναίου, ἐκέλευσεν ξίφει αὐτὸν ἀναλωθῆναι. δὲ ἁγιώτατος Μάρτυς, ὥσπερ δευτέρου βραβείου ἐγκρατὴς γενόμενος, εἶπεν· Θεῷ χάριν ὁμολογῶ, τῷ διὰ ποικίλης θανάτου ὑπομονῆς λαμπρότερόν μοι στέφανον χαρισαμένῳ. Καὶ μετὰ τὸ παραγενέσθαι εἰς τὴν γέφυραν, ἥτις καλεῖται Ἄρτεμις, ἀποδηθεὶς τὰ ἱμάτια καὶ ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας, ἠυξατο οὕτως εἰπὼν· Κύριε, ἀνοιχθήτωσαν οἱ οὐρανοὶ καὶ ὑποδεξάσθωσαν τὸ πνεῦμα τοῦ δούλου σου· ὑπὲρ τοῦ λαοῦ σου καὶ τῆς καθολικῆς Ἐκκλησίας καὶ παντὸς τοῦ πληρώματος αὐτῆς σοι πιστεύων, Κύριε, ταῦτα πάσχω. [ac Martyr moritur,] Καὶ πληγεὶς τῷ ξίφει ἐπέμφθη εἰς τὸν Σαὸν ποταμόν.

[6] Ἐπράχθη δὲ ταῦτα μηνὶ Αὐγούστῳ εἰκάδι πρώτῃ, ἐν Σιρμίου, ἡγεμονεύοντος Πρόβου, κατὰ δὲ ἡμᾶς βασιλεύοντος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δὁξα, τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

[Annotata]

a In MS. intercurrebant hæc verba, οὐχ ὥσπερ ἔνιον τιμίῳ πράγματι μόνῳ χρώμενος καὶ προστεθεικὼς τοῖς τῇ δὲ μᾶλλον πράγμασι λυπῃ τὴν παροῦσαν χαρὰν ἠμαύρωσεν, ἀλλ᾽ ἀνακάμπτῳ &c. quæ obscura & intricata cum viderentur, & nihil magnopere ad plenum sensum habenbum facerent, eximere malui, & hoc loco exhibere.

b MS. περιπλέκονται, & aberant sequentia verba: quæ interieci constituendi sensus ergo: quemadmodum & causalem γὰρ paulo ante prægressam, & vocem ἔνστασις

c Ibidem ἀλλ᾽ οὐδεξὴν, quod correxi per coniecturam: quin etiam in hoc responso prægredi debere aliqua, quæ librariorum culpa exciderint, mihi persuadeo.

ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ
τοῦ
Ἀγιωτάτου Πατρὸς ἡμῶν
ΒΑΣΙΛΕΙΟΥ
ΤΟΥ ΝΕΟΥ
συγγραφεὶς
παρὰ Γρηγορίου ταπεινοῦ καὶ φιλοχρίστου μαθητοῦ αὐτοῦ.
Ex Codice MS. Iulij Cardinalis Mazarini.

Basilius iunior anachoreta Constantinopoli (S.)

AVCTORE GREGORIO DISC.

PROLOGVS

[1] Οθειότατος καὶ Προφητικώτατος Δαβὶδ ἕλεξε φάσκων, Εἰς μνημόσυνον αἰώνων ἔσται Δίκαιος· ὑπεμφαίνων, ὡς ἀνεξάλειπτα τὰ τῆς ἀρετῆς τῶν Δικαίων σήμαντρα εἰς τὸ διηνεκὲς τυγχάνουσι, διὰ τῶν κατὰ καιροὺς τὰ θεῖα σοφῶν ἐκδιηγούμενα, κοινὸν ὄφελος. Ἀλλ᾽ οὑτοι μὲν ὡς λόγου μεμοιραμένοι εἰκότως ταῦτα συγγράφουσιν· ἐγὼ δὲ μικρὰ σταγὼν, ὑπόξηρος πηγὴ, βορβορώδης λάκκος, [Auctor tenuitatem suam excusat] μηδενὸς λόγου ἄξιος, πῶς ὅλως τολμήσω διάραι στόμα, φράσαι μεγίστου καὶ τηλικούτου Πατρὸς φρικωδέστατα τεράστια καὶ θαυμάσια· Ἔνθεν καὶ ἀπορῶν εἰλιγγιῶ, καὶ τί πρᾶξαι οὐκ ἔχω. Βούλομαι τοίνυν σιοπᾷν, ἀλλὰ πτοοῦμαι τὴν κατάκρισιν τοῦ Κυρίου μου, εἰ μὴ τὸ τάλαντον, μοι ὡς γνησίῳ οἰκέτῃ ἐν ἐπίστευσε, παράθωμαι τοῦτο τοῖς καλοῖς ὑμῖν τραπεζίταις, τοῦ πολυπλασιάσαι αὐτὸ διὰ τῆς ἐπεξεργασίας· καὶ πάντως ὡς ἐκείνῳ τῷ πονηρῷ καὶ ὀκνηρῷ δούλῳ, εἴπερ διὰ τῆς σιωπῆς εἰς γῆν αὐτὸ καταχώσω. Εἰ δὲ καὶ αὖθις λέγειν ἀπάρξωμαι, δέδια μήπως καὶ ψόγον ἐμαυτῷ προξενήσω, τοιούτοις ἐπιχειρῶν μηδενὸς λόγου ἄξιος. Εἰ γὰρ, ὥς φησι Σολομὼν, τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους ἀποκαλοῦσί τινες, ἐμοὶ τῷ πεφαυλισμένῳ τί παρ᾽ αὐτὸν οὐ ῥηθήσεται; Ἀλλά μοι συγγνώσεται, οἶδα σαφῶς, πᾶσα ψυχὴ θεοφιλὴς τῆς τε ἀγροικίας καὶ αὐθαδείας διὰ τὸ ἀπαραίτητον τῆς ἐντολῆς τοῦ Πατρὸς, καὶ τοῖς λέγειν τι ἐπιχειροῦσι συγχωρήσειε Κύριος. Ἐντεῦθεν δὲ τῆς διηγήσεως ἄρξομαι, ταῖς ὑμετέραις εὐχαῖς ἐρειδόμενος, ἐπεὶ καὶ Θεῷ φίλον τὸ κατὰ δύναμιν, ἄλλως τε οὐδὲ πάντα τὰ ἐκείνου δυνατὸν, καὶ αὐτῶν Ρἡτόρων γλώσσαις ἐρεῖν, μὴ ὅτι γε ἐμοὶ τῷ ἀμούσῳ καὶ ἀσυνέτῳ. Τὰ μὲν οὖν τῆς γεννήσεως αὐτοῦ, [Genus & patria Sācti ignota.] ὅθεν τε ἔφυ καὶ ἐν οἷς ἀνατέθραπται, ὅπως τε γέγονε μοναχὸς, οὐκ ἔχω λέγειν, οὑδὲ εὑρόν τινα τὸν ταῦτά μοι σαφηνίζοντα· ἀλλ᾽ οὐδ᾽ ἐκεῖνος τοιοῦτό τί ποτε περὶ ἑαυτοῦ ἐξέφῃνε, κρύπτειν ἀεί ποτε σπεύδων τὰ ἑαυτοῦ κατορθώματα, ὡς πλουτήσας ἄκραν ταπείνωσιν. Πλὴν ἀλλ᾽ οὐδ᾽ οὕτως ἔχων ἠδυνήθη λαθεῖν, τοῦ Θεοῦ τὸν οἰκεῖον φανεροῦντος θεράποντα, κατὰ τὸν εἰπόντα Προφητικῶς ἐκ προσώπου τοῦ Θεοῦ, Τοὺς δοξάζοντάς με δοξάσω. Καὶ δὴ ἀρκτέον τοῦ διηγήματος.

CAP. I

[2] Βασίλειος Βασιλεὺς, ᾧ τὸ ἐπίκλην Μακεδὼν, υἱοὺς ἔσχε τέσσαρας, Κωνσταντῖνον, Λέοντα, Στέφανον καὶ Ἀλέξανδρον· ὧν μὲν Κωνσταντῖνος κομιδῇ νέος ὑπεξῆλθε τοῦ βίου, Στέφανος δὲ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως προχειρίζεται, ἀνὴρ πάσῃ ἀρετῇ διαπρέψας. Εἰ καὶ οὗτος ἐν συντόμῳ τὸ χρεὼν ἐλειτούργησε, καὶ συνεχῆ καθάρσια παρὰ παιδων ἰατρῶν δεξάμενος διὰ τὴν ἐνοχλοῦσαν αὐτῷ ἐκa πυρκαἳὰν, ὑφ᾽ ὧν κακῶς ψυχρανθεὶς τὸν στόμαχον, καὶ εἰς νόσον δυσδιήγητον περιπεσὼν, ἐτελεύτησε. Καὶ μὴν καὶ τούτου πατὴρ Βασίλειος, καὶ τὸν πρὸ αὐτοῦ βεβασιλευκότα Μιχαὴλ ἀνελὼν καὶ οὕτω τὰ σκῆπτρα κατασχὼν, ὃν δὴ καὶ ψυχοῤῥαγῶν ἔβλεπεν ἐγκαλοῦντα τούτῳ καὶ λέγοντα· Τί σοι ἐποίησα, Βασίλειε, τί σοι ἠδίκησα; ὅτι οὕτως ἀνηλεῶς με κατέκτεινας; Καὶ οὕτως ἐξαγορεύων τέλει τοῦ βίου ἐχρήσατο, εἰς τὴν βασιλείαν καταλιπὼν Λέοντα καὶ Ἀλέξανδρον τοὺς υἱοὺς αὐτοῦ. Τούτων δεκάτῳ ἔτει τῆς βασιλείας, [Regnantibus Leone & Alexandro,] διά τινος δουλείας εἰς τὴν Ἀσίαν Μαγιστριανῶν τινων ἀποσταλέντων ὑπ᾽ αὐτῶν, ἐν ὄρειτινὶ τῶν ἐκεῖσε διερχομένων δυσβάτων ἔτυχε [ἑυρίσκειν] τὸν Ἅγιον ἐν τούτῳ τότε ἀναστρεφόμενον, ἔυηθες σχῆμα φοροῦντα καὶ ἀπηγριωμένον ὄντα ὠς ὀρεσίτροφον. Καὶ δηλάτορα τούτοις δόξαντά εἶναι, ὡς εἶχον τῶν ἵππων καταπηδήσαντες, [pro exploratore catus Basilius. adducitur Constantinopolim:] συνέσχον αὐτὸν, καὶ τοῦτον μεθ᾽ ἑαυτῶν ὑποστρέφοντες εἰς τὴν Βασίλευσαν ἤγαγον. Περὶ οὗ καὶ τοῖς βασιλεῦσιν ἀνενέχθη εἰς ἐξέτασιν δὲ παρεδόθη Ἄγαρηνῷ τινι Σαμωνᾷ, τὸ ἀξίωμα Πατρικίῳ, τοῦ διαγνῶναι τὰ κατ᾽ αὐτὸν παρ᾽ αὐτοῦ, τίς τέ ἐστι, καὶ πόθεν, καὶ τί τὸ τούτου κύριον ὄνομα.

[3] δὲ παραλαβὼν αὐτὸν εἰς τὸν ἴδιον οἶκον, καὶ προκαθίσας σὸν πᾶσῃ τῇ φαντασίᾳ αὐτοῦ (ἦν γὰρ νεωτερίζων καὶ γεγαυρωμένος καὶ ἐπὶ πλήθει πλούτου ἐπαιρόμενος) παραυτίκα κελεύει κατὰ πρόσωπον αὐτοῦ παραστῆναι τὸν Ἅγιον. Οὗ παραστάντος ἀπτοήτῳ φρονήματι, ὡς μηδὲ θελῆσαι γονυκλῖναι ὡς ἔθος Ἄρχουσι νέμειν, ὠργίσθη λίαν Σαμονᾶς, [vbi interrogatus a Samona, quis fit, & vnde,] καὶ φησιν ἐμβριθῶς πρὸς αὐτὸν· Ἡμῖν ἀπόκριναι σὺ, Τίς, καὶ πόθεν εἶ, καὶ τί σου ἄρα τὸ ὄνομα. δὲ Ἅγιος οὐκ ἀπεκρίθη αὐτῷ· ἀλλ᾽ εἰστήκει ἠρεμῶν, καὶ πρᾳέσιν ὀφθαλμοῖς ἀτενίζων αὐτῷ, Καὶ Σαμωνᾶς αὖθις, Εἰπὲ ἡμῖν τίς ἄρα τυγχάνεις· οἱ γὰρ ἀγαγόντες σε, δηλάτορά σε εἷναί φασι. Λέγει πρὸς αὐτὸν Ἅγιος· Σὺ δὲ, τίς εἶ καὶ πόθεν; Καὶ Σαμωνᾶς· Ἡμεῖς σε ἐπερωτῶμεν ἀπαγγεῖλαι ἡμῖν· ἐπεὶ περὶ ἐμοῦ ὅστις εἰμὶ, μή σοι μελέτω. Εί δὲ καὶ ἔφεσίς σοί ἐστι τοῦτο μαθεῖν, Ἐγώ εἰμι Σαμωνᾶς Πατρίκιος, καὶ Παρακοιμώμενος τῶν νῦν κατεχόντων τὰ σκῆπτρα Ρὡμαίων. Διήγηται οὖν ἡμῖν καὶ σὺ ἄρτι, τίς, καὶ πόθεν εἶ, καὶ τί σου τὸ ἐπιτήδευμα. Λέγει πρὸς αὐτὸν Μακάριος· Κᾀγὼ ξένος εἰμὶ, καὶ εἷς τῶν κατοικούντων τὴν γῆν. Ἔφη Σαμωνἇς πρὸς αὐτὸν· καλῶς ἄρα λέγουσι περὶ σοῦ, ὅτι δηλάτωρ εἶ, καὶ ἦλθες καταστοχάσασθαι τὸ τῶν Ρὡμαίων πολίτευμα. [ac nihil respondens,] δὲ Ὅσιος πρὸς ταῦτα οὐδὲν ἀπεκρίνατο, καίπερ καὶ παρὰ τῶν παρεστώτων πολλὰ ἀναγκαζόμενος εἰπεῖν, τίς ἐστιν, ὅμως εἱστήκει σιχῶν.

[4] Προστάσσει οὖν Σαμωνᾶς ἀχθῆναι ῥάβδους χλωρὰς καστάνων, βούνευρέ τε ξηρὰ καὶ ἕτερα κολστήρια ὄργανα, μήπως θεασάμενος ταῦτα καὶ δειλιάσας ἐξείποι αὐτῷ, τίς καὶ πόθεν ἐστίν. Ὡς δὲ κᾂν τούτοις ἔμενεν ἀκαμπὴς, [iubetur flagellari semel,] κελεύει ἐκταθέντα ὑπὸ τεσσάρων τοῖς βουνεύροις ἀφειδῶς μαστίζεσθαι, βοῶντος τοῦ κήρυκος· Λέγε τίς εἶ, b καὶ λύτρου σε τῶν μαστίγων. δὲ οὐδὲ φθογγὴν ἐδίδου, ἀλλ᾽ ἔφερε γενναίως, ἕως οὐκ ἦν ἐν αὐτῷ ἰσχὺς ζωτικὴ. ὃν καὶ οὕτως ἔχοντα ὡς φόρτον ἄψυχον βαστάσαντες τῇ εἱρκτῇ ἐναπέῤῥιψαν, προσδόκιμον ὄντα τεθνήξεσθαι. Τῇ δὲ ἐπαύριον ἐπ᾽ ὑψηλοῦ βήματος καθεσθεὶς ἀνήμερος θὴρ ἐκεῖνος, ἐκέλευσεν, εἴπερ ἔτι ζῇ, βασταχθέντα ἀχθῆναι. Οὐκοῦν ἀποσταλέντες, ὡς εἶδον αὐτὸν ὐγιῆ ἑστῶτα ἔξω τῆς φυλακῆς, τὰ δὲ κλεῖθρα τῆς θύρας ἀσινῆ, ἐξέστησαν, καὶ ἀνηρώτων αὐτὸν πῶς ἐξῆλθεν. δὲ Μακάριος μηδὲν εἰρηκὼς ἐπορεύετο ἅμα αὐτοῖς παραστῆναι τῷ Ἄρχοντι. Προδραμόντων δέ τινων καὶ εἰποντων αὐτῷ τὸ συμβεβηκὸς, ἐξέστη κᾀκεῖνος τοῦτο ἀκούσας· ὅμως μέντοι μάγον εἶναι τὸν Ὅσιον οἰηθεὶς σὺν τοῖς παρισταμένοις αὐτῷ, [iterumque,] φησὶ πρὸς αὐτὸν· Ἐγώ σου τὰς μαγείας διὰ τάχους ἐλέγξω· καὶ κελεύει ἀπλωθέντα αὐτὸν ἐπὶ τῆς γῆς τύπτεσθαι ῥάβδοις ἀνηλεῶς, ἕως οὗ εἴπῃ, τίς εἶ καὶ πόθεν. δὲ Ὅσιος ἀπόκρισιν οὐκ ἐδίδου, ποσῶς ἐπὶ τοσοῦτον αὐτὸν ἔτυψαν ὠς c ἓξ ῥάβδους συντριβῆναι. Θαυμαζόντων δὲ πάντων καὶ ἐκπληττομένων ἐπὶ τῇ ἀφάτῳ σιωπῇ τοῦ Δικαίου, ἔφη Παρακοιμώμενος, καυχᾶσθαι οὗτος ἔχει λέγων, Ὅτι νενίκηκα αὐτοὺς τῇ ἐμῇ σιωπῇ· ἀλλ᾽ οὐκ ἐάσω τοῦτον καταμωκᾶσθαι ἡμῶν, νὴ τὴν ὑγείαν τῶν Βασιλέων.

[5] [deinde per hebdomadam integram:] Καὶ κελεύει διὰ πάσης τῆς ἑβδομάδος καθ᾽ ἑκάστην ἡμέραν ἀνὰ τριακοσίων μαστίγων, καὶ ἀνὰ τριακοσίων ῥάβδων τοῦτον τύπτεσθαι· δὲ ὑπέμενε τὰς θλίψεις γενναίως, κρύπτων τὴν ἰδίαν ἀρετήν. Καὶ γὰρ τὸν ἅπαντα χρόνον ἐν ταῖς ἐρήμοις διάγων, βοτάνας ἤσθιε, γυμνοποδῶν καὶ ῥακοδυτῶν ἐν αὐταῖς· κᾀντεῦθεν εἰς ἄκραν ἀπάθειαν ἐληλακὼς, οὐκ ἠβούλετο θριαμβεῦσαι αὐτοῦ τὴν ἀρετὴν, διὰ τὸν εἰπόντα, Μὴ γνώτω ἡ> ἀριστερὰ τῆς δεξιᾶς τὸ ἔργον. γὰρ θριαμβεύων τὴν οἰκείαν ἀρετὴν, ἀπέχει τὸν μισθὸν αὐτοῦ καὶ δόξαν ἀπόλλει τὴν ἄνω· δὲ ταύτην ζητῶν, κρύπτων ἑαυτὸν, ἐρεῖν ὃς εἶ καὶ μαστιζόμενος σιωπᾷ, καὶ τοιοῦτος Μάρτυς λογίζεται. [& nihilominus tacere pergēs,] Μετὰ οὖν τὴν ἑβδομάδα ἐκείνην παρελθεῖν, ἐν ᾗ τυπτόμενος Ἅγιος μακροθύμως ἐνεκαρτέρει τὰ ἀλγεινὰ, προκαθεσθεὶς κατάρατος κελεύει αὐτὸν παραστῆναι. Ὡς δὲ παρέστη, ὀργίλως ἀπιδὼν πρὸς αὐτὸν ἔφη· Ἀνόσιε τῶν ἀνθρώπων, ἕως τίνος κρύπτεις τὸν δόλον ἐν τῇ καρδίᾳ σου; Εἰπὲ ἡμῖν καὶ νῦν, τίς εἶ καὶ πόθεν. Ἔφη πρὸς αὐτὸν Μακάριος· Οἱ τὰ τῶν Σοδόμων ἔργα κρυπτῶς ποιοῦντες, ὡς σὺ, δικαίως οἱ τοιοῦτοι ἀνόσιοι προσαγορεύονται. Ἦν γὰρ Σαμωνᾶς φύσει εὐνοῦχος καὶ ὡραῖος τῇ ὄψει. Ἐπὶ τοῦτο αἰσχυνθεὶς τοὺς παρεστῶτας, καὶ ἐκκαυθεὶς θυμῷ κελεύει ἐνεχθῆναι ἱμάντα, καὶ δεθῆναι ὀπίσω τὰς χεῖρας αὐτοῦ, [suspenditur ex vno pode in caput:] καὶ σχοινίον εἰληθῆναι εἰς τὰς πλευρὰς αὐτοῦ καὶ εἰς τὸν δεξιὸν πόδα, καὶ οὕτω κρεμασθῆναι αὐτὸν κατὰ κεφαλῆς ἐπὶ τῆς δοκοῦ, ἄχρις ἃν εἴπῃ, τίς καὶ πόθεν ἐστίν. Παντων δὲ ἀποδυσπετούντων ἐν τούτῳ καὶ καταβοώντων αὐτοῦ ἐν τῷ λεληθότι αὐτὸς σφραγίσας τὴν θύραν τοῦ οἴκου τῷ δακτυλίῳ αὐτοῦ, εἴασε τὸν Ὅσιον οὕτω κρέμασθαι ὠμῶς καὶ ἀπανθρώπως.

[6] Τριῶν δὲ ἡμερῶν παρελθουσῷν, παράγεγονὼς ἤνοιξε τὴν θύραν τῆς φυλακῆς, [idem post triduum repertus sanus] καὶ εὑρὼν αὐτὸν ὡς ἀφῆκεν, ἐξέστη ὁρῶν ἔχοντα ἱλαρὸν τὸ πρόσωπον, ὡς μηδὲν ἀνίαρον παθόντα, καὶ προσεγγίσας λέγει αὐτῷ· Κᾲν ἄρτι εἰπὲ, τίς καὶ πόθεν εἶ; καὶ κατάγω σε τῆς βασάνου ταύτης. Τοῦ δὲ Ἁγίου μηδὲ ἀποκρίνασθαι δυναμένου, μόλις αὐτὸν ἀλιτήριος κατενεχθῆναι ἐκέλευσε. Καὶ λυθεὶς ἔστη ὑγιὴς χάριτι Χριστοῦ, μηδεμίαν λώβην ὑποστάς. Πάντων δὲ ἐπὶ τούτῳ ἐκπληττομένων καὶ θαυμαζόντων, αὖθις Σαμωνᾶς· Οὐ καλῶς ἔλεγον, [leoni obiicitur,] ὅτι μάγος ἐστὶν οὗτος; ὅτι οὐδὲ πρὸς βραχὺ ποὺς αὐτοῦ ἰτόνησεν; Ἀλλ᾽ ἐγὼ ἐλέγξω τὰς ἐπαοιδίας αὐτοῦ· καλέσατε δή μοι τὸν θηριοτρόφον. Οὗ τινος ἀναστάντος, Εὐτρέπισον δή μοι τὸν φοβερώτατον λέοντα, φησὶν Σαμωνᾶς, εἰς τὴν αὔριον, καὶ μὴ παράσχῃς αὐτῷ βρῶσιν τήμερον· καὶ ἴδωμεν εἰ τοῦ λέοντος περιγένηται. Πολλῶν οὖν συνδεδραμηκότων τῇ ἐπαύριον εἰς τὸ θέατρον, τοῦ θηρὸς βρυχωμένου ἀπὸ τῆς πείνης, προσεῤῥίφη αὐτῷ Ὅσιος εἰς κατάβρωμα. Ὃν ἰδὼν λέων ἔντρομος γέγονε, [neque ab eo læditur;] καὶ προσελθὼν ἠρέμα ἐκυλινδεῖτο πρὸς τοὺς πόδας αὐτοῦ ὡς ἀρνίον. δὲ ὄχλος θεασάμενος τὸ παράδοξον, τὸ Κύριε ἐλέησον, ἐξεβόησε, καὶ ἀφεθῆναι τὸν Ἅγιον ὠς μάτην αἰτιώμενον ἐξαιτοῦντο. Οὐ δ᾽ ὥλως ἄθλιος οὐ συνῆκε καὶ μιαρὸς, ὅτι ἐκλεκτὸς οὗτος Κυρίου ἐστὶν· ἀλλ᾽ ἦν ἔτι τὴν καρδίαν πεπωρωμένος. Κάνπερ ὁρῶν αὐτὸν τὸν λέοντα ὁμαλίζοντα, καὶ κρατοῦντα τὸν θῆρα τοῦ ὠτὸς, καὶ πρὸς τὸν ὄχλον λέγοντα, Ἴδε ἀρνός, ἴδε ἀρνός.

[7] Ἀλλὰ προσέταξε τῇ νυκτὶ ἐκείνῃ εἰς τὴν θάλασσαν ῥιφῆναι, [denique in mare coniectus] δὴ καὶ ἐπόιησαν οἱ ὑπηρέται τρίτῃ φυλακῇ τῆς νυκτός. Ἀλλ᾽ ἀψευδὴς εἱπὼν· Ἐὰν δὲ ἔλθῃς δι᾽ ὕδατος οὐ μὴ καταποντισθήσεις, οὐδὲ ποταμοὶ συγκλύσουσί σε· καὶ Κύριος φυλάξει τοὺς Ὁσίους αὐτοῦ. Αὐτίκα γὰρ δύο δελφίνες συνελθόντες ἐδέξαντο αὐτὸν ἐπὶ τῶν νώτων ἀυτῶν, καὶ ἐπὶ τὸν αἰγιαλὸν τοῦ Ἑβδόμου ἐξώσαντες ἀνεχώρησαν, ἤδη τῶν ποδῶν καὶ τῶν χειρῶν ἀυτοῦ ἀοράτως τῶν δεσμῶν λυθέντων Θεοῦ εὐδοκίᾳ· ἀυτὸς δὲ ἀναστὰς εἰσῆλθε εἰς τὴν πόλιν πρωΐας. [a delphinis littori redditur,] Μήπω δὲ τῆς χρυσῆς πόρτης ἀνοιχθέισης ἐκαθέσθη πρὸς μικρὸν ἔξω ἐπὶ τό d ἀναψύξαι· καὶ ἰδοὺ ἄνθρωπός τις εἰσῄει ῥιγοπυρέτῳ συνεχόμενος, [& præstolās ad vrbis portam sanat febrientem.] καὶ ἐξέκλινε καὶ ἀυτὸς μικρὸν ἀναπαυθῆναι, καθεσθεὶς τοῦ Ὁσίου πλησίον, τρέμων καὶ ἀναβρασσόμενος ὑπὸ τοῦ ῥίγους. δὲ ἰδὼν αὐτὸν οὕτω πονήρως ἔχοντα σπλαγχνισθεὶς, ἐπέθηκεν αὐτῷ τὴν χεῖρα καὶ ἐπευξάμενος ἰάσατο ἀυτόν. Θαμβηθεὶς δὲ ἰαθεὶς ἐπὶ τῷ παραδόξῳ τοῦ θαύματος, πεσὼν εἱς τοὺς πόδας ἀυτοῦ, μὴ ἀπαξιῶσαι ἅμα αὐτῷ ἐλθεῖν εἰς τὸν οἶκον ἀυτοῦ ᾔτει, εἰ καὶ ἀνάξιος εἴη τοιούτου ἀνδρὸς ὑποδοχῆς, ὡς μέτριος ὢν καὶ οὐ τῶν ἐνδόξων τις.

[8] [ad eiusq; domum inuitatus diuertit:] δὲ Ὅσιος χαίρων ἀπῄει σὺν αὐτῷ· καὶ καταλαβόντες τὴν οἰκίαν, ὥρας ἤδη ἀρίστου οὔσης, εἶπε τῇ γυναικὶ ἀυτοῦ ἄνθρωπος παραθεῖναι τράπεζαν· καὶ εὐλογήσαντος τοῦ Ἁγίου, ἤσθιον εὐχαριστοῦντες τῷ Κυρίῳ. Ἐν δὲ τῷ μεταξὺ διηγεῖτο ἄνθρωπος τῇ γυναικὶ ἀυτοῦ, ὅπως αὐτὸν Ὅσιος ἰάσατο τῇ ἐπικλήσει μόνῃ Χριστοῦ καὶ τῇ τῶν χειρῶν ἀυτοῦ ἐπιθέσει. Ἥτις καὶ ἀκούσασα τοῦτο, θεοφιλὴς οὖσα καὶ σεμνοτάτη καὶ κατὰ Θεὸν φιλομόναχος, ἐπὶ πλεῖον ἠγαλλιᾶτο, ὅτι κατηξίωσεν Ἅγιος παραγενέσθαι εἰς τὴν οἰκίαν ἀυτῶν· καὶ παρεκάλουν ἀυτὸν διηγήσασθαι ἀυτοῖς, ὅθεν τέ ἐστι καὶ ποῦ μέλλει ἀπιέναι. καὶ ἀπεκρίθη· Τὸ μὲν ὅθεν εἰμὶ, οὐκ ἀναγκαῖον ἐμοὶ ἐρεῖν τόγε νῦν ἔχω· ἴσως δὲ τοῦτο μετὰ ταῦτα ἀκούσεσθε, εὐχῆς δὲ χάριν θέλω ἀπελθεῖν εἰς τὴν μονὴν τῆς Ἀχειροποιήτου, ἥνπερ οὐδεὶς ἐτεχνούργησεν, ἀλλ᾽ ἀυτὴ Θεοτόκος ἐπίστασα, ὡς λόγος, τῇ χειρὶ τὸν ἑαυτῆς χαρακτῆρα ἐτύπωσε μέχρι καὶ σήμερον συνιστάμενον· ἐν ᾧ καὶ θεοσημεῖαι θελοῦνται τοῖς μετὰ πίστεως προσερχομένοις. Καὶ ἐπεὶ τοῦτο κατὰ τὴν θέλησιν αὐτοῦ ἐγένετο, μετὰ τὴν ὑποστροφὴν ἆυθις ἐδέοντο αὐτοῦ εἰπεῖν ἀυτοῖς, τίς ἐστι. Τοῦ δὲ εἰρηκότος, Ὅτι ἐγώ εἰμι, ὅνπερ χθὲς Σαμωνᾷς ἐν τῇ θαλάσσῃ ἐνέβαλεν· δὲ Κύριός μου, ᾧ ἐκ νεότητος λατρεύω, [eidem & eius vxori indicat seipsum,] ἐτήρησέ με ἀβλαβῆ οἷς αὐτὸς οἶδε τρόποις. Καὶ διηγήσατο ἀυτοῖς πάντα ὅσα εἰς ἀυτὸν ἀπηνὴς ἐκεῖνος χαλεπὰ διεπράξατο. Ὁι καὶ ἀκούσαντες ἐθαύμασαν (ἦσαν γὰρ προακηκοότες τὰ περὶ αὐτοῦ, ὅτι ἐτιμώρει τοῦτον Σαμωνᾶς, δὴ καὶ εἰς πᾶσαν τὴν πόλιν διεφημίσθησαν) παρεκάλουν οὖν ἀυτὸν, [apud eos manere cōsentiens.] εἴπερ αὐτῷ ἄρεστόν ἐστι, συνεῖναι ἀυτοῖς βίῳ παντί. δὲ συνέθετο· κᾀκεῖνοι ἡτοίμασαν αὐτῳ λύχνον ἰδίως ἐν ἡσύχῳ κελλίῳ, ἔνθα καὶ λειτουργῶν ἦν τῷ Κυρίῳ συνήθως ἐν ἱκεσίαις τε καὶ δεήσεσι.

[9] [Vacat virtutum exercitio:] Τίς δὲ ἱκανὸς ἐρεῖν τὰ διὰ πάσης νυκτὸς αὐτοῦ δάκρυα, ὅσα ἐν ταῖς προσευχαῖς ἱστάμενος ἐξέχεε· τὰς ἀμέτρους γονυκλισίας, τὴν ἀγρυπνίαν τὴν πάννυχον; Ἐδάμασαν γὰρ τοὺς ἀκοιμήτους ἀστέρας μᾶλλον οἱ ὕπνοι, νυστάγμὸς τὰ ἅγια αὐτοῦ βλέφαρα. Τοσοῦτον δὲ ἦν ἀόργητος, ὡς στήλην νεκρὰν νομίζεσθαι τῷ βίῳ καὶ οὐκ ἄλλό τι· ἄλλος Μωϋσῆς Δαβὶδ τὴν πρᾳότητα, ἄπλαστος ὡς Ἰακὼβ, ἄκακος ὡς Ἰὼβ, ὑπὲρ δὲ τὸν Ἀβραὰμ τὴν εὐποιΐαν καὶ ἀκτημοσύνην κατώρθωσε. Κατεσκήνωσεν οὖν, ὡς εἴρηται, παρὰ τῷ Ἱωάννῃ· τοῦτο γὰρ ὄνομα τῷ ἀνδρὶ. Ἐντὸς δὲ ὄλίγων ἡμερῶν ἤρξαντο πολλοὶ ἔρχεσθαι πρὸς αὐτὸν, οἱ μὲν ἀσθενεῖς κομίζοντες, οὓς καὶ ἰῶτο μόνῃ εὐχῇ καὶ ἐπιθέσει χειρῶν· τινὰς δὲ καὶ ὑπερετίθετο ἰᾶσθαι, [miraculorū dono] ὡς καὶ κατὰ ψυχὴν ὠφεληθῶσιν· οἱ δὲ καὶ δἰ αὐτὸ τοῦτο προσήρχοντο καὶ προέκοπτον ὁσημέραι ταῖς νουθεσίαις ἀυτοῦ. Πλουτήσας δὲ πρὸς Θεοῦ καὶ τὸ τῆς προῤῥήσεως χάρισμα, ἱκανοὺς ἤλεγχεν ἐν τοῖς οὐ καλῶς παρ᾽ ἀυτῶν πραττομένοις. [& prophetiæ spiritu clarescit.] Πόρνους τε καὶ μοιχοὺς ἐσωφρόνιζεν, ὄνους ἀποκαλῶν τούτους καὶ ἡμιόνους· ἀλλὰ μὴν καὶ φειδωλοὺς καὶ σκνιποὺς εἰς ἐλεημοσύνην διήγειρε τοῖς ὀνειδιστικοῖς ἀυτοῦ ἐλέγχοις· μάγους δὲ καὶ ἐπαοιδοὺς ῥάβδῳ τύπτων ἐδίωκεν, εἴπως διὰ τῆς ἐπιπλήξεως τῶν ἀθέσμων παρασκευάσειεν ἀπέχεσθαι. Καὶ οὗτοι πάντες πολὺ τὸ δεός πρὸς ἀυτὸν εἶχον καὶ πολλὴν τὴν καταπληξιν· ἀπίστους δὲ ὁλοσχερῶς ἀπεστρέφετο, καὶ τοὺς κενοδόξους ἐφαύλιζε, ναὶ μὴν καὶ τοὺς ὑπερηφάνους παντελῶς ἀπεσείετο, ὄφεις καὶ γεννήματα ἐχιδνῶν ἀποκαλῶν. Τοὺς δέ γε ἐναρέτους ὑπερετίμα καὶ πρὸς ἀυτὸν φοιτῶντας εὐμενεῖ ὄμματι καὶ μελιῤῥύτῳ προςλαλιᾷ ἀπεδέχετο, καὶ πλησίον ἀυτοῦ καθῆσθαι ἐποίει. Ἑώρα γὰρ, ὡς εἴρηται, τῷ προορατικῷ ὄμματι πάντας τοὺς πρὸς ἀυτὸν παραγενομένους, πόιῳ πάθει ἕκαστος τούτων κεκράτηται, τῶν τε ἐναρέτων τὴν ἐργασίαν ἀκριβῶς ᾔδει· καὶ ἁπλῶς, πάντας τοὺς πρὸς ἀυτὸν ἐρχομένους ἐγίνωσκεν, ὅιας ἦν ἕκαστος καταστάσεως. Τοιοῦτον γὰρ χάρισμα Κύριος αὐτῷ ἐδωρήσατο, ὥστε καὶ ἕτερον Σαμουὴλ τὰ ἔμπροσθεν βλέποντα ἐν ταῖς ἡμέραις ἡμῶν παρὰ πάντων κατονομάζεσθαι.

[10] Παρελθόντος οὖν, τοῦτότε τὰ σκῆπτρα κατέχοντος Λέοντος, μετ᾽ ἐνιαυτὸν καὶ μικρόν τι πρὸς, καὶ τούτου ἀυτάδελφος μετέστη Ἀλέξανδρος, διάδοχον καταλείψας τῆς βασιλείας τὸν ἐκ τοῦ Λέοντος ἀνεψιὸν Κωνσταντῖνον σὺν τῇ μητρὶ ἀυτοῦ Ζωῇ, [Tutores Constantini Porphyrogenetæ] νήπιον δὲ κομιδῇ ὄντα· ἐπιτρόπους δὲ καὶ φύλακας αὐτῷ ἐπαφῆκε τόντε Ἀρχιεπίσκοπον Κωνσταντινουπόλεως. Νικόλαον καὶ Ἰωάννην Μάγιστρον τὸν Γαριδᾶν, καὶ τοὺς σὺν ἀυτοῖς, τὴν βασίλειον ἀρχὴν τῷ παιδὶ συντηροῦντας, μή τις ἁρπάσῃ ἀυτήν. Τούτων οὖν τὰς ἀνακτορικὰς οἰκονομίας πεπιστευμένων, ὡς εἴρηται, ἀπρεπῆ τινα ἐπὶ τοῦ δημοσίου ἐπράττοντο, καὶ τὰ κύκλῳ βάρβαρα ἔθνη ἀναιδείᾳ χρησάμενα τὰ πέριξ τῆς πόλεως ἐληΐζοντο, μὴ ὄντος τοῦ δυναμένου ἀυτοὺς ἀποκρούσασθαι· Ἔνθεν καὶ στασιαζούσης τῆς πόλεως κατὰ Νικολάου, ὡς οὐδεόντως τῆς πόλεως ἐπιτροπεύοντος· οὗτος μετὰ τῶν σὺν αὐτῷ βουλὴν ἔθετο, γράψαι Κωνστ αντίνῳ τῷ Δούκᾳ, [Constantinum Ducā bellica laude clarissimum] τῷ τότε τῆς ἀνατολῆς στρατηγοῦντι, παραγενέσθαι καὶ τὰ σκῆπτρα τῆς Βασιλείας ἐγχειρισθῆναι, συμβασιλεύοντος αὐτῳ τοῦ παιδὸς Κωνσταντίνου, τοῦ ἐν τῇ πορφύρᾳ γεγεννημένου· καὶ τοῦτον μὲν ἅτε παῖδα ἐν τῷ Παλατίῳ εἶναι, ἀυτὸν δὲ ὡς ἀνδρειότατον καὶ ἐν τοῖς πολέμοις εὐδοκιμώτατον πρὸς τοὺς ἀλλοφύλους ἀντιπαρατάττεσθαι. Καὶ γὰρ ἦν ἀληθῶς ἀνὴρ εὐστοχώτατος πάνυ καὶ τροπαιοῦχος, καὶ θαῦμα ἦν καὶ ἀυτοῖς τοῖς ὑπεναντίοις· ὡς καὶ ἐρωτωμένους πολλάκις, πῶς εἷς ἀνὴρ ἀυτὸυς τρέπει, ἄκοντας αἰσχυνομένους ἀνειπεῖν. Ὅταν οὗτος εἰς πόλεμον ἐκπορεύηται, πῦρ ἐκ τῶν ὅπλων ἀυτοῦ κατὰ στόμα ἡμῖν ἀπαντᾷ, ὡσαύτως καὶ ἐκ τοῦ ἄσθματος τοῦ ἵππου ἀυτοῦ, καὶ καῖον ἡμᾶς ἐδαφίζει. Καὶ ἀυτὸς δὲ οὗτος περὶ τούτου ἐρωτηθεὶς, τὸ δοθὲν αὐτῷ χάρισμα οὐκ ἀπέκρυψεν, εἰρηκὼς, Καθεύδοντός μού ποτε ἐν τῇ νεότητί μου, ἰδοὺ γύναιον ἐνδοξότατον πορφυροφοροῦν, καὶ σὺν ἀυτῇ ἵππος πύρινος καὶ ἅρματα ἐν τούτῳ πῦρ ἀφιέντα, καὶ ἐνδύσασθαί με καὶ ἄκοντα συνώθησεν, ἐμοῦ κατεπτηχότος, καὶ τοῦ ἵππου ἐπιβῆναι ὡσαύτως παρέπεισεν, εἰρηκός· Οἱ τὸν Θεὸν καὶ υἱόν μου βλασφημοῦντες, ὡσεὶ κηρὸς τακήσονται ἀπὸ προσώπου σου. καὶ εἰπὸν, ἀπέπτη.

[11] Καὶ ταῦτα μὲν περὶ τοῦ ἀνδρὸς· ὡς δὲ οἱ τῆς Βασιλείας ἐπιτροπεύοντες ἔγραψαν αὐτῶ περὶ τῆς Ἀρχῆς, [ad Imperij communionem inuitant,] ἀντεδήλωσεν ἀυτοῖς, μὴ ἱκανὸν άυτὸν εἶναι εἰς τοῦτο. Ἐκεῖνοι δὲ πάλιν ἐκ δευτέρου αὐτῷ αντέγραψαν, Ὡς πᾶσα τῶν Ρὡμαίων Πολιτεία σε Βασιλέα ἐπιζητεῖ. δὲ αὖθις ἀναβαλλόμενος ἀντεδήλωσε γράψας· Οὐ δέον ἐστὶ προστεθῆναί με τῷ Χριστῷ Κυρίου, εἴγε καὶ ἀτελὴς τῇ ἡλικίᾳ ἐστὶ, καὶ ἁμαρτεῖν ἐνώπιον τοῦ Θεοῦ· πτοοῦμαι δὲ μήπως καὶ ἐνέδρα τοῦτό εστι, καὶ βούλεσθέ με διαχειρίσασθαι. Ὡς δὲ ταῦτα ἐκεῖνοι τὰ γράμματα ἐδέξαντο, φρικτοὺς ὅρκους αὐτῷ ἐξαπέστειλαν, ἐξομνύμενοι εἰς τὰ ἄχραντα καὶ ζωοποιὰ τίμια ξύλα μὴ οὕτως, ὡς αὐτὸς οἴεται, βουλεύσεσθαι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας καὶ ἀδόλῳ ψυχῇ προκαλεῖσθαι ἀυτὸν εἰς τῆν Βασιλείαν· πρὸς πίστωσιν δὲ καὶ τὰ ἴδια φυλακτήρια ἐξαπέστειλαν. Ὁ͂ς καὶ θαῤῥήσας, [& cunctabundum iureiurādo pelliciunt ad vrbem.] παραλαβὼν τοὺς ἰδίους, ἐπὶ τὴν Βασιλευουσαν ὥρμησεν· ἧς ἐπι βὰς, ἡλίου ἤδη λάμψαντος, δόξῃ ἀπείρῳ παρὰ τῶν συνεπομένων κλεἳζομενος, ἀπῄει πρὸς τὰ Βασίλεια, οὐ καλοῦ σημείου προδειχθέντος ἐν τῇ εἰσόδῳ αὐτοῦ, τὸν μέλλουσαν γενέσθαι σφαγὴν προμηνύοντος. γάρ τοι λαμπρότατος ἥλιος ὡς δίκην e κογχύλην αἵματος ἐναπέσταξεν ἐπὶ τὴν γῆν. [ille incōsulatus ruit in exitium.] Θεασάμενος δὲ Νικόλαος καὶ οἱ σὺν αὐτῷ εἰσιόντα αὐ τὸν μεταβουλευσάμενοι, ἀπέκλεισαν αὐτῷ τὰς εἰσόδους τῶν f ἀνακτόρων. Ἐλθὼν δὲ αὐτὸς, ἐν τῷ θεάτρῳ τοῦ Ἱππωδρόμου ἐσκήνωσε, πάντων τῶν συνελθόντων Μεγιστάνων, ὡς Βασιλέα, ἐυφημόυντων αὐτόν. Ὅσον δέ σχέσιν πρὸς τὸν Ἅγιον εἶχον, [pridem a Basilio prædictum,] ἀκούσαντες παρ᾽ αὐτοῦ τὸ μέλλον γενέσθαι ὀλέθριον σύμπτωμα, ἤδη πρὸ τριῶν μηνῶν κατακλείσαντες ἑαυτοὺς εἰς τοὺς οἰκείους οἴκους, ἠρέμουν· Ἀπ᾽ ἐκείνου γοῦν τοῦ καιροῦ, ἐν ᾧ τοῦτο προεῖπεν, οὐκ ἔληξε στένων καὶ ὀλοφυρόμενος καὶ πενθῶν. Δύοδέ τινες Μεγιστάνου τινὸς ὄντες υἱοὶ καὶ Πρωτοσπαθάριοι, ἐλθόντες πρὸς αὐτὸν ἠρώτων, εἰ συμφέρει αὐτοῖς απελθεῖν, καὶ συμμιγῆναι τῇ κουστωδίᾳ τοῦ Δούκα. δέ φησι πρὸς αὐτούς· Μὴ τέκνα, μὴ οὕτω ποιήσητε g καὶ ἀνήκεστα πείσεσθε· εἰ γοῦν, μὲν εἷς ὑμῶν ἐν μαχαίρᾳ πεσεῖται, δὲ ἕτερος τὰ ὦτα καὶ τὴν ῥῖνα τμηθεὶς μόλις τὸν θάνατον διδράσκοιεν. Οἱ καὶ παρακούσαντες τοῦ Ἁγίου, προεῖπεν ἔπαθον. γὰρ Δούκας κακῶς φρονήσας κακὸν ὀψώνιον ἑαυτῷ καὶ τοῖς μετ᾽ αὐτοῦ ἐπρίατο.

[12] Ὀφείλων γὰρ μακροθυμῆσαι καὶ ἀσφαλίσασθαι τὰς εἰσόδους τῶν βασιλείων, τοῦ μὴ τὰ πρὸς διατροφὴν εἰσκομίζεσθαι, [nam cum posset perfides obsidere in Palatio] ὅυτω τῷ λιμῷ στενοχωρουμένους μεθ᾽ ἱκεσίας αὐτῷ τὰς πύλας ἀναπετάσαι, καὶ προθύμως ἀυτὸν εἰς τὰ βασίλεια δέξασθαι, οὐχ οὕτω πεποίηκε· βουλὴν δὲ στήσας μετὰ τῶν σὺν αὐτῷ εἰσελθεῖν ἀπὸ τῆς πύλης, ἥνπερ Χαλκῆν ὀνομάζουσι· συνθλάσαντας πέλυξι τοὺς μοχλοὺς, ὅρκοις φρικωδεστάτοις πρότερον τοὺς σὺν αὐτῷ κατασφαλισάμενος, μὴ σπάσασθαι ξίφος τὸ οἱονοῦν κατά τινος, μὴ βέλος, μὴ δόρυ· ἀλλ᾽ οὕτως αὐτοὺς ἀναιμωτὶ εἰσελθεῖν, φήσας, Ἐὰν ἐκεῖνοι ἡμᾶς μὴ ἀντάγοντας κατασφάξωσιν, ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ μεγάλου Θεοῦ μετ᾽ αὐτῶν δικασόμεθα, ὅτι ὅρκοις ἡμᾶς ἀπατήσαντες, νῦν ἡμῖν ἀνταίρουσι. [inarmis illud ingredi cum suis volens] Ταῦτα εἰπὼν, ἀφίκετο ἅμα σὺν ἀυτοῖς, ὡς εἴρηται, εἰς τὴν Χαλκῆν πύλην, καὶ ἀπήρξατο εἰσιέναι· Οἱ δὲ ἐν τοῖς βασιλείοις τάχει πολλῷ συναθροίσαντες τοὺς τοξότας, ἀπὸ τῶν τειχῶν τοξεύμασιν ἔβαλλον. Ὡς δὲ οἱ περὶ τὸν Δούκαν τοῖς βέλεσιν ἐπλήττοντο, ἐβόων αὐτῷ, Ἔασον ἡμᾶς, ὅπως αὐτοῖς ἀντιμαχησώμεθα. Τοῦ δὲ τοῦτο κωλύοντος, ἐν ὅσῳ ταῦτα ἔφασκον, εἷς τις τῶν ἐυστοχωτάτων τοξοτῶν, μαθὼν ὁποῖός ἐστιν Δοῦκας, τείνας ἀνδρείως τὸ τόξον, ἔπληξεν αὐτὸν ὑποκάτω τῆς δε ξιᾶς χειρὸς ἐπὶ τὴν πλευράν. [sagitta ex muro vulneratur;] δὲ τὸ, Οὐαί μοι ἐπιφωνήσας τῷ ἀθλίῳ, κακῶς ἐληλύθαμεν ὧδε, κάτεισιν ἐυθὺς ἐπὶ τὸ ἔδαφος. Πάντων δὲ δειλίᾳ συσχεθέντων καὶ πρὸς τὰ ὀπίσω ἀρξαμένων ἀναποδίζειν, θάρσος οἱ ἔνδον λαβόντες καὶ τὰ ξίφη σπασάμενοι, πολλῇ περιτομίᾳ πρὸς ἀυτοὺς ἐξεπήδησαν τὰς πύλας ἀνοίξαντες· καὶ κτείνουσι μὲν ἐν πρώτοις τὸν αὐτοῦ Πρωτοστράτορα, εἶθ᾽ οὕτως ἑτέρους πλείονας, [& occiditur ab erūpentibus armatis:] καὶ μετὰ τούτους κᾀκεῖνον. Μηδὲ τῶν λοιπῶν φεισάμενοι, ἀλλὰ καὶ τούτους ἀποδιδράσκοντας καὶ συμποδιζομένους δίκην στάχυος ἐξεθέριζον.

[13] Διεσώθησαν δ᾽ ἄν τινες, εἰ μὴ οἱ ἀνηλεεῖς ἐκεῖνοι καὶ ἄσπλαγχνοι τὸ τάχος ἀποστείλαντες, καὶ πάσας τὰς πύλας τῆς πόλεως ἀσφαλισάμενοι καὶ σφραγίσαντες ἀκριβῶς, εἴθ᾽ οὕτως ἀκριβῆ ἔρευναν τῶν διαδράντων ποιήσαντες, [crudeliter sæuitur iin eius asseclas,] οὐδενὸς τούτων ἐφείσαντο. Πολλῶν μὲν οὖν Μαγίστρων καὶ Πατρικίων φανέντων συγκαθημένων τῷ Δούκᾳ ἐν τῷ Ἱπποδρόμῳ, οὓς μὲν προσέταξαν ξίφει ἀναιρεῖσθαι, οὓς δὲ ἔξω τειχῶν φουρκίζέσθαι· ἄλλων τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, ἑτέρους νευροκοπεῖσθαι, ἄλλους ἐξορίζεσθαι· καὶ ἑτέρους τοὺς μηδὲν ἠδικηκότας μαστίζεσθαι, ἄλλων τὰς ὑποστάσεις δημεύεσθαι· Καὶ ἦν ἰδεῖν τότε τὴν Μεγαλόπολιν πάσχουσαν, οὐδὲ ἐπὶ κρατήσει καὶ ἁλώσει Βαρβάρων ὑπομείνασαν ἄν. Οἱ οὖν ἀνελόντες τὸν Δόυκαν καὶ τὸν υἱὸν αὐτοῦ, τὰς αὐτῶν κάρας ἀποτεμόντες, τῷ Νικολάῳ, μᾶλλον εἰπεῖν, Ἀγρικολάῳ καὶ τοῖς σὺν αὐτῷ ἐκόμισαν· οἱ καὶ ταύτας γνωρίσαντες, τιμὰς οὐ τὰς τυχούσας τοῖς κομίσασιν ἔνειμαν. Καὶ οὐδὲ οὕτως οἱ κακοὶ κόρον ἔλαβον, ἀλλὰ κελεύουσι τῷ Ὑπάρχῳ τῆς πόλεως πάντων τῶν ἀναιρεθέντων τὰ λείψανα ῥιφῆναι ἐν τῷ πελάγει, [& cæsorum corpora mari merguntur,] καὶ οὔτε ὡς ὁμοπίστους ᾤκτειραν, οὔτε ὡς ὁμοφύλους, ἵνα μὴ λέγω καὶ προσγενεῖς, ἵνα κᾂν τὰ σώματα ἀυτῶν ἐάσωσι τῇ ὁσίᾳ παραδοθῆναι· ἀλλ᾽ ἐφ᾽ ἁμάξαις θέντες οἱ ἀνήμεροι θῆρες, ἡμιτμήτους, γεγομνωμένους, μεσολελωβημένους οὕτω δημόσια σύροντες, ἐν τῷ πόντῳ οἷα κυνῶν ἔβαλλον. Φασὶ δέ τινες ὅτι πλείους τῶν τρισχιλίων ἦσαν οἱ δόντες ἑαυτοὺς τῷ θανάτῳ, ἐν τῷ μὴ σπάσασθαι ῥομφαίαν ἄλλο τι ξίφος διὰ τὸν ὅρκον. Περί δὲ τῶν κρεμασθέντων ἐν ταῖς φούρκαις, ἱκανοὶ καὶ ἀξιόπιστοι ἐμαρτύρησαν, ὡς εἶδον πολλάκις καθ᾽ ἕνα ἕκαστον τούτων νύκτωρ ἀστέρα ἐκ τοῦ οὐρανοῦ κατερχόμενον καὶ μέχρι πρωΐας διάττοντα, δεικνύντος τοῦ Θεοῦ, [quorum innocentiam testantur miracula.] ὅτι ἀδίκως τὸν τοσοῦτον φόνον εἰς τοὺς ἀναιτίους h πεποίηκαν. Τοῦ γὰρ Δούκα ἀναιρεθέντος δέον τῶν ἄλλων φείσασθαι, οὐ χεῖρα αἰρόντων, οὐκ ἐριζόντων, οὐ κραυγαζόντων· οἱ δὲ ἀνηλεῶς αἷμα ἀθῶον ἐξέχεαν. Φεῦ τῆς τῶν δρασάντων ἀθλιότητος, καὶ ὀυαὶ ἀυτοῖς κατὰ τὴν φρικτὴν τῆς κρίσεως ἡμέραν, ὅτι τὸ αἷμα τῶν ἀδελφῶν ἀυτῶν ἐκ τῶν χειρῶν ἀυτῶν ἐκζητήσει Κύριος!

[14] Τὴν δέ γε κεφαλὴν τοῦ Δούκα ἰδόντες οἱ βδελυροὶ, ὡς φθάσαντες εἴπομεν, καὶ καταμωκησάμενοι ταύτης, ἐκέλευσαν κοντῷ ἐμπαρεῖσαν διὰ πάσης τῆς πόλεως θεατρίζεσθαι, Ἵνα, φησὶν, αἰσχυνθῶσιν οἱ ἐπ᾽ ἀυτὸν τὰς ἐλπίδας θέμενοι· καὶ τέλος καὶ ταύτην τῷ βυθῷ τοῦ πόντου δοθῆναι σὺν τῷ λοιπῷ σώματι. [Nicolai Patriarcha crudelitas merito execrata.] Καὶ τοῦτο μὲν τοιούτῳ τρόπῳ ἀπώλετο, τὸ δέ γε πνεῦμα ἀυτοῦ τὸ ἀείμνηστον οἱ κόλποι τοῦ Ἀβραὰμ ἐδέξαντο. Οὐ γὰρ τυραννικῶς, ὡς προείπομεν, τοῖς βασιλείοις ἐπέβη, ἀλλ᾽ ὅρκοις φρικωδεστάτοις θαῤῥήσας· δυνάμενος δὲ καὶ ὅπλοις μαχέσασθαι, πῦρ βαλεῖν ἐν τοῖς βασιλείοις, καὶ οὕτω τοὺς ἔσωθεν ἀμύνασθαι, τοῦτο μὲν οὐκ ἐποίησεν, ἐπὶ Θεὸν δὲ ἀναθεὶς ἑαυτὸν διὰ τοῦδε τοῦ πειρασμοῦ βασιλείας οὐρανῶν ἐπέτυχε. Καὶ οὐ τοσοῦτον τῶν ἄλλων τὸ ἔγκλημα τῶν τὰ βασίλεια φυλαττόντων, ὅσον ἐπὶ τῷ ποιμένι τῶν λογικῶν προβάτων τῷ Ἡττιλάῳ μᾶλλον Νικολάῳ. Ὅπως ἀνέπτυξε τὰ Εὐγγέλια ταῖς μιαραῖς ἀυτοῦ χερσι; πῶς οὐκ ἤκουε τοῦ λέγοντος δι᾽ ἀυτῶν, Ποιμὴν καλὸς τὴν ψυχὴν ἀυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων; ἀλλ᾽ ἀντιπράττων ἐδείχθη, κατασφάξας ἀυτὰ τῆς μαχαίρας κληρονόμος. Κρεῖττον ἦν αὐτῳ, μισθωτὸν ἀκοῦσαι καὶ μὴ Ποιμένα (ἐν τῷ ποιῆσαι κατὰ τὴν Εὐαγγελικὴν αὖθις φωνὴν τὴν λέγουσαν, μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμὴν, θεωρεῖ τὸν λύκον εἰσερχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει) ἀυτὸν γενέσθαι λύκον καὶ καταφαγεῖν αὐτά. Ταύτα δὲ πάντα, ἀγαπητοὶ, διὰ τοῦτο εἰς μέσον παρήγαγον, ἵνα γνῶτε σαφῶς, ὁποῖος ἦν τῷ διορατικῷ χαρίσματι ὅσιος Πατὴρ ἡμῶν Βασίλειος. τὰ γὰρ γενησόμενα ὡς ἤδη γεγενημένα ἔλεγε τοῖς μυστικωτέροις αὐτοῦ μαθηταῖς.

CAP. III

[15] Ἐν δὲ ταῖς ἡμέραις Ρὡμανοῦ τοῦ Βασιλέως, Σαρωνίτης τούτου γαμβρὸς ἐπὶ θυγατρὶ, φρόνημα ἔχων ἀλαζονικὸν καὶ ὑπερήφανον, ἐμελέτα καθ᾽ ἑαυτὸν, πῶς αὐτῷ ἐξέσται τῆς Βασιλείας κρατῆσαι, τοὺς δὲ βασιλεύοντας (ἑπτὰ γὰρ ἦσαν, οἱ καὶ συγγενεῖς αὐτοῦ ἐτύγχανον ὄντες) ἄρδην ἀφανίσαι. Τὸ δὲ πλέον τοῦ μίσους εἰς Κωνσταντῖνον ἤρτυε τὸν Πορφυρογέννητον, γαμβρὸν μὲν καὶ αὐτὸν ἐπὶ θυγατρὶ Ρὡμανοῦ, υἱὸν δὲ τοῦ Βασιλέως Λέοντος· οὐ μόνον δὲ οὗτος μιαρὸς ἀπεχθῶς εἶχε πρὸς αὐτὸν, ἀλλὰ καὶ ἅπαν τὸ γένος τοῦ Ρὡμανοῦ, καὶ, [Edoctus diuinitus, quod tyrānidem cogitaret Saronites,] εἰ συνεχώρει φυλάσσων αὐτὸν βραχίων Κυρίου, ὡς θῆρες κατέφαγον ἂν αὐτόν. Ἐβουλεύετο οὖν εἰρημένος Σαρωνίτης πῶς ἂν τὴν συσκευὴν διάθηται, χλευαζομενος ὑπὸ τοῦ ἐξαπατῶντος αὐτὸν μεσημβρινοῦ δαίμονος· γοῦν ὁσιώτατος Πατὴρ ἡμῶν, αὐτοῦ που πλησίον τοῦ οἴκου τοὗ Σαρωνίτου οἰκῶν, ἐγίνωσκεν ἐκ Θεοῦ τίνα αὐτὸς μηχανᾶται, καὶ καθ᾽ ἑαυτὸν βουλεύεται, καὶ εἶπεν ἐν ἑαυτῷ· Ὁρᾷς τοῦτον τὸν δυσμενέστατον οἵαν βουλὴν βουλεύεται, καὶ αὕτη οὐ διὰ Κυρίου; Ἀλλὰ προσελθὼν ἐλέγξω αὐτὸν, καὶ ἴσως παύσεται τῆς ματαίας ἐγχειρήσεως.

[16] Μιᾷ οὖν τῶν ἡμερῶν μετὰ πολλῆς φαντασίας τοῦ Σαρωνίτου ἀπερχομένου εἰς τὸ παλάτιον, συναντήσας αὐτῷ Ἅγιός, φησι πρὸς αὐτόν· Ἵνα τί μελετᾷ καρδία σου πονηρὰ κατὰ τῆς κληρονομίας Χριστοῦ; Οὐκ ἔστι σοι μερὶς παρὰ Κυρίου σχοίνισμα ἐν τῷ κλήρῳ τῆς Βασιλείας. [monet vt a scelesta voluntate recedat:] Ἡσύχασον οὖν, καὶ μὴ εἰς μάτην κοπία, μήποτε καὶ ὀργισθῇ σοι Κύριος καὶ ἀπολέσῃς καὶ ἣν δοκεῖς ἔχειν τιμὴν τοῦ Πατρικίου· καὶ ἀκούσας πεφυσιωμένος καὶ θυμοῦ καὶ ὀργῆς πλησθεὶς, αὐτοχειρὶ τὸν Ἅγιον οὐ διέλειπε κατὰ κόρης παίων μετὰ τοῦ ἱππηλατικοῦ, οὗ κατεῖχεν, καὶ ὕβρεσι πλειστάκις πλύνας αὐτὸν ἀπῆλθε τὴν ὁδὸν αὐτοῦ. δὲ Μακάριος πάντα ταῦτα εἰς οὐδὲν θέμενος, [cōtumeliose verberatus eadēq; postridie repetens,] τῇ ἐπαύριον πάλιν συναντήσας αὐτῷ, ὥς ποτε μακάριος Ἰσαάκιος τῷ Οὐάλῃ, παύσασθαι τοῦ πονηροῦ τοῦδε σκοποῦ παρῄνει· Ἐκεῖνος οὖν αὖθις βαρέως ἐνέγκας προστάσσει τοῖς ὑπηρέταις κατασχεῖν αὐτὸν, καὶ ἀπαγαγόντας ἐν τῷ οἴκῳ τήρεῖν ἀσφαλῶς, [abripitur in domum Saronitæ, ab eoq; increpitus] μέχρις ἂν ἀυτὸς ὑποστρέψῃ. Καὶ ὑποστρέψας κελεύει παραστῆναι αὐτῷ τὸν Ὅσιον, ἑτοιμάσας πρότερον ῥάβδους πολλὰς ῥοιῶν ἠκανθωμένων, καί φησι πρὸς ἀυτὸν· Ἄγε μοι δηλάτορε, τίς σε πονῃρὸς δαίμων ἐπὶ τοσοῦτον ἤλασε θράσος τοῦ μετὰ τοσαύτης αὐθαδείας συναντῆσαί μοι, καὶ τοσαῦτα κατ᾽ ἐμοῦ δημοσίᾳ ληρῆσαι; Οὐκ οἴδας ὅτι γαμβρὸς Βασιλέως εἰμὶ, καὶ τῶν βασιλείων πρῶτος; Καὶ ὅτι πλῆθος πλούτου ἐμοὶ ὡσεὶ ἄμμος τῆς παραλίας, καὶ οἰκετῶν πλῆθος, καὶ κτήματα, καὶ τετραπόδων ἀγέλαι, καί τε χρυσίον καί τε ἀργύριον ἄπειρον, καὶ δόξα καὶ περιφάνεια παρὰ Θεῶ, Βασιλεῦσί τε, καὶ Μεγιστᾶσί μοι καθέστηκεν; Αὐτὸς δὲ εὐτελές τι γερόντιον εἶ, καὶ πάντῃ ἀθέατον, πενιχρόν τε καὶ εὐκαταφρόνητον· Πῶς οὖν μοι τοιαῦτα λαλῆσαι τετόλμηκας δημοσίᾳ, λέγε μοι πρὸ τοῦ σε θανατώσω. δὲ Μακάριος ἔφη πρὸς αὐτόν· Τί οἴει κρύπτειν τὸν ἐν τῇ καρδίᾳ σου δόλον; Κύριος ἐμοὶ πεφανέρωκεν μέλλεις τολμᾷν κατὰ τῶν Κρατούντων. Ἀπόστα τοιγαροῦν, ἀπόστα τῆς τοιαύτης πονηρᾶς σομβουλῆς, καὶ μὴ μελέτα τὴν ἀνταρσίαν· διαμαρτόρομαι γάρ σοι, ὡς εἰ μὴ τὴν τοιαύτην πονηρὰν ἐάσῃ βουλὴν, κακά σοι διάθεται Κύριος, καὶ ἐκτριβῇ σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς.

[17] Τότε ὑπερζέσας τῷ θυμῷ παράφρων καὶ λίαν μανεὶς, κελεύει ἁπλωθῆναι ἀυτὸν κατὰ γῆς, καὶ ταις ῥάβδοις τύπτεσθαι ἀφειδῶς, [dire cædi iubetur semel,] ἵνα ἐνοικῶν αὐτῷ τῆς ψευδοπροφητείας δαίμων δραπετεύσῃ· Οὕτω γοῦν τύπτομένου αὐτοῦ, ὥσπερ ἄψυχον ξύλον, οὕτω διέκειτο, μηδὲν ὅλως φθεγγόμενος, μόνος δὲ πάταγος τῶν ῥάβδων ἐπὶ τὰ ἔξω ἠκούετο. Μόλις δὲ ἀνεθῆναι ἀυτὸν προστάξας μιαρὸς, τῇ φυλακῇ δίδωσιν, ἀσφαλῶς τηρεῖσθαι κελεύσας. Καὶ τῇ ἐπαυριον αὖθις βουνεύροις ἀυτὸν εὐτόνως μαστίζων, ἔλεγε πρὸς ἀυτόν, Μὴ ἀυθάδης εἶ, [iterumq;;] μὴ ἀλαζὼν καὶ προπετὴς ἐν ὕβρεσι, καὶ, μὴ συνῆκας, μὴ προφήτευε. Μετὰ γοῦν τὸ ἱκανῶς ἀυτὸν τύψαι, πάλιν ἐγκλείει τῇ φυλακῇ, καὶ τῇ ἐπιούσῃ μετὰ τὸ γεύσασθαι καὶ μεθυσθῆναι προστάσσει ἀυτὸν ῥοπάλοις ἀναιδῶς τύπτεσθαι· Τοῦ δὲ πυλῶνος τοτηνικαῦτα ἀνεῳγμένου λαχόντος, θεοφιλὴς ἐκείνη Ἰωάννου γυνὴ Ἑλένη, θεασαμένη οὕτω πικρῶς τὸν Ἅγιον βασανιζομενον, λαθοῦσᾳ τὸν πυλωρὸν εἰσεπήδησεν εἰς τὸ προαύλιον, πικρῶς δακρύουσα καὶ πεσοῦσα ἐπάνω τοῦ Δικαίου, ἐβόα τοῖς τοῦτον τύπτουσιν· Ἐμὲ μαστίξατε τὴν ἁμαρτωλὸν καὶ ἄσωτον, καὶ μὴ τὸν φωστῆρά μου καὶ πατέρα καὶ ποιμένα· ἐμὲ φονεύσατε ἀντ᾽ αὐτοῦ παρακαλῶ, καὶ τοῦτον ἄφετε ὑπάγειν. τῆς ἀνομίας! τῆς ἀδικίας, ἣν εἰς τὸν ἐκλεκτὸν Κυρίου ἐργάζεσθε! Ὡς δὲ ταῦτα τὸ ἀξιόπιστον καὶ ἀξιομνημόνευτον ἐκεῖνο γύναιον ἀπεφθέγγετο, θὴρ ἐκεῖνος [μᾶλλον] ἄνθρωπος, δυσμενὴς καὶ ἀνηλεὴς καὶ ἄσπλαγχνος, Τύψατε ταύτην, φησὶν, ὥσπερ καὶ βούλεται ταχα γὰρ καὶ μοιχὸς ἀυτῆς ἐστιν· ἣν καὶ κρατήσαντες, ἔτυψαν ἀφειδῶς ἕως οὗ ἀπέψυξε. Τότε προστάσσει ἀλητήριος, [vti & illius hospita vices eius dolens.] καὶ ἔσυραν ἀυτὴν ἔξω ἀπὸ τοῦ ποδὸς ὡς κυνάριον· τὸν δέ γε Μακάριον ἱμᾶσι δεθέντα ἀπὸ τῶν αἰδοίων μετεωρισθῆναι καὶ βουνεύροις εὐτόνως μαστίζεσθαι κελεύει. Ἔφερε δὲ καὶ ταύτην τὴν βάσανον εὐχαρίστως, ὑπὸ Θεοῦ προδήλως ἐνισχυόμενος, τοῦ ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος τοὺς ἀυτοῦ δούλους σώζοντος. Μόλις οὖν ποτε ἐπὶ πεντακοσίας πληγὰς παρεκελεύσατο ἀνεθῆναι τοῦτον, καὶ τῇ φρουρᾷ θοθῆναι, εἰπών, Ἀπὸ σοῦ παιδεύσω πολλοὺς τοῦ μὴ τοιαῦτα τολμᾷν. Μετὰ μικρὸν δὲ τὸ τυφθὲν ἐκεῖνο ἐυσεβὲς γύναιον, φλεγμονὴν ποιῆσαν ἐκ τῶν πληγῶν, [hac ex plagis mortua] τέλει τοῦ βίου ἐχρήσατο, καὶ (εἰ μὴ τολμηρὸν εἰπεῖν) ἄλλη τις Μάρτυς ἐπορεύθη πρὸς Κύριον, πληρώσασα τὸ τούτου λόγιον τὸ φάσκον, Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴνψυχὴν ἀυτοῦ θῇ ὑπὲρ τῶν φίλων ἀυτοῦ.

[18] Τοῦ οὖν Ὁσίου ἐν τῇ φρουρᾷ ὄντος, τῇ νυκτὶ ἐκείνῃ εἶδεν Σαρωνίτης ὅραμα προσημαῖνον τὸν ἀυτοῦ ὄλεθρον· δρῦν λίαν ὑψίκομον, [correptus in somnio Saronites,] ἧς τῇ κορυφῇ ἐκάθητο κόραξ, νοσσιὰν τάλπων νεοττοὺς ἔχουσαν· καὶ αἴφνης ὁρᾷ τινας ἐληλυθότας ἀξίνας κατασχόντας τοῦ τὴν δρῦν κατατεμεῖν, οἱ καὶ ἔλεγον· κόραξ οὗτος μέγα κεκραγὼς οὐκ ἐᾶ τὸν Βασιλέα ἡδέως ὑπνεῖν. Ἄλλοι δὲ, μεγάλως οὗτος παρενώχλησε τῷ ἀγαπητῷ τοῦ Θεοῦ Βασιλείῳ. Ἐπὶ τούτοις ἔτεμον ἀυτῆν ἐυτόνως· δὲ ἐκκοπεῖσα ἐυθὺς κατέπεσεν εἰς γῆν, καί τινες ῥακοδυτοῦντες, κόπτοντες τοὺς κλάδους ἀυτῆς, εἰς πῦρ ἔβαλλον. Ἑώρα δὲ καὶ τὸν Ὅσιον πρὸς τῇ πτώσει τοῦ δένδρου ἱστάμενον καὶ λέγοντα· Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται· Ἀλλὰ δὴ καὶ πρὸς ἀυτὸν ἀποτεινόμενον, Οὐκ ἐγώ σοι ἔλεγον, ἀπόστα τοῦ ἀυταρτικοῦ ἐγχειρήματος; Ιδοὺ καὶ ἐκέκτησο, ἀφῃρέθη ὕψος. Καὶ εὐθὺς ἀνείθη τοῦ ὁράματος, καὶ ἔγνω ἑαυτὸν πονηρῶς λίαν ἔχοντα, καὶ διακρίνας τό ὅραμα καθ᾽ ἑαυτὸν, ἠθύμει λίαν· καὶ αὐτίκα στείλας ἀφίησι τὸν Ὅσιον τῆς εἰρκτῆς. [iubet Basiliū dimitti,] Πλὴν οὐκ ἐκάμφθη προςπεσεῖν αὐτῷ (ἴσως γὰρ εὐξάμενος τῆς νόσου τοῦτον ἀπήλλαξεν) ἀλλὰ κακῶς φρονήσας ἄνους, ἐν τῇ ἀυτῇ νοσηλείᾳ τὸν βίον κατέστρεφεν. Οὕ τως οὖν ἀσεβὴς παρελθὼν κατὰ τὸν Προφήτην τὸν λέγοντα, [& moritur.] Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, δύο υἱοὺς καταλέλοιπε διαδόχους τῶν ὑποστάσεων αὐτοῦ.

[19] [regressus ad Ioannem Sanctus,] δὲ Ὅσιος καὶ τὸν ἀγῶνα τοῦτον καλῶς διεξελθὼν χάριτι Χριστοῦ· καὶ ἀπολυθεὶς, ἧκε πρὸς τὸν πολλὰκις μνημονευθέντα δοῦλον τοῦ Θεοῦ Ἰωάννην, οὗ ἐν τῇ οἰκίᾳ κατώκει, καὶ τὸ φιλόθεον γύναιον αὐτοῦ διὰ τὸν Ὅσιον μαστιχθὲν ἐτεθνήκει. Ὃν ἐκεῖνος θεασάμενος, καὶ τὰ ἕλκη καὶ τοὺς μώλωπας, οὓς ἐν τῷ τιμίῳ αὐτοῦ σκηνώματι ἔφερε, δάκρυσι χαροποιοῖς ἅμα καὶ γοεροῖς τὸ ἔδαφος ἔβρεχε. Τοῦτο δὲ οὐδὲ τοὺς φιλοχρίστους μαθητὰς αὐτοῦ ἠδυνήθη λαθεῖν, ὅτι ἀπολυθεὶς Δίκαιος μετὰ τοῦ Ἰοάννου ἐστὶ, καὶ ἤρχοντο πρὸς αὐτὸν δεδακρυμένοι, καὶ τῶν μελιῤῥύτων αὐτοῦ παραινέσεων ἐνεφοροῦντο, καθὼς τὸ πρότερον. Ἐπεὶ δὲ καὶ θεοφιλὴς Ἰωάννης μετ᾽ ὀλίγον ἀπεβίω, [illo mortuo,] καὶ πρὸς τὸν ποθούμένον Κύριον ἐξεδήμησεν, ἦν Ὅσιος μόνος ἐν τῇ οἰκίᾳ αὐτοῦ, διαδόχους ἐκείνου μὴ καταλείψαντος· οὐδὲ γὰρ ἦν παῖς αὐτῷ. Οἱ δὲ ἐρχόμενοι χάριν ἐπισκέψεως αὐτοῦ, διηκόνουν αὐτῷ· πολλοὺς γὰρ νόσοις συνεχομένους ἰᾶτο δἰ αὐτοῦ Κύριος, [in eius domo solus net omnibus beneficus:] οἷς μὲν ἄνωθεν ἐπιβαίνων, οἷς δὲ καὶ διὰ πόσεως βρώσεως τὴν ὑγείαν πρυτανεύων, ἐξ ὧν αὐτοὶ ἔφερον· καὶ τοῖς πένησι διεδίδου, οὐ περὶ τῆς ἄυριον κατὰ τὴν ἐντολὴν μεριμνῶν. Ποίᾳ γὰρ ὥρᾳ τις πρὸς αὐτὸν πορευθεὶς οὐχ εὕρισκε πενήτων ἐσμὸν, περιμένοντα ψυχικῶς τε αὖ καὶ σωματικῶς εὐφρανθῆναι· συμπαθὴς γὰρ ὢν γλυκύτατός μου Πατὴρ, πρᾷός τε καὶ οἰκτίρμων, καὶ ἄκακος, καὶ ταῖς πονηρίαις τοῦ βίου νενεκρωμένος, οὐδὲν τῶν προσενηνεγμένων εἰς τὴν ἄυριον ὑπεκράτει.

[20] Ἤρχοντο δὲ πολλοὶ καὶ τῶν Μεγιστάνων πρὸς αὐτὸν, ἀλλὰ μὴν καὶ Ἱεράρχαι καὶ Ἱερεῖς, καὶ τὰς εὐχὰς αὐτοῦ σὺν μονασταῖς καὶ μιγάσι κομιζόμενοι οἴκαδε ὑπενόστουν. Μεθ᾽ ὧν καί τις Κωνσταντῖνος, ὃν καὶ Βάρβαρον οἱ πολλοὶ ὠνόμαζον, [deinde rogatus a Cōstantino Barbaro] μεγίστην σχέσιν κεκτημένος πρὸς τὸν Ὅσιον, μαθὼν ὅτι τέθνηκεν Ἰωάννης, αὐτῷ διακονῶν ποτε, πρὸς αὐτὸν παραγεγονὼς, μετὰ τὸ καταπολαῦσαι τῆς νουθεσίας αὐτοῦ, παρεκάλει κατασκηνῶσαι ἐν τῇ οἰκίᾳ ἀυτοῦ. δὲ ἀνένευεν, εἰς τὴν ἐνδοξότητα τοῦ ἀνδρὸς ἀφορῶν· πάντοτε γὰρ τὰ ταπεινὰ καὶ πτωχὰ μετεδίωκεν. Ἐπεὶ δὲ ἐκεῖνος προκυλινδούμενος εἰς τοὺς πόδας ἀυτοῦ μετὰ δακρύων ἱκέτευε, μόλις ἐπένευσε τῇ αἰτήσει αὐτοῦ, καὶ δὴ ἀναστὰς ἐπορεύθη μεθ᾽ ἀυτοῦ, [migrat in illius ædes;] οὐκ ἂν, ὡς οἶμαι, τοῦτο ποιήσας, εἰ μὴ προῄδει Καλόγηρος τὴν ἐντεῦθεν προσγενησομένην τῇ τοῦ τοιοῦδε ἀνδρὸς ψυχῇ λυσιτέλειαν. Καίπερ παρά πολλῶν πρὸ τούτου περὶ τούτου δυσωπηθεὶς, ἀλλ᾽ οὐδενὶ τούτων ἐπείσθη. Ἦν δὲ οἶκος ἀυτοῦ ἐν Ἀρκαδιαναῖς. Ἑχάρη δὲ χαρὰν μεγάλην ἀνὴρ ἐπὶ τῷ μὴ παρακοῦσαι τὸν Ὅσιον τῇ αἰτήσει ἀυτοῦ, καὶ κατὰ μίμησιν τῆς Σουμανίτιδος τῷ δευτέρῳ Ἐλισσαιὲ κλίνην καὶ δίφρον, καὶ λυχνίαν καὶ τράπεζαν ἰδίως αὐτῷ κατεσκεύασεν, ἀποκληρώσας εἰς ὑπηρεσίαν ἀυτοῦ γραῦν τινα πρᾳοτάτην οἰκέτιν ἀυτοῦ, Θεοδώραν τοὔνομα, οὖσαν κατ᾽ ἀρετὴν περιφανῆ καὶ αἰδέσιμον· ἥτις καὶ συναφθεῖσα παρὰ τοῦ κυρίου ἀυτῆς ἐν νεότητι οἰκετῃ τινὶ ἀυτοῦ ἐυλαβεῖ, καὶ δύο ἐκ τούτου τεκοῦσα παῖδας; ἄρσεν καὶ θῆλυ, ἐκείνου τῶν χρεῶν λειτουργήσαντος, τὸ ἀπ᾽ ἐκείνου ἐν σωφροσύνῃ διῆγεν. οὖν θεοφόρος Πατὴρ ἡμῶν ἐν τῇ κέλλῃ τῆς γραὸς συνεχῶς κατιὼν, [vbi multis ad se venientibus opitulatur.] ὠφελείας χάριν τῶν ὁσημέραι πρὸς αὐτὸν φοιτώντων, ἑσπέρας ἀνιὼν ἐν τῷ κοιτῶνι αὐτοῦ ταῖς εὐχαῖς ἐσχόλαζεν. Ἱκανοί τε ἀπὸ τῶν Ἀρχόντων δεόμενοι ἀυτοῦ, χάριν ἐπισκέψεως ὧν εἶχον ἀῤῥώστων, ἐν τοῖς ἰδίοις οἴκοις τοῦτον ἐλάμβανον, καὶ τῶν αἰτουμέννων οὐ διημάρθανον. Ἦν γὰρ ἰδεῖν τῇ τῶν ἁγίων ἀυτοῦ χειρῶν ἐπιθέσει φρίκην ἀπεληλαμένην, πυρετοὺς παυομένους, δαίμονας δραπετεύοντας, καὶ ἁπλῶς πᾶσαν νόσον ἰωμένην.

[21] [frequens adit Anastasiam] Ἀναστασία οὖν πανεύφημος Πατρικία, καὶ Ζωστὴ, πλὴν οἰκοῦσα ἔνθα Ὅσιος ἦν, μετεστέλλετο αὐτὸν, καὶ τὸν ὀρθὸν παρ᾽ ἀυτοῦ ἐπαιδεύετο βίον. Ἤλεγχε καὶ γὰρ ἀυτὴν φανερῶς, εἴ τι παρὰ τὸ δέον, ὡς γυνὴ, ἐσφάλη· δὲ οὐκ ἀπεδυσπέτει, ἀλλ᾽ εὐμενῶς τὰς νουθεσίας ἀυτοῦ δεχομένη, πολλὰς ἐλεημοσύνας ἐποίει, καὶ ταῖς ἐκκλησίαις συνεχῶς ἐφοίτα. Καὶ πρὸς τὴν Αὐγοῦσταν Ἑλένην εἰς τὰ βασίλεια παραγινομένη, ἐξέπληττεν ἀυτὴν, τοῦ Ὁσίου ἐκδιηγουμένη τὰ τεράστια· ὡς καὶ ταύτην ἐπιθυμεῖν καὶ ἀυτοψεὶ κατιδέσθαι τὸν τῶν τοιουτων θαυμασίων ποιητὴν, καὶ τῶν τούτου εὐχῶν ἐμφορηθῆναι. Ὅτε γοῦν ἐν τῷ τῆς Εἰρήνης Πατρικίας οἴκῳ ἀπήντα, [& Irenen Patricias:] πολλὰς γυναῖκας τῶν Μεγιστάνων εὕρισκε, καὶ ἃς μὲν τῷ διορατικῷ ὄμματι ἔβλεπεν ἐναρέτως βιούσας, ἐπῄνει καὶ πρὸς ἀρετὴν περὶσσοτέρως ἐνῆγεν· ἃς δὲ πάλιν ἀσέμνως ἀναστρεφομένας, ἀπεστρέφετο καὶ. ὀνειδίζων διήλεγχεν ἀυτάς. Καὶ παντὶ τρόπῳ διώρθου οὐ μόνον γυναῖκας, ἀλλὰ καὶ ἄνδρας, ὡς αἰδεῖσθαι τὸ καὶ μόνον ὀφθῆναι ἀυτῷ κατὰ πρόσωπον, καὶ ἐκπλήττεσθαι πάντας ἀυτόν. Καίτοι πρὰγμα ξένον συνέβαινε, ἐν τῷ ἐλέγχειν ἀυτόν τινα· ἐνέφραττε γὰρ μόνῃ εὐχῇ τὰς ἀκοὰς τῶν παρευρισκομένων, ὡς μὴ τοὺς ἐλέγχους ἀκούειν, κᾀντεῦθεν αἰσχύνεσθαι τὸν ἐλεγχόμενον.

[22] οὖν Βασίλισσα, ὡς εἴρηται, ἐκπλητομένη τὰ περὶ τοῦ Ἁγίου ὁσημέραι πρὸς ἀυτὴν λεγόμενα, ποτὲ ἀποστείλασα ἕνα τῶν τοῦ κοιτῶνος, μετεκαλέσατο ἀυτὸν, ὅπως εὐλογηθῇ ὑπ᾽ ἀυτοῦ. Ὡς δὲ παρεγένετο, προσυπαντήσασα αὐτῷ καὶ προσκυνήσασα, ἐζήτει εὐχήν. [ad Helenā Augustam accersitus,] δὲ Ὅσιος καὶ ἐυλόγησεν ἀυτὴν, καὶ ἐπήυξατο οὕτως εἰπὼν· Διαφυλαχθείη τὸ θεῖον κράτος τῆς ἐκ Θεοῦ δεδομένης σοι βασιλείας ἀσινὲς εἰς ἱκανοὺς χρόνους καὶ πλείστους καὶ ἀγαθοὺς, ἔπειτα καὶ τὴν τῶν οὐρανῶν βασιλείαν σοι δορήσοιτο πρύτανις καὶ δοτὴρ πάντων τῶν ἀγαθῶν. δὲ Αὐγοῦστά φησι πρὸς ἀυτὸν, πάλαι ἐπεπόθουν θεάσασθαι τὴν σὴν ὁσιότητα, τίμιε καὶ ἅγιε Πάτερ, καὶ ἰδοὺ τὴν ἐπιθυμίαν μου πεπλήρωκε Κύριος· Ἀλλὰ ἀξιῶ τὴν σὴν ἁγιότητα μὴ λήγειν τοῦ ὑπερεύχεσθαί μου τῆς δούλης σου, ὅπως ἵλεως καὶ εὐμενὴς ἔσται μοι φιλάνθρωπος Κύριος ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς ἀνταποδόσεως. Λέγει πρὸς ἀυτὴν Ὅσιος, Τέκνον, καὶ ἡμῖν μὲν ἀλυσιτελές ἐστι τοῦ μὴ προσεύχεσθαι ὑπὲρ ὑμῶν· πλὴν, ἐὰν ἡμεῖς μὲν εὐχόμεθα, ὑμεῖς δὲ ἀντιπράττητε, ἄπρακτος ἔσται ἡμῶν εὐχὴ· εἷς γὰρ οἰκοδομῶν, καὶ εἷς καταλύων τί ὠφέλησαν πλεῖον κόπους; Καὶ πρὸς Ἱερεμίαν γέ φησιν Θεὸς, Μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου. γὰρ οὐχ ὁρᾷς, τί αὐτοὶ πράττουσι; Πολλὰ μὲν γὰρ ἰσχύειν δέησιν Δικαίου ἀκούομεν, ἀλλ᾽ ἐνεργουμένην, τοῦτ᾽ ἔστι, βοηθουμένην δι᾽ ἀγαθοπραγιῶν ὑπὲρ ὧν καὶ δι᾽ ὧν καταβάλλεται. Διὰ τοῦτο παραφυλακτέον ἀπὸ τῶν βλαβερῶν, [bonis eam monitis instruit,] ἐπιμελητέον δὲ τῶν ἀγαθῶν, ὅπως καὶ τῇ καλλίστῃ ὑμῶν ἐργασίᾳ καὶ τῶν δεήσει ὑπὲρ ὑμῶν εὐχομένων, διπλῆν τὴν παῤῥησίαν πρὸς τὸν κοινὸν ἡμῶν Δεσπότην Θεὸν εὕρητε.

[23] Ταῦτα καὶ τούτων πλείονα νουθετήσαντος αὐτὴν τοῦ Ὁσίου, ἐδέετο αὐτοῦ προσμεῖναι τὴν ἑβδομάδα ἐκείνην ἐν τοῖς βασιλείοις· Εἴξας οὖν τῇ αἰτήσει αὐτῆς, προσέμεινεν· ἐν ᾗ καὶ οὐ διέλιπεν ἐνοχλοῦσα αὐτῷ, ὡς ἂν εὔξηται τῷ Θεῷ δοῦναι αὐτῇ καρπὸν κοιλίας ἄῤῥεν· δὲ προφητικώτατος ὄντως ἀνὴρ αὐτίκα ἀποκριθεὶς εἶπεν αὐτῇ· Ἔτι ἅπαξ τέξεις θῆλυ, [eiq; prolem masculam & regnaturam promittit:] τὸ μετ᾽ αὐτὸ δὲ ἄῤῥεν, οὗ τὸ ὄνομα Ρὡμανός. Ἀλλὰ μὴ ἀμφιβαλλε περὶ τούτου· αὐξηθήσεται γὰρ παῖς, καὶ εἰς μέτρον ἡλικίας ἐλάσει, καὶ πάντων τῶν Βασιλευοντῶν σῶν ὁμαιμόνων ἀρθέντων, αὐτὸς μόνος συμβασιλεύσει τῷ οἰκείῳ πατρὶ, συνευφραινομένης σου αὐτῷ καὶ συναγαλλομένης. δὲ Βασιλὶς τοῦτο ἀκούσασα καὶ θαυμάσασα προσεκύνησεν αὐτῷ εἰποῦσα, Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Ἦσαν δὲ τὸ τηνικαῦτα βασιλεύοντες Ρὡμανὸς πατὴρ αὐτῆς, Στέφανός τε καὶ Κωνσταντῖνος υἱοὶ αὐτοῦ· ἤδη Χριστοφόρου τοῦ πρώτου αὐτοῦ παιδὸς θανόντος, καὶ υἱὸν καταλείψαντος Μιχαὴλ τοὔνομα, ὃς καὶ ἀστεπτος ὢν, ὅμως βασιλικῇ στολῇ σὺν ὑποδήμασι κοκκίνοις ἐκαλλύνετο, γαυρύμενος ἐπὶ δυναστειᾳ, καὶ τῇ τῶν συμπαρομαρτούντων αὐτῷ κλεἳζόμενος δόξῃ. Αὐτὴ δὲ Αὐγοῦστα Ἑλένη πρώτη τῶν ἄλλων Βασιλίδων ἦν· γὰρ δευτέρα σύμβιος τοῦ πατρὸς αὐτῆς Ρὡμανοῦ Θεοδώρα τελευτήσασα ἦν, τε Σοφία τοῦ Χριστοφόρου, ἐκείνου τελευτήσαντος, κατηνέχθη τῆς βασιλείας. Αὐτὴ δὲ πρώτη ἦν, ὡς ἅτε ἄνδρα ἔχουσα τὸν Πορφυρογέννητον Κωνσταντῖνον, ἔκγονον μὲν Βασιλείου τοῦ Βασιλέως, υἰὸν δὲ Λέοντος τοῦ ὀρθοδόξου καὶ ἐλεήμονος.

[24] Τῇ γοῦν ἑβδομάδι ἐκείνῃ, καθ᾽ ἣν Ὅσιος ἐν τοῖς βασιλείοις διέτριβε, καθ᾽ ἑκάστην ἐλάμβανον αὐτὸν οἵ τε Βασιλεῖς καὶ αἱ τούτων σύνευνοι, εἰς τὸ εὐλογεῖσθαι παρ᾽ αὐτοῦ· δὲ πᾶσιν ἐπεύχετο τὰ πρόσφορα, ἅτε γινώσκων τῷ διορατικῷ ὀφθαλμῷ τὰ τούτων σφάλματα. Καί ποτε εἰσφέρουσιν αὐτὸν καὶ εἰς Ρὡμανὸν τὸν Βασιλέα· δὲ ἀσμένως ὑπεδέξατο ἀυτὸν, καὶ συνομιλούντων ἀυτῶν, [Romani Imperatoris auaritiam & libidinē coarguit;] ἤλεγξεν ἀυτὸν Ὅσιος κατὰ πρόσωπον, ὡς χρυσομανῆ καὶ θηλυμανῆ, καὶ τὰς τῶν πολιτῶν διαφθείροντα θυγατέρας· Φιλομόναχος δὲ ὢν Βασιλεὺς οὐκ ὠργίσθη, ἀλλ᾽ εὐμενῶς τὰς ἐπιπλήξεις αὐτοῦ καὶ νουθεσίας ἐδέξατο· οὗ καὶ ἀναχωροῦντος τῶν ἐκεῖθεν, ἐδεξιοῦτο ἀυτὸν χρυσίῳ Βασιλεὺς· δὲ οὐ κατεδέξατο λαβεῖν τὸ συνολον. Ἐλθόντος οὖν αὐτοῦ πρὸς τὴν Αὐγοῦσταν, ᾔτει ἀπολυθῆναι· δὲ τὰ χρυσόπαστα ἄμφια ἀυτῆς ἐκβαλοῦσα, [recusat oblata ab Imperatrice dona:] ἐδίδου αὐτῷ, ἅμα δὲ καὶ χρυσίον πολὺ, προστάξαστα ἐνεχθῆναι τὸ βαλάντιον ἀυτῆς, καὶ ὅσον ἂν θέλῃ ἐκ τούτου λαβεῖν· ὁρκίσασα πρότερον ἀυτὸν εἰς τὴν ἁγίαν καὶ ζωαρχικὴν Τριάδα. δὲ τὸν ὅρκον εὐλαβηθεὶς τὴν τε πίστιν τῆς Αὐγούστης ὑπερθαυμάσας, ἄκροις δακτύλοις λαβὼν τρία νομίσματα τῇ ὑπηρετούσῃ αὐτῷ γραΐδι, ἐκεῖσε παρεστώσῃ, δέδωκε. Τινὲς δὲ τῶν παρεστώτων εἰπόντες· Δὸς ἀυτῇ καὶ ἕτερα, Πάτερ· φησὶ πρὸς άυτοὺς Ὅσιος· Πλείστων ἀκανθῶν οὐ δεόμεθα, τέκνα· κνίζουσι γὰρ, κνίζουσι τὴν χεῖρα τάδε. Οἱ καὶ ἐθαύμασαν τὸ ἀφιλάργυρον τοῦ Ὁσίου, πρὸς ὃν καὶ Βασιλίς· Ὄντως, τίμιε Πάτερ, ἀλλότριος εἶ τῶν τοῦ κόσμου τούτου ἡδέων, ὡς ἐξ ὅλης ψυχῆς μόνον τὸν Χριστὸν ἀγαπήσας· ἁλλ᾽ ὑπερεύχου ἡμῶν διὰ τὸν Χριστὸν, μνείαν μου ποιούμενος ἐν ταῖς ἐυπροσδέκτοις ἐυχαῖς σου. Ταῦτα εἰποῦσα, ἐξαπέστειλεν ἀυτὸν σὺν πολλῇ τιμῇ, ἥτις οὐδὲν πρὸς ἐκεῖνον.

[25] Κατὰ τοῦτον τὸν καιρὸν ἠσθένησεν πανεύφημος Πατρικία Ἀναστασία, καὶ Ζωστὴ, [ægrotantem Anastasiā] ἀῤῥωστίαν διηνεκῆ, δι᾽ ἧς καὶ ἐτελεύτησεν. Ἥτις, καὶ συνεχῶς μεταστελλομένη τὸν Ἅγιον, ἱκέτευεν αὐτὸν δεηθῆναι Θεοῦ τῆς τοιαύτης νοσηλείας ἀπαλλαγῆναι· δὲ εἰδὼς τὴν ἄνωθεν πρόσταξιν, ὡς ἀπαράιτητον, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτῆς ἑτοίμην οὖσαν καὶ καρπὸν φέρουσαν Κυρίῳ ὥριμον, λόγοις παρακλητικοῖς ἐψυχαγώγει αὐτὴν, φέρειν εὐχαρίστως τὰ τῷ Θεῷ δόξαντα. Ἐπειδὴ, φησὶ, κᾀκεῖνος πρὸ ἡμῶν οἶδε, τί τὸ συμφέρον ἡμῖν· καὶ γὰρ κατὰ τὸν Ἀπόστολον, Ἐάν τε ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκομεν, τῷ Κυρίῳ ἀποθνήσκομεν. [Rom. 14, 8.] Μιᾷ γοῦν τῶν ἡμερῶν, πάντων τῶν προσγενῶν